Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

μέθυος δὲ πολιοῦ ἀντὶ τοῦ παλαιοῦ ἢ λευκοῦ.

ἡ χραίσμη δέ, ὅ ἐστιν ἡ βοήθεια.

ἄρκευθος: καὶ γὰρ ἄρκευθος καλεῖται ὁ καρπὸς τῆς κέδρου. ἔστι δὲ καὶ εἶδος βοτάνης.

θερειλεχέος: ἐπεὶ πλατέα ἔχει τὰ φύλλα, ὥστε δύνασθαι ὑπ’ αὐτῶν σκεπάζεσθαι θέρους ὄντος. τὸν δὲ καρπὸν τῆς πλατάνου σφαιρία τινὰ τραχέα φησὶν εἶναι. ὁ δὲ τῆς κέδρου καρπὸς ἄρκευθος καλεῖται, ἐπεὶ καὶ αὐτὸ τὸ δένδρον ἄρκευθον καλοῦσιν. Ἄλλως. θερειλεχέος: ἤτοι σκιώδους ἢ παρὰ τὸ ἐν θέρει δύνασθαι ποιεῖν λέχος ἐκ τῶν φύλλων αὐτῆς. ὁ δὲ καρπὸς αὐτῆς σφαιρία τινὰ τραχέα ἐστίν, ὃν δὴ καὶ σφαίρην εἶπε.

Βουπλεύρου τε: Δημήτρος ὁ Χλωρὸς τὴν βούπλευρον δένδρον εἶναί φησιν. οὐκ ἔστι δέ, ἀλλὰ λάχανον, οὗ μνημονεύει Νίκανδρος ἐν τῷ ἐπιγραφομένῳ Ὑακίνθῳ καὶ Ἐπαίνετος ἐν τῷ περὶ λαχάνων. Ἀντίγονος δέ φησι καὶ Λύκωνα μεμνῆσθαι τοῦ λαχάνου. Ἰδαίας δέ ἐστιν ἢ Κρητικῆς ἢ ὀρεινῆς. Ἴδη γὰρ καταχρηστικῶς πᾶν ὄρος.

πηρῖνα: ποτὲ μὲν τὸ ἀγγεῖον τῶν διδύμων, ποτὲ δὲ τὸ ἄκρον τοῦ αἰδοίου, ἐξ οὗ αἱ προρρεύσεις γίνονται. θοραίην δὲ σπερμαίνουσαν. θορὸς γὰρ τὸ σπέρμα, ὥς φησι καὶ ὁ Οππιανός.

σώχειν: σώχειν ἐστὶ τὸ τρίβειν καὶ λειοῦν.

κυάθεια οὐδετέρως εἶπεν, ὡς κύκλα καὶ λύχνα. λείπει δὲ τὸ πίε, ἢ φύρσας ἢ καὶ πιών.

χολοιβόρον καὶ τὰ ἑξῆς: καὶ γὰρ χολοιβόρον τὸν βαρὺν καὶ σφοδρῶς χεόμενον λέγει, ἢ τὸν ὁμοίως τῇ χολῄ κατατρώγοντα. ἐρύξεις δὲ ἀντὶ τοῦ ἀποδιώξεις, κατάσχῃς καὶ κωλύσεις.

ἑξάμορον: ἑξάμορον λέγεται τὸ ἕκτον τῆς κοτύλης. εὐώδεα δὲ κατ’ εὐφημισμόν (βαρύοδμος γάρ), ὡς τὴν χολὴν γλυκεῖαν, καὶ τὸ ὄξος γλυκάδιον, καὶ τοὺς ταχεῖς ἀργούς, ὥς φησιν Ὅμηρος (II. Α 50)

οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς.

ἦτρον τὸ γονάτιον ἢ τὸν ὀμφαλὸν τοῦ νάρθηκος λέγει. ἢ ἦτρον τὴν ἐντεριώνην φησί. κυρίως δὲ ἦτρον ὁ μετὰ τὸν ὀμφαλὸν τόπος. καὶ μαρτυρεῖ „ἠτρίου ἱππείοιο“. ὀλόψας δὲ ἀντὶ τοῦ λεπίσας, κόψας.

ἱππείου μαράθου: τὸ δὲ λεγόμενον ἱππομάραθον εἶδος βοτάνης ἐστί. Θεόφραστος δὲ (hist. plant. VII 6, 3?) λέγει τὸ ἱπποσέλινον, ὃ καὶ ἐν τοῖς πετρώδεσι τόποις γίνεσθαί φησι. ὠνόμασται δὲ διὰ τὸ μέγα εἶναι ἢ διὰ τὴν τῶν ἵππων στραγγουρίαν. τοῦτο δὲ σμυρνεῖον καὶ κόψειον καλοῦσί τινες, ὡς Ἀνακρέων ἐν τῷ περὶ ῥιζοτομικῆς.

ἐλεοθρέπτου δὲ σελίνου τοῦ ἐν τοῖς ἕλεσιν ἤγουν ἑλώδεσι καὶ καθύγροις τόποις φυομένου καὶ τρεφομένου.

ἐχεπευκέος: ἤγουν πικρᾶς, καθάπερ πεύκη· πικρὰ γὰρ καὶ αὕτη. δραχμάων δὲ δύο ἄχθη φησί, τουτέστιν ὁλκήν.

θερειγενέος δὲ τοῦ ἐν θέρει γινομένου· ἢ ἀθερειγενέος, ἐπειδὴ τοῦ κυμίνου ὁ στάχυς καὶ ὁ καρπὸς ἀθέρας ἔχει, καθάπερ ἡ κριθή.

κυάθῳ: τουτέστι τρίτον τῷ κυάθῳ ἀντλούμενον, παρὰ τὸ ἀφύσσειν, οἷον τρεῖς κυάθους.

εὐσταθέος δὲ τῆς ναρδοστάχυος δραχμὴν στήσας. γράφεται καὶ εὐστάχυος· ἢ εὐσταθέος, τουτέστι τοῦ ῥωστικοῦ.

ὀκταπόδην: τουτέστιν καρκίνον ποτάμιον. ὀκτὼ γὰρ πόδας ἔχουσιν οἱ καρκίνοι.

νεοβδάλτοιο δὲ ἀντὶ τοῦ νεωστὶ ἐβδαλμένου, τουτέστι πεπηγμένου, ἢ νεαμέλκτου. ἔστι δὲ ἀντίπτωσις, γενικὴ ἀντὶ δοτικῆς· ἔδει γὰρ νεοβδάλτῳ γάλακτι καρκίνον ἐνθρύψαιο.

ἶρίν θ’ ἥν: κελεύει συμμίσγεσθαι τούτοις τὴν Ἰλλυρικὴν ἶριν. Δρίλων γὰρ ποταμὸς Ἰλλυρίδος καὶ Νάρων, ὃς διαχωρίζει Ἰλλυρικὴν καὶ Λιβύρνους. ἐνταῦθα καὶ ὁ Κάδμος καὶ ἡ Ἁρμονία ᾤκησαν, οἳ καὶ εἰς ὄφεις μετεβλήθησαν, ὥς φησι καὶ Διονύσιος (v. 392)

κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν γένος ἠλλάξαντο.

ἥντε μελισσαῖος ἕρπων: ὅπου, φησίν, οἱ δύο, ὁ Κάδμος καὶ ἡ Ἁρμονία, δράκοντες δασπλῆτες γενόμενοι τὸν νομὸν στείβουσι, τουτέστι τὸν πρὸς νομὴν ἐπιτήδειον τόπον πατοῦσι. δασπλῆτες δὲ ἤτοι φοβεροὶ καὶ χαλεποὶ τοῖς προσπελάζουσι καὶ δέους εἰσὶ ποιητικοί.

ἐρείκη δὲ εἶδος βοτάνης, ἥτις φύλλα ἔχει τῷ κισσῷ παραπλήσια, μακρότερα δὲ καὶ παχύτερα. οὐλαμὸς δὲ νῦν ἡ τῶν μελισσῶν τάξις· κυρίως δὲ ἡ στρατιωτικὴ τάξις. καὶ τὸ ἕρπων δὲ καταχρηστικῶς εἴρηται ἀντὶ τοῦ ἱπτάμενος.