Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Καί τε βοός· καὶ μοσχαρίου κρέατα ἑψήσας περισφριγῶντος καὶ περιπλήθοντος τῷ λίπει πλήρωσον τὸ ποτὸν τοῦ ζωμοῦ· καθ’ ὑπερβολὴν γὰρ ὁ τοιοῦτος ζωμὸς ὠφελεῖ.

Βλασάμοιο· βαλσάμου φησὶ τὸν ὀπὸν δεῖ πίνειν μετὰ γάλακτος γυναικείου ἢ μεθ’ ὕδατος.

Θηλυτέρης πώλοιο· πρωτοτόκου γυναικός οὐ γὰρ ἵππου πάντως φησίν· ὅτι δὲ χρήσιμον τὸ γυναικεῖον γάλα, καὶ Ἑρασίστρατος μαρτυρεῖ ἐν τῷ περὶ θανασίμων. Τὸ δ’ ἑξῆς· ἐν ταῖς σταγόσι τοῦ βαλσάμου ποτὸν χέας γάλακτος θηλυτέρας πώλου, ἤτοι τῆς ἀνθρώπου.

Χεύῃ· προεμέσῃ, πιὼν τούτων ἑκάτερον, προσφερόμενον χρησίμως οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τὸ ἐμέσαι. Παναεργέα δ ἀργὸν, ἀνέψητον, ἀδιέργαστον, ἀδιάπεπτον.

Δερκευνέος δὲ τοῦ ὁρῶντος ἐν τῷ κοιμᾶσθαι· τοῦ δερκευνέος φησὶ σκίνακος, ὅ ἐστι τοῦ σκιρτητικοῦ λαγωοῦ, τοῦ ἐν τῷ κοιμᾶσθαι βλέποντος, καθάπερ ὁ λέων καὶ ὁ ὄφις.

Ἄλλοτε καὶ μορέης· καὶ συκαμίνου προστάσσει τὰς ῥίζας λαμβάνειν καὶ ἐν ὅλμῳ ξυλίνῳ κόπτειν ὁμοῦ, καὶ ἕψειν μετ’ οἴνου καὶ διδόναι πιεῖν μετὰ μέλιτος· λέγει δ’ οὐχ ἀπλῶς τὰς ῥίζας τῆς συκαμίνου. ἀλλὰ τὸν φλοιὸν τῆς ῥίζης.

Τοῦ ψιμμυθίου φαρμάκου ἢ χροιὰ λιπαρῷ γάλακτι ἔοικεν ἀμελχθέντι νεωστὶ ἐν κισσυβίῳ καὶ ἔτι ἀφρίζοντι.

Πελλίσι δὲ σκαφίσι, ποιμενικοῖς ἀγγείοις, ἐν οἷς τὸ γάλα ἀμέλγεται. Ὅμηρος (Il. π 642)

περιγλαγέας κατὰ πέλλας.
Γρώνῃσι δὲ κοίλαις καὶ βαθείαις καὶ δεκτικαῖς.

ούτου φησὶ, τοῦ λαμβάνοντος τὸ δηλητήριον τοῦ ψιμμυθίου, τὰ ἔνδον τῶν σιαγόνων καὶ ὅπου τὰ οὖλα ῥυσσαίνεται ὁ ἀφρὸς τοῦ ψιμμυθίου ἐπιστύφων ἐμπελάζει. Ἂλλως· οὐ τὰς ἐκτὸς λέγει, ἀλλὰ τὰς ἐντὸς, ὅπου οἱ ὀδόντες εἰσίν· διὸ καὶ ῥᾳδίως ῥυτιδοῦνται ὑπὸ τοῦ ψιμμυθίου ψυχόμεναι, ὡς ξηρανθεῖσαι· ὁ γὰρ ἀφρὸς αὐτοῦ ὡς λεπτομερὴς περικαθίζει τοῖς οὔλοις.

Ἀμφὶ δ’ ὁλκός· περιφραστικῶς τὸ μῆκος καὶ ἡ παράτασις τῆς γλώσσης ἡ μὲν γλῶσσά φησι τραχύνεται, ὁ δὲ νέατος ἰσθμὸς, τουτέστιν ὁ ἔσχατος, ἤγουν τὰ παρίσθμια, ἅ λέγεται ἐγγὺς εἶναι τοῦ φάρυγγος, ὑποξηραίνεται ἢ τραχύνεται.

Ξηρὰ δέ· βήσσων διὰ χέλυος, τουτέστι τοῦ στήθους, τὴν ἀναφορὰν τῶν ἐρυγμάτων ποιεῖται ἄπαυστον· καὶ Ἱπποκράτης· ἀναχελύσσεται καὶ ἐρυγγάνει θαμινὰ πνεύματα· καὶ τῆς κιθάρας τὸ στῆθος χέλυς λέγεται. Χελλύσσεται· τὸ στῆθος πάσχει. Ἂλλως· χελλύσσεται, τουτέστι διὰ τὴν χέλυν τὴν ἀναφορὰν ποιεῖται βήσσων.

Ἀβλεμὲς δ’ ἀντὶ τοῦ ἀδρανὲς, ὡς ἀπὸ τοῦ βλεμαίνω

Ἄλην ἑτερειδέα· πλάνην ἀλλοειδῆ βλέπει, ἐνεργημάτων μὴ ὑποκειμένων φησὶν ὁρατικὴν φαντασίαν γίνεσθαι, δοκεῖ δὲ τοῖς ὀφθαλμοῖς ὁρᾷν φανταζόμενος μὴ ὑποκειμένων ἐνεργείᾳ τινῶν πραγμάτων.

Ὑπναλέος· ἄλλοτε δ’ ὥσπερ κοιμώμενος ἀποψύχεται τὸ σῶμα καὶ ψυχροῦται ὅλος καταβαρούμενος ὕπνῳ, τῷ καμάτῳ δ’ εἴκων ὑποδάμναται.

Πρημαδίης· πρημαδίη καὶ ὀρχὰς καὶ μυρτίνη εἴδη ἐλαιῶν εἰσιν, οὐδὲν δὲ διαφέρει ἐκ τούτων λαμβάνειν τὸ ἔλαιον, ἢ ἐξ ὁποίας ποτέ· οἱ γοῦν περὶ τούτων πεπραγματευμένοι ψιλῶς ἀντὶ τοῦ φανερῶς παραγγέλλουσιν. Εἶαρ ὑπὸ τῶν νεωτέρων τὸ αἷμα, τὸ λίπος· καὶ Καλλίμαχος ἐλαίας τὸ αἶμα τὸ δαῦον εἶπεν·

πολλάκι δ’ ἐκ λύχνου πῖον ἔλειξαν ἔαρ.
καὶ ἡ μυρτίνη ἥδ’ ἐλαία ἐστὶ βραχὺν ἔχουσα καρπόν.

Γρῆυν· τὸ πεπηγότα ἀφρὸν τοῦ γάλακτος ἀπγράισον, ἤτοι τὸ πεπηγὸς τοῦ γάλακτος ἀπογράισον, γραῦς δ’ ὁ ἐπὶ τοῦ γάλακτος γινόμενος πάγος, ἐπειδὴ ῥυτιδοῦται, ὥσπερ ταῖς γραυσὶ τὸ σῶμα συμβαίνει ῥυτιδοῦσθαι· τὸ ἐπιπολάζον τῷ γάλακτι, ὅ οἱ Σικελοὶ σῦφαρ καλοῦσιν, ἀφελοῦ, καὶ οὕτω τὸ γάλα δὸς πιεῖν.

Χυλῷ ἐνὶ κλώθοντι· τῷ ὡς νῆμα κλωθομένῳ χυλῷ τῆς μαλάχης μετ’ οἴνου κόρεσον τὸν κακηπελέοντα, ἤτοι τὸν κακῶς ἔχοντα ἡ πάσχοντα.

Κελεύει κονίαν ἀπὸ τῶν κλημάτων πλύναντα καλαμίνῳ καλάθω διυλίζειν, καὶ μεθ’ ὕδατος θερμάναντα διδόναι πίνειν· δοκεῖ

γὰρ ἡ κονία ἤγουν ἡ τέφρα ἤτοι στακτὴ ἀπορρύπτειν ἀπὸ τῶν σωμάτων πᾶν τὸ περιπλασσόμενον τοῦ ψιμμυθίου τοῖς σπλάγχνοις· ῥύμμα δὲ τὸ σμῆγμα, τὸ κάθισμα, τὸν ῥύπον· φησὶ δὲ πλύνεσθαι τὴν τέφραν τὴν κληματίνην καὶ διηθεῖσθαι ἐν τοῖς κόλποις τοῦ νεοπλεκοῦς καλάθου διὰ τὴν ἰλύν.

Σκλήρ’ ἀπὸ περσείης· γράφεται καὶ ξήρ’ ἀπὸ περσείης· ἐν τοῖς τῶν περσεῶν λέπεσιν· οἱ πολλοὶ ὀστέον καλοῦσιν· ἐστὶ δ’ ὅμοιον καρύῳ· Θεόφραστος οὖν ἐν τῷ τετάρτῳ τῶν φυτικῶν (II. P. IV, 2, § 5) κάρυον αὐτὸ προσηγόρευσε, κάρυα δὲ λέγονται ὅλα τὰ ξυλῶδες λέπος ἔχοντα. Περσείης δ′ εἶπε τὸ ἀρχαῖον ἀπὸ τοῦ Θεοδοσιακοῦ Νικάνδρου μεταγεγραμμένον.

Τῶν ἄλλων ἱστορούντων τὴν περσείαν καταφυτεῦσαι τὸν Περσέα ἐν Αἰγύπτῳ ὡς καὶ Καλλίμαχος·

καὶ τριτάτη Περσῆος ἐπώνυμος, ἧς ὀρόδαμνον Αἰγύπτῳ κατέπηξεν·
ὁ Νίκανδρός φησιν ἐν Μυκήναις καταφυτευθῆναι. Γονόεντα Μεδούσης· ἐπειδὴ ὁ αὐχὴν τῆς Μεδούσης Γοργόνος ἀποτμηθεὶς ἐγέννησε τὸν Χρυσάορα καὶ τὸν Πήγασον ἵππον, ὡς Ἡσίοδος (Θεογ. 280 et 281)· ἐκ γὰρ τοῦ αἵματος αὐτῆς οὗτοι ἐγένοντο.