Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

ἤικται δέ, ἤγουν ὅμοιός ἐστι σκολύμῳ, ὅ ἐστιν εἶδος φυτοῦ, οὗ καὶ Ἡσίοδος μέμνηται (Ο. et D. 582)

ἦμος δὲ σκόλυμός τ’ ἀνθεῖ.
τροχέην δὲ χαίτην, τὴν περιφερῆ· ἔστι γὰρ τὰ φύλλα τοῦ χαμαιλέου
τοιαῦτα, ὅμοια ὀριγάνῳ. τὴν δὲ τοιαύτην σκιάδειον καλοῦσι.

σκαιοῖς δὲ σκιεροῖς, ἀνηλίοις, κοίλοις, σκιὰν ἀποτελοῦσι.

πε πεδόεσσα μολοβρή: ἤτοι καμαιπετής, χαμηλή· διὸ καὶ μολοβρὴν εἶπεν. μολοβρὴ δὲ οἱονεὶ μολιβοειδής, ἢ μόλις αὐξανομένη, ἢ ταπεινὴ ἀπὸ μεταφορᾶς τῶν ταπεινῶν τῶν ἐπὶ τὴν βορὰν μολούντων.

ἀπὸ φάρσος: καὶ γὰρ τὸ φάρσος κλωνάριόν ἐστιν· ἢ τὸ ἐκτὸς τῆς ῥίζης φλοιῶδες, ἢ μερίδα.

ἄλλην δ’ ἀλκιβίοιο: τουτέστιν ἄλλην βοτάνην, ἄλλο εἶδος οἱονεὶ ἄλλο ἀλκίβιον. φερ φερώνυμον δὲ αὐτὸ εἶπε διότι ἀλκεῖ, ἤγουν βοηθεῖ τῇ δυνάμει τῷ χρωμένῳ αὐτῇ εἰς ἀλεξητήριον.

Φαλακραίοισι: Φάλακρα ἀκρωτήριον τῆς Τροίας. ἢ τῆς ἐν Τροίᾳ παρακειμένης Ἴδης, ἐπεὶ καὶ τέσσαρές εἰσιν ἄκραι, ὧν τὰ ὀνόματα Λέκτον Πέργαμον Φάλακρα καὶ Ἴδη. ἐπακτήρ, φησι, ταῖς Ἀμυκλαίαις σκύλαξι κελεύων τὸν κνυζηθμὸν τοῦ κυνὸς τοῦ θυμολέοντος ὅλον ἐφώρμησεν, τουτέστιν αὐτὸν τὸν κύνα καὶ ὅλην αὐτοῦ τὴν ἰσχὺν καὶ προθυμίαν. Ἄλλως.

κνυζηθμόν: λείπει ἡ διά, ἤτοι διὰ κνυζηθμὸν κυνὸς εὗρε τὴν βοτάνην ὁ ἐπακτήρ. Θυμολέοντος δὲ τοῦ κυνὸς ἐπίθετον.

καὶ τὸ ὅστε ἀντὶ τοῦ ὅστις ὁ κύων. μεταλλεύων, ἤτοι ζητῶν.

ἵππου δέ, τοῦ δουρείου δῆλόν ἐστι, λειμῶνές τινες ἐν Τροίᾳ. Κρύμνης: ὁμοίως δὲ Κρύμνη καὶ Γράσος πεδία εἰσὶ Τροίας.

ἐν στίβῳ: ἤτοι ἐν τῇ βάσει. γράφεται γὰρ καὶ ἐν τρίβῳ ὕλης.

κανθὸν δὲ εἶπε τὸ κάτω τῆς ῥινὸς μέρος, ἤγουν τὸ ῥάμφος. καὶ τοῦ κανθοῦ τὸ μὲν πρὸς τὴν ῥῖνα μέρος ῥαντὴρ λέγεται, ὅτι ῥαίνεται τοῖς δάκρυσι, τὸ δὲ ἕτερον παρώτιον.

λάζεο: γράφεται καὶ ἆσαι, οἱονεὶ χορτάσαι, κορεσθῆναι, ἐμπλησθῆναι. ἀπαρέμφατον δέ ἐστιν ἀντὶ προστακτικοῦ. Ἆσαι δ’ ἔγχλοα φλοιὸν ἐλαιήεντα κρότωνος: ἀντὶ τοῦ ἐλαιώδη ἢ Ἰταλικόν. Ἐλέα γὰρ πόλις ἐν Ἰταλίᾳ. κρότων δὲ εἶδος φυτοῦ

ὅμοιον πεύκῃ.

συμμίγδην δὲ ἀντὶ τοῦ συμμεμιγμένως τοῖς φύλλοις τοῦ μελισσοφύτου.

Κρότωνος: εἴρηται τὸν φλοιὸν ἢ αὐτὴν τὴν ῥίζαν μετὰ τῶν φύλλων τῆς δασείας μελισσοφύτου. ἢ σκορπίουρον τὴν λεγομένην ἰσχύουσάν τε καὶ ἡλιοτρόπιον λευκὰ φύλλα ἔχουσαν ἐλαίας ἐοικότα πετάλοις· καὶ ῥίζαν κοτυληδόνος τὴν ἰωμένην τὰ ἀπὸ κρυμοῦ γινόμενα τῶν ποδῶν ὑποκαύματα καὶ τῆς πυρίτιδος χλωρὰ φύλλα καὶ τοῦ σκολοπένδρου τὸν καυλὸν ἢ πανάκειον. σκορπίουρος δὲ βοτάνη καλεῖται, ἐπειδὴ ἡ ῥίζα αὐτῆς παρεμφερής ἐστι τῷ τοῦ ζῴου κέντρῳ ἀθερώδης οὖσα· ἔοικε δὲ τῇ τῆς κοτυληδόνος. οἱ δὲ κλάδοι αὐτῆς ἀειθαλεῖς λευκὰ φύλλα ἔχοντες, ὡς ἡ ἐλαία, εἰς ὕψος ἀνατείνοντα, ὅμοιοι ὄντες τοῖς ἀεὶ χλοάζουσι τῆς μολοθούρου. αὕτη φύεται ἐν ψαφαρᾷ γῇ ἢ ὀρεινῇ καὶ κρημνώδει. ἡλιοτρόπιος δὲ διὰ τὸ πρὸς ἥλιον ἀεὶ στρέφεσθαι, ὥσπερ καὶ ἡ ἀνεμώνη. ἰσχύουσα δέ, ὅτι τὸ ἐν Αἰγύπτῳ αὐτῆς φυτὸν ἀκανθῶδες τοιαύτην ἔχει δύναμιν. ὅταν γὰρ αὐτῆς ἅψηταί τις, μαραίνονται αὐτῆς τὰ φύλλα· ἐπειδὰν δὲ αὐτὴν ἐάσῃ, πάλιν ἀναθάλλουσιν.

Ἠὲ καὶ ἠελίοιο τροπαῖς: τὸ ἡλιοτρόπιόν φησι τὸ πρὸς τὰς τροπὰς τοῦ ἡλίου τρεπόμενον. ἐν γὰρ τῷ ἡλιοτροπίῳ καὶ αὐτοῦ τὰ φύλλα τρέπεται.

Τεκμαίρει δὲ ἤγουν σημαίνει, φαίνει, δεικνύει· ἴσον πετάλοισι: καὶ αὐτὴ γὰρ ἡ ἐλαία τὰ γλαυκὰ τῶν φύλλων ἄνω ἔχει ἐν θέρους ὥρᾳ, τὰ δὲ μέλανα χειμῶνος.

ἡ δὲ κοτυληδὼν εἶδος φυτοῦ ὅμοιον κυμβάλῳ ἐν θριγκοῖς φυόμενον. ἐὰν δέ τις φάγῃ κοτυληδόνα ἔχων χίμετλα ἐν ποσίν, εὐθὺς παύονται. Ἄλλως. Κρατεύας ἐν τῷ Ῥιζοτομικῷ προστίθεται ὅτι πρόβατα ἄρνα εἰ μὴ στέργοι, ἐάν τις κοτυληδόνα τρίψας μεθ’ ὕδατος δῷ, στέργοι. Διήφυσε δὲ ἀντὶ τοῦ ἰάσατο, ἐθεράπευσε.

βλωθροῖο: ἤτοι πύρεθρον οὕτω καλούμενον λέγεται.

ἔστι δὲ δριμὺ κατὰ γεῦσιν· διὸ καὶ οὕτως ὠνόμασται. μνημονεύει δὲ τῆς βοτάνης ταύτης καὶ Ἰόλαος λέγων αὐτὴν χρησιμεύειν. ἔστι δὲ καὶ ἑτέρα πυρῖτις βοτάνη, ἣν πρὸς παντός φησι θηρίου δῆξιν ἀγαθὴν εἶναι, ὥς φησι καὶ Ἀριστεύας.

σκολοπενδρείοιο: σκολοπένδρειος δὲ βοτάνη ἐστίν, ὡς ἐν τῷ ἐπιγραφομένῳ Νάρθηκι ὁ Ἀνδρέας εἶπεν. ἔοικε δὲ τὸ πέταλον σκολοπένδρᾳ τῷ θηρίῳ. στυπτικὸν δέ ἐστι καὶ βοηθεῖ τοῖς θηριοδήκτοις.

πάνακες: καὶ γὰρ τὸ πάνακες Φλεγυήιον τὸ παιανικὸν εἶδος τοῦ φυτοῦ. Φλεγυαῖον δὲ τὸ ἐν Φλεγύαις, ἔθνει τῆς Φωκίδος, φυόμενον. Φλεγύαι γὰρ ἔθνος Φωκίδος παρὰ Δελφοῖς ᾤκησαν. ἢ ἐπεὶ οἱ Δελφοὶ Ἀπόλλωνος ἱερὸν Φλεγυήιον ἱδρύσαντο· ἢ ἐπεὶ ὁ Ἀσκληπιὸς ἰατρεῦσαι λέγεται ἐν Δελφοῖς. ὁ γὰρ Ἀσκληπιὸς Κορωνίδος ἦν υἱὸς τῆς Φλεγύου θυγατρός.

Μέλανος ποταμοῦ: καὶ γὰρ Μέλας ποταμὸς Βοιωτίας.