Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

πανακαρπέα θάμνον: γράφεται καὶ περιθαλπέα, ἤτοι τὸν ἁπαλόν. ἔστι δὲ νέον καὶ πάντη ἄκαρπον· οὐδέπω γὰρ ὁ τοιοῦτός ἐστι καρποφόρος. ἢ πάντως ἄκαρπον· ἄκαρπος γὰρ ἡ μυρίκη, καὶ ταύτῃ ἐνομοθέτησεν ὁ Ἀπόλλων τοὺς μάντεις μαντεύεσθαι.

μάντιν’ ἐνὶ ζωοῖσι: τὸν θάμνον τῆς μυρίκης ἐπίσημον μάντιν φησί. Μάγοι γὰρ καὶ Σκύθαι μυρικίνῳ μαντεύονται. Δίνων δὲ καὶ ἐν τῷ πρώτῳ τῆς τρίτης συντάξεως καὶ τοὺς μάντεις φησὶ Μήδους ῥάβδοις μαντεύεσθαι. Ἡρόδοτος δὲ ἐν τῇ τετάρτῃ καὶ ἐν πολλοῖς Σκύθας παρήγαγεν τόποις καὶ ἐν τῇ Εὐρώπῃ παρήγαγέ τινας διὰ μυρίκης μαντευομένους (IIII 67 sqq.). καὶ ἐν Λέσβῳ δὲ ὁ Ἀπόλλων μυρίκης κλάδους ἔχει· ὅθεν καὶ μυρικαῖος καλεῖται. καὶ Ἀλκαῖός φησιν ἐν τοῖς περὶ Ἀρχεανακτίδην καὶ τὸν πρὸς Ἐρυθραῖον πόλεμον φανῆναι τὸν Ἀπόλλωνα καθ’ ὕπνον ἔχοντα μυρίκης κλῶνα. καὶ Μητρόδωρος ἐν τῷ περὶ συνηθείας ἀρχαιότατον εἶναί φησι φυτὸν τὴν μυρίκην καὶ τοὺς Αἰγυπτίους ἐν τῇ τοῦ Διὸς πομπῇ ἐστεφανῶσθαι μυρίκῃ καὶ παρὰ Μήδοις τοὺς Μάγους.

Κοροπαῖος: τινὲς Θεσσαλικός. Κορόπη γὰρ πόλις Θεσσαλίας. γράφεται καὶ Ὀρόπειος. Ὀρόπεια γὰρ πόλις Βοιωτίας, ὅπου διασημότατον ἱερὸν Ἀπόλλωνος.

τὸ δὲ μὶξ κονυζῆεν ἀντὶ τοῦ μεμιγμένως τὸ φυτὸν τῆς κονύζης, ἤτοι τὴν κόνυζαν τὴν ἔγχλοον.

ἠδὲ καὶ ἀκτῆς: Θεόφραστος ἐν τῷ περὶ φυτῶν (III 13, 2 4) τὴν ἀκτὴν θαμνῶδες φυτόν φησιν εἶναι, ἔχειν δὲ ῥάβδους πήχεων ἕξ.

σαμψύχου κύτισόν τε ἕως τοῦ τιθυμάλλους. Ἀμφίλοχος ἐν τῷ περὶ κυτίσου φυτόν φησιν ὠφέλιμον εἶναι τοῖς θρέμμασιν,

ὅτι πλῆθος γάλακτος ποιεῖ. Μικίων δὲ ἐν τῷ περὶ ῥιζοτομικῶν καὶ Κρατεύας τρία εἶναί φασιν εἴδη, καλεῖσθαι δὲ τὸ μὲν πρῶτον ἄρσεν, ὑπό τινων δὲ κώβιον, εἶναι δὲ θαμνίσκον ἔχοντα ῥάβδους ἐρυθράς, τὸ δὲ δεύτερον μυρτίτην, τὸ δὲ τρίτον θυμαλίδα. εὐγλαγέας δὲ αὐτάς φησιν ἀντὶ τοῦ πολὺν ὀπὸν ἐχούσας ἢ γαλακτώδεις, ἤγουν πληθυνούσας τὸ γάλα.

σκαφίδεσσι δὲ δοχαίαις ἀντὶ τοῦ ἀγγείοις δεκτικοῖς· Ὅμηρος (Od. Ι 223)

γαυλοί τε σκαφίδες τε.

φαρμάσσων μέθυ κεῖνο: τὸν οἶνον. τὴν δεκάτην μοῖραν τοῦ χοὸς ἔμβαλε εἰς τὰ εἰρημένα. Ἄλλως. χοὸς δεκάτῃ ἀντὶ τοῦ δέκατον μέρος τοῦ χοός, ἤγουν τὴν κοτύλην καὶ πλέον.

Γέρυνες, ἤγουν τὰ γεννήματα τῶν βατράχων, ἤτοι οἱ μικροὶ καὶ ἀδιάπλαστοι βάτραχοι. φησὶ δὲ βατράχους ζῶντας ἕψησον μετὰ οἴνου ἢ ὄξους ἢ ὕδατος καὶ πίε.

πολλάκι δ’ ἧπαρ: τρεῖς εἶναί φησι θεραπείας, μίαν μὲν τῶν βατράχων ἑψηθέντων, ἑτέραν δὲ τοῦ ἥπατος μετὰ Κερκυραίου οἴνου, ἄλλην τῆς κεφαλῆς ἢ ἐν οἴνῳ ἢ ἐν ὕδατι. ἐνὶ σχεδίῃ δὲ ἤτοι ἐν τῷ τυχόντι ἢ Αἰγυπτίῳ. Σχεδία γὰρ πόλις Αἰγύπτου. Δημήτριος δὲ γράφει ἐνὶ Σχερίῃ καὶ ἀκούει τὸν Κερκυραῖον οἶνον. ἔστι γὰρ πεπηγώς, ὡς Ἀγαθοκλῆς ἐν τῷ περὶ διαίτης. ἔνιοι δὲ ἐνὶ Σχεδίῃ ἀντὶ τοῦ Αἰγυπτίῳ. ἔστι γὰρ πόλις Αἰγύπτου πλησίον τῆς Χαιρέου

ἢ αὐτοῦ σίνταο: καὶ γὰρ περὶ τοῦ ἔχιός φησι. τούτου γὰρ ἡ κεφαλὴ ἑψηθεῖσα μετὰ οἴνου ὠφελεῖ.

ἐμπισθὲν δὲ ἤγουν ποτισθέν, ποθέν.

ἑλιχρύσοιο: τὸ ἑλίχρυσον ἄνθος ἐστίν, οὗ μέμνηται καὶ Θεόκριτος (1, 30). πολυδευκέος δὲ τοῦ γλυκέος, τοῦ ἡδυτάτου. δεῦκος γὰρ τὸ γλυκὺ παρ’ Αἰτωλοῖς, ὅθεν ἀδευκὴς ὁ πικρός. ἄνθην δὲ θηλυκῶς εἶπε τὸ ἄνθος.

κόρκορον: εἶδος βοτάνης ἐστὶν ἢ λαχάνου εὐτελοῦς· ὅθεν καὶ παροιμία “καὶ κόρκορος ἐν λαχάνοις”. ἔστι δὲ ἀεὶ κατακλινόμενον· ὅθεν καὶ μυόεν αὐτὸ εἶπεν, οἷον μεμυκότα φύλλα ἔχον. Ἄλλως. καὶ Ἡσίοδος (O. et D. 508)

μέμυκε δὲ γαῖα καὶ ὕλη.
πάντα γὰρ τῷ χειμῶνι συνεσταλμένα εἰσὶ καὶ ἠσφαλισμένα.

Πανάκτειόν τε: τὴν ὁμοίαν πεκτείῳ. φησὶν Διοκλῆς τὴν κονίλην ὑφ’ ὧν μὲν ἡράκλειον καλεῖσθαι καὶ ὀρίγανον, ὑφ’ ὧν δὲ ἀγρίαν ὀρίγανον καὶ πάνακες. φησὶ Πέτριχος ἐν τῷ Ὀφιακῷ ὅτι Κόνιλος εὑρὲ τὴν βοτάνην. τινὲς δὲ πανάκειαν κατὰ ἀφαίρεσιν τοῦ τ τὴν πάντα ἰωμένην. δόναται δὲ καὶ πανάκτειον λέγεσθαι, ἤγουν ἐπὶ πάσῃ ἀκτῇ φυομένη. Ἄλλως. πανάκτειος καὶ κονίλη ταὐτό ἐστι, ταυτὸ ὃ καὶ ἡράκλειόν φασι καὶ ὀρίγανον.

Σὖν καὶ ὄνου: οὕτω λεγόμενον ἀντὶ τοῦ ὀνόφυλλον.

στρομβεῖα δὲ ψώχοιο ἀντὶ τοῦ περιφερῆ καρπὸν λείωσον. καὶ τὸ κακῆς ἐμφόρβια νούσου οἱονεὶ δαπανπικὰ τῆς νόσου, δι’ ὡν ἡ νόσος ἐσθίεται, ἤτοι θεραπεύεται.

ἄγρει μήν: ἀντὶ τοῦ ἄγε μὴν ταῖς μικραῖς μηκωνίσι τὴν ὁμοίαν ῥάμνον κατὰ τὸ μέγεθος, τουτέστιν οὕτω μικρὸν κλάδον ῥάμνου. ῥάμνος δὲ φυτὸν ἀκανθῶδες.

ἐρσομένην ἤγουν βρεχομένην, δροσιζομένην, αὐξανομένην.

φιλέταιριν δέ, σημειωτέον ὅτι τὸ ἀκανθῶδες φυτὸν, ἡ ῥάμνος, παρὰ Μυσοῖς καὶ Λυδοῖς φιλέταιρις ὀνομάζεται.

Τμῶλος δὲ ὄρος Λυδίας.