Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Μύκης κυρίως τὸ ἄκρον τοῦ ξίφους, τὸ κατακλεῖον τὴν θήκην Ἂλλως· ἀπὸ τοῦ μύκητος τοῦ ξίφους φησὶ πεσόντος ὠνομάσθαι τὰς Μυκήνας, τινὲς δ’ ἀφ’ ἡρωίδος Νύμφης, ἧς μέμνηται καὶ Ὅμηρος (Od. β 120)·

Τυρώ τ’ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·
Λάγγεια δὲ κρήνη τοῦ Ἄργους. Διὸς παιδὶ τῷ Περσεῖ· ζητῶν δὲ τὴν λαβὴν τοῦ ξίφους περιέτυχε τῇ πηγῇ.

Ἀκοσταῖς, πεφρυγμέναις κριθαῖς, βούλεται δὲ τὴν ἐκ κριθῆς πτισάνην λέγειν· ἀκοσταῖς οὐν ταῖς κριθαῖς παρὰ τὸ ἄκος ποιεῖν τοῖς νοσοῦσι πινομέναις, ὅθεν καὶ τὸ ἀκοστήσας, οἷον κριθιάσας, ἡ ἴαμα τῆς στάσεως εὑρών.

Γερραίης δὲ τῆς Ἀραβικῆς· Γέρρα γὰρ πόλις τῆς Ἀραβίας. Λιβάνοιο χύσιν, ἐπεὶ περίκειται τοῖς κλάδοις τὸ δάκρυον τῆς λιβάνου.

Καρύης δ’ οἱ μὲν τῆς καθ’ ἡμᾶς λεγομένης, οἱ δ’ ἄλλου τινὸς δένδρου ξυλολεπῆ φέροντος καρπόν· κάρυον δ’ ὁμωνύμως λέγεται καὶ τὸ δένδρον καὶ ὁ καρπὸς, ὥσπερ ἐλαία τό τε κότινον καὶ τὸ ἐσθιόμενον.

Πτελέης· ἀπὸ κοινοῦ τὸ δάκρυον· ὀσχοφόροι δὲ λέγονται Ἀθήνησι παῖδες ἀμφιθαλεῖς ἁμιλλώμενοι κατὰ φυλὰς, οἳ λαμβάνοντες κλήματα ἀμπέλου ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου ἔτρεχον εἰς τὸ τῆς Σκιράδος Ἀθηνᾶς ἱερὸν, νῦν δ’ ὁ Νίκανδρος ὄσχας λέγει τὰ τῆς πτελέας κλήματα. Ὂσχαι κυρίως οἱ κλάδοι τῆς ἀμπέλου, νῦν δὲ καταχρηστικῶς καὶ ἐπὶ τῆς πτελέας εἶπε τοὺς κλάδους ὄσχας. Κόμμι δὲ τὸ κομμίδιον· οὕτω γάρ ἐστιν ἡ σύστασις αὐτοῦ, ὡς κόμμεως.

Ὁ νοῦς οὗτος· ὅπως φησὶ τὰ μὲν ἐμέσῃ, τὰ δὲ πέψη, ἐκλυθεὶς

ἐν ἑψητοῖς ὕδασι, τουτέστι λουτροῖς· ὅτε γὰρ ὑγρανεῖ τὸ σῶμα ὁ ἱδρὼς, τουτέστι μετὰ τὸ ἱδρῶσαι αὐτὸν εἰς τὸ προμάλακτον, ἵνα εὐθέως ἐμβαίνῃ εἰς τὴν ἔμβασιν, καὶ χρονίσῃ, μέχρις ὅτου ἐκλυθῇ καὶ διαπέψῃ.

Κανθαρίδος· κανθαρίδες εἰσὶ τὰ κοπροφόρα καὶ σιτοφθόρα ζῶα οἱ λεγόμενοι κάνθαροι, ὧν ἡ μὲν ὀσμὴ ὁμοία ἐστὶ πίσσῃ χυτῇ, ὅ ἐστι τῷ ὑγροπίσσῳ, ἡ δὲ γεῦσις κεδρίσιν· μηδαμῶς οὖν φησιν ἐκεῖνο τὸ ποτὸν δέξαιο· τὰ ψήγματα δὲ τῆς κέδρου κεδρία λέγει κάρφη.

Ἀντὶ τοῦ ποτὲ μὲν δηγμὸν ποιοῦσιν ἐπὶ τῷ διύγρῳ ποτῷ ποθέντι τῷ χείλει, ποτὲ δὲ περὶ τὰ νείατα καὶ ἔσχατα τῆς γαστρὸς, τουτέστι περὶ τὸ στόμα αὐτῆς, ἤγουν περὶ τὸν στόμαχον· οἱ μὲν οὖν στόμαχον, ἄλλοι δὲ πύλην, ἄλλοι δὲ δοχεῖον βρωμάτων τὴν γαστέρα ὀνομάζουσιν· ἐκ δὲ τοῦ στόμια κατὰ συγκοπὴν γίνεται στόμα, ὡς μηρία μηρά.

Χόνδρος· τοῦ στομάχου ἔντερον, ὅθεν καὶ ὑποχόνδριά φαμεν, ἢ μέρος τοῦ θώρακος, μεθ’ ὁ τὰ ὑποχόνδρια· ἀπὸ κοινοῦ δὲ τὸ δάκνεται.

Ἄλη δέ φιν· τό φιν παρέλκει· περιφραστικῶς δ’ ἤθεα φωτὸς ἀντὶ τοῦ τὸν φῶτα, ὅ ἐστι τὸν ἄνδρα.

Οἷά τε δὴ γήρεια· οὕτω φέρεται αὐτῶν ἡ γνώμη, ὡς ἀκάνθης ἄνθος· γήρεια δὲ τὰ ἄνθη τὰ λευκὰ καὶ πολιοειδῆ, πάππος δ’ ὁ καυλὸς αὐτῶν, ἐξ οὑ θρύπτονται καὶ πίπτουσιν, ἢ αὐτὴ ἡ σύστασις.

Τούτῳ δέ φησι τῷ φαρμασσομένῳ σὺ τὸν γλήχωνα ταῖς ποταμίαις νύμφαις τεύξας κυκεῶνα (τουτέστι γλήχωνα μεθ’ ὕδατος· ἐμπληδήν δ’ ἀντὶ τοῦ πληρώσας) πόροις, ὅ ἐστι δίδου.

Νηστείρης Δηοῦς· ἰστέον, ὅτι τῆς Κόρης, ἤγουν τῆς Περσεφόνης, ἁρπαγείσης ὑπὸ τοῦ Πλούτωνος ἡ μήτηρ αὐτῆς ἡ Δηὼ περιήρχετο νῆστις ζητοῦσα αὐτήν, ὑπεδέχθη δ’ ἐν τοῖς οἴκοις τοῦ Ἱπποθόωντος, ὃς ἦν υἱὸς τοῦ Ποσειδώνος ἐξ Ἀλόπης τῆς Κερκυόνος, ὑπὸ τῆς γυναικὸς αὐτοῦ Μετανείρας, ἥτις Μετάνειρα παρέθηκεν αὐτῇ τράπεζαν καὶ ἐκέρασεν αὐτῇ οἶνον ἐπὶ τῇ θλίψει, ἡ δὲ θεὸς οὐκ ἐδέξατο, λέγουσα μὴ θεμιτὸν εἶναι πιεῖν αὐτῇ οἶνον ἐπὶ τῇ θλίψει τῆς θυγατρὸς, ἀλφίτων δ’ αὐτὴν κυκεῶνα ἐκέλευσε κατασκευάσαι, ὃν δεξαμένη ἔπιεν· Ἰάμβη δέ τις δούλη τῆς Μετανείρας ἀθυμοῦσαν τὴν θεὸν ὁρῶσα γελοιώδεις λόγους καὶ σκώμματά τινα πρὸς τὸ γελάσαι τὴν θεὸν ἔλεγεν· ἦσαν δὲ τὰ ῥηθέντα ὑπ’ αὐτῆς ἰαμβικῷ μέτρῳ ῥυθμισθέντα, ὅπερ αὐτὴ πρῶτον εἶπεν, ἐξ ἧς καὶ τὴν προσηγορίαν ἔλαβον ἴαμβοι λέγεσθαι· Ἰάμβη δὲ θυγάτηρ Ἠχοῦς καὶ Πανὸς, Θρᾷσσα δὲ τὸ γένος. Μορόεν δὲ ποτόν, τὸ ἐν κακοπαθείᾳ δοθέν· ὅτι δὲ διὰ γλήχωνος ἔπιεν ἡ Δημήτηρ τὸν κυκεῶνα καὶ διὰ τὴν χλεύην τῆς Ἰάμβης ἐγέλασεν ἡ θεὰ, ἐν τοῖς εἰς Ὅμηρον ἀναφερομένοις ὕμνοις λέγεται (Hymm. in Cer. 192 sqq.).

Ἀθύροισιν· υπὸ τοῖς παγνιώδεσι λόγοις τῆς Θρᾳκικῆς Ἰάμβης, καὶ τὰ ἑξῆς.

Ἐυτροχάλοιο δὲ λίνου· τουτέστι τὴν κεφαλὴν ἑψηθεῖσαν σπέρματι λίνου ἤτοι τῷ λινοσπέρμῳ καλουμένῳ· γράφεται καὶ εὐτροχάλοιο λίνοιο. Μορόεν ἢ τὸ μετὰ πόνου γινόμενον καὶ ἑψόμενον, ἢ μορίδιον ἀντὶ τοῦ αἲσιμον, ὅ ἄν τις ἐπὶ τοῦ συμφέροντος ἐκδέξαιτο, ἢ τὸ ἁρμόζον τῷ πάθει. Ὅμηρος (Od. η 227 et ν 48)·

ἐπεὶ κατὰ μοῖραν ἔειπεν.

Χιμαίρας, αἰγάγρου.

Εἰς δ’ ἔμετον· ἀντὶ τοῦ ἕως ἐμἐσῃς κορέσθητι, τὰ δὲ φάρμακα ἀθρόα κάτωθεν ἀναβάλλοις ἐμματέων, τοὺς δακτύλους καθιεὶς διὰ τοῦ στόματος εἰς τὴν φάρυγγα· ἐμμάττειν γάρ ἐστι τὸ καθιέναι τοὺς δακτύλους εἰς κοῖλον τόπον. Ὅμηρος (Il. υ 425)·

ἐγγὺς ἀνὴρ, ὅς ἐμόν γε μάλιστ’ ἐπεμάσσατο θυμόν,
τουτέστι καθήψατο τῆς ψυχῆς, καὶ οἷον ἐνέβαλλεν εἰς αὐτὴν χεῖρα. Ἄλλως· ἐμματεῖν ἐστι τὸ εἴς τι καθιέναι καὶ ἅπτεσθαί τινων· βούλεται ουν δηλοῦν τὸ καθιέντα τοὺς δακτύλους ἐμεῖν βιάζεσθαι, ἔτι τοῦ ληφθέντος ἐν τῇ κοιλίᾳ παρακειμένου καὶ μήπω διὰ τῆς πύλης ὡρμηκότος πρὸς ἀνάδοσιν· τότε γὰρ μετ’ αὐτῆς τῆς τροφῆς συνανενεχθήσεται καὶ τὸ φάρμακον. Μεμιασμένα δὲ δόρπα ἀντὶ τοῦ ἄπεπτα καὶ ῥυπαρά· καὶ μεμιασμένα τὰ δόρπα τοῖς ἰοβόλοις φαρμάκοις ἐν τῇ πύλῃ τῆς γαστρὸς ἀναβάλλοις, καθιεὶς τοὺς δακτύλους.

Νεωστὶ ἀμελχθὲν γάλα βαλὼν ἐν ἐργαλείῳ δὸς ἔνεμά φησι διὰ τῆς ἔδρας, ὅπως ὑπάρδῃς τὴν γαστέρα· ἀφόρδια γὰρ τὰ ἀφοδεύματα, οἱονεὶ τὰ ἄποθεν τῆς ὀδοῦ, ὥσπερ καὶ ἀποπατήματα τὰ ἄποθεν τοῦ πάτου, ἤγουν τῆς ὀδοῦ. Ὅμηρος (Il. ζ 202)·

πάτον ἀνθρώπων ἀλεείνων.

Κόψαι κελεύει κλήματα ἀμπέλου χλωρὰ σὺν τοῖς φύλλοις καὶ ἐν γλεύκει ἢ μέλιτι ἑψήσαντα δοῦναι πιεῖν· τοῦτο γὰρ παραδεκτέον.

Ψαφαρῆς δὲ ῥίζια γαίης· τῆς πετρώδους καὶ ὀρεινῆς γῆς· ἐν τοιαύτῃ γὰρ γῇ ἡ βοτάνη γίνεται.