Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

θέρων δὲ ἀντὶ τοῦ ἰώμενος τὸ τοῦ Ἰφικλέος ἕλκος, ὅπερ πέπονθε χρανθεὶς τῷ αἵματι τῆς ὕδρας, ὅτε αὐτὴν σὺν τῷ ἀδελφῷ Ἡρακλεῖ ἔκαιεν. Ἡρακλέους γὰρ τὴν ὕδραν ἀναιροῦντος ὁ ἀδελφὸς αὐτοῦ ὁ Ἰφικλῆς πληγεὶς ὑπ’ αὐτῆς ἐθεραπεύθη ὑπ’ Ἀσκληπιοῦ. Ἤ Ἰφικλέος ἔρνος, ἵν’ ᾖ λέγων τὸν Ἰόλαον πεπλῆχθαι ὑπ’ αὐτῆς, ὅπερ ἄμεινον. Ἰδίως δὲ ταῦτα ἱστορεῖ Νίκανδρος. οὐ γὰρ Ἰφικλῆς ἀλλ’ ὁ τούτου παῖς ὁ Ἰόλαος συνεστράτευσεν Ἡρακλεῖ ἐπὶ τὴν ὕδραν.

σκύλακας δὲ καταχρηστικῶς τὰ τέκνα τῆς γαλῆς. λαιδρὴν δὲ τὴν εὐκίνητον καὶ ἀναιδῆ καὶ θρασεῖαν καὶ ἁρπακτικήν.

πρόσπαιον δὲ πρόσφατον. ἀποσκύλαιο δέ, ἤγουν ἐκδείρειας. λάχνην δὲ τὸ δέρμα.

καρφαλέου τουτέστι ξηροῦ ἢ ξηροποιοῦ.

καθύπερθε: ἤτοι ὑπεράνω τῆς ἀυτμῆς τοῦ καταξήρου πυρὸς τοῦ σελάοντος, ἤγουν ἀναπτομένου. φύσει γὰρ τὸ πῦρ κατάξηρον καὶ θερμὸν κατὰ τὴν ἰδίαν φύσιν.

καὶ αφόρδια γαστρός: ἤτοι πάντα τὰ ἔντερα γαλῆς λαβὼν καὶ τὰ σκύβαλα ῥῖψον ἔξω, αὐτὴν δὲ τὴν γαλῆν φύρσον, τουτέστι ταρίχευσον, καὶ πάσον ἅλατι καὶ ἐν σκιαῖς ξήρανον. τοῦτο γὰρ δηλοῖ τὸ ἠελίοιο δίχα, ἵν’ ᾖ σκιόψυκτον, ἵνα μὴ ἡ πιότης, ἤγουν τὸ ὑγρόν, ξηρανθῇ.

σκίναρ δὲ γέννημα παρὰ τὸ σκιρτᾶν, ἢ τὸ σῶμα καὶ σκήνωμα.

μήτι ἐνισκήλῃ νεαρόν: τουτέστι μὴ ξηράνῃ τὸ σῶμα τῆς γαλῆς ὁ ἥλιος προσελθὼν καὶ προσπεσὼν ὀξύς. δυσωδία γὰρ πεῥιέσται,

ἣ τὴν ἰκμάδα ἀπόλλυσι. ὁ νοῦς ἅπας οὕτως, γαλῆς τέκνα ἢ αὐτὴν τὴν μητέρα ἀγρεύσας κτεῖνον καὶ ἐν πυρὶ τὰς τρίχας αὐτῆς καῦσον ἐκβαλὼν πάντα τὰ ἔγκατα αὐτῆς καὶ ἁλίσας ξήρανον ἐν σκιᾷ καί, ὁπότε χρῄζεις, λαβὼν μάχαιραν τὰ μὲν ὀστέα ἀφελὼν ῥῖψον, τὸ δὲ σῶμα τρίψας μετὰ οἴνου δὸς πιεῖν μετὰ σιλφίου ἢ ξηροῦ γάλακτος στροφάλιγγος, ὃ βέλτιον. Ἄλλως. λαβὼν τὴν γαλῆν ἔκδειρον αὐτὴν καὶ ξηράνας εἰς ὅλμον κόπτε συντόμως σὺν δυσὶ δραχμαῖς ἀριστολοχείας καὶ ἀπ’ αὐτοῦ τεσσάρων δραχμῶν ὁλκὸν στήσας δὸς μετὰ οἴνου πιεῖν πλήσας ποτήριον. Ἄλλως. γράφεται μὴ σύγ’ ἐνὶ σκύλῃ, ἤτοι μὴ σύγε, φησί, νεωστὶ τὸ σῶμα ξηράνας τῆς γαλῆς κατέργασο, ἀλλ’ ὁπόταν δι’ ἀνάγκην χρείαν αὐτῆς ἔχῃς.

τὸ δὲ ἀλλ’ ὁπόταν χρειώ σε, ἀλλ’ ὁπόταν ἡ χρεία σε καταλαμβάνῃ καὶ κατεπείγῃ κάμνοντα ὑπὸ τῆς ἀλγηδόνος, ἀνάσωχε τῇ κνηστίδι, τουτέστι διάκοπτε εἰς μικρὰ τῇ μαχαίρᾳ τὸ σκελέτευμα, ἤτοι τὸ ἐσκληκὸς τῆς γαλῆς, καθάπερ τὸ καλούμενον σίλφιον ἢ τύρου στροφάλιγγα.

ἀφαυρὸν δέ φησι τὸ σίλφιον, παρόσον χαῦνον καὶ οὐ στρυφνόν.

στροφάλιγγα δὲ ἣν ἡμεῖς τροφαλίδα λέγομεν, οἷον τυροῦ τροχόν.

ἐπικνήθων δὲ οἱονεὶ ἐπιτρίβων διάλυε ὡς σίλφιον ἢ τυρόν. προφερέστατον δέ, τῶν ἄλλων δηλονότι ὧν ἄνωθεν εἴρηκεν.

Εἰναλίου χέλυος: ἄλλη δύναμις. πυνθάνου δέ, φησι, καὶ ἄκουε τὴν ἐκ τῆς θαλασσίας χέλυος ἐπικρατοῦσαν βοήθειαν, ἥτις ἀλέξημα γίνεται τῷ τῶν ἑρπετῶν δήγματι. κρατέουσαν δὲ θεραπευτικήν.

ὅσα φῶτας: τοῦ δήγματος τῶν δολιχῶν, ὅσα τοὺς ἐπιπόνους καὶ ἀνιαροὺς ἀνθρώπους βλάπτουσιν.

ἤτοι ὅταν: ὁ νοῦς ἅπας οὕτως, ὅταν ἐπὶ τῆς χέρσου τις ἀπὸ τῆς θαλάσσης ἐκβάλῃ χέλυν, ἀνάστρεψον αὐτὴν ὑπτίαν καὶ μαχαίρᾳ κεντήσας δέξαι τὸ αἷμα αὐτῆς εἰς νέον καὶ ἄθικτον κέραμον καὶ τούτου τὸ ὑδατῶδες ἀνιμησάμενος ἔκχεε, τὸ δὲ καθαρὸν αἷμα ξήρανον καὶ ἀπ’ αὐτοῦ ὡσεὶ τεσσάρων δραχμῶν τὸ βάρος ἔχον μίσγε μετὰ ἀγριοκυμίνου δύο δραχμῶν καὶ λαγωοῦ πυτίας δύο δραχμῶν καὶ τοῦτο λειάνας ψῦξον καὶ ἀπ’ αὐτοῦ δραχμῆς τὸ βάρος κόψας δὸς πιεῖν μετὰ οἴνου.

Βροτόλοιγον: ὅταν τὴν βροτόλοιγον χελώνην ὑπὲρ τῶν αἰγιαλῶν τοῦ πόντου ἐξέλκωσιν οἱ ἀσπαλιεῖς, ἤγουν οἱ ἁλιεῖς, ταύτην ἀνατυπώσας, τουτέστιν ὑπτίαν ποιήσας καὶ ἀναστρέψας ἐπὶ νῶτον, τὴν κεφαλὴν αὐτῆς ἀπόκοψον χαλκῇ μαχαίρᾳ.

ἀπὸ θυμὸν ουν ἀράξαι ἀντὶ τοῦ φόνευσον.

μαύλιδι μαχαίρᾳ. βλοσυρόν, μέλαν, κακόν.

κεράμῳ δὲ πίθῳ. νεοκμῆτι δὲ καινῷ ἐκ καμίνου. πελιδνὸν δ’ ἤγουν μέλανα.

Οὐρὸν ἀπηθῆσαι: καὶ γὰρ οὐρὸς λέγεται ἡ ὑποστάθμη, ἤγουν τὸ ὑδατῶδες τοῦ πεπηγότος γάλακτος· νῦν δὲ ἐπὶ τοῦ αἵματος,ἤγουν τὸ λεπτὸν καὶ ἄποιον. ἡ δὲ σύνταξις οὕτως, τὸν πελιδνὸν οὐρόν, ἤτοι τὸ πλαδάον, ἤγουν ὑγρόν, ἀπηθῆσαι, τουτέστι διυλίσαι ἐν λαεργέι μάκτρῃ, ὅ ἐστι λιθίνῃ θυίᾳ καὶ ἴγδῃ. πελιδνὸν δὲ τὸν μέλανα καὶ σεσηπότα καὶ ἰχωρώδη.

ἧς ἐπὶ δὴ τέρσαιο: ἤτοι ἐφ’ ἧς δὴ μάκτρας καταξήρανον τὸ αἷμα ἐκχέας τὸν ὀρρὸν καὶ αὐτὸ τὸ διατριφθὲν καὶ διακλασθὲν διὰ τὸ θρομβῶδες αἷμα συντρίψας καὶ λειώσας τεσσάρων δραχμῶν βάρος. Ἄλλως. ἐπειδὰν τὸ αἷμα τῆς χελώνης ξηρὸν ᾖ, κλάσμα τι καὶ μέρος ἀφελὼν ὡς τετράδραχμον εἶναι μίγνυε μετὰ τῶν ἄλλων εἰδῶν καὶ τῷ βλαβέντι δίδου ἐν οἴνῳ πιεῖν δραχμήν. ἐν δὲ κυμίνου δοιάς, καὶ ἐκ ταμίσου λαγωοῦ τετάρτην μοῖραν. ἡ μὲν φράσις καὶ ὁ νοῦς τῆν διὰ τοῦ ἦτα γραφὴν ἀπαιτεῖ, τὸ δὲ μέτρον τὴν δια τοῦ ἰῶτα, ἵν’ ἐπὶ τῆς ταμίσου εἴρηται οὕτως. ὁ δὲ νοῦς, μίγνυε καὶ ἀγριοκυμίνου δύο δραχμὰς καὶ ἐκ θαμίσου λαγωοῦ τετάρτην μοῖραν δραχμῆς. Ἄλλως. τετράμοιρόν φησι βρῖθος καταβάλλειν ταῖς δυσὶ δραχμαῖς τοῦ ἀγριοκυμίνου.