Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

[κράατι: καὶ τοῦ μετρίου μείζονα μὲν τὴν κεφαλὴν φορεῖ, ἀποδέουσαν δὲ τοῦ λοιποῦ σώματος G.]

σκολιήν: καὶ γὰρ τὸ ἄκρον τῆς οὐρᾶς μακρὸν ἔχει καὶ σκολιόν, εἰς σκολιόν τι ἀνατέταται, ὡς συγκαλύπτεσθαι τὸ μῆκος.

ὡς γήρεια: καὶ γὰρ γήρεια λέγεται ἡ τῶν κινάρων ἐξάνθησις· ἀκανθώδης γάρ ἐστι. τῶν δηχθέντων γάρ, φησιν, ὑπὸ σηπεδόνος αἱ ·τρίχες ἀπορρέουσι καὶ ἐκπίπτουσιν ἴσα κινάρων ἀκάνθαις καὶ ἐξανθήσεσι. τὸ δὲ καταψηχθέντος ἀντὶ τοῦ καταψηχθείσης καὶ ἀποτιναχθείσης. κέχρηται δὲ τούτῳ τῷ σχήματι πολλάκις. Θεό φραστος δὲ ἀρσενικῶς εἶπε τὸν ἄκανθον.

ἀλφοὶ δὲ καὶ λευκαὶ καὶ ἔφηλις εἴδη εἰσὶ νόσων. καί φησιν οὕτως· ἡ ἔφηλις μὲν ἡ ἐπὶ τοῦ σώματος γινομένη σπίλος, ἀλφοὶ δὲ καὶ λεῦκαι ἐφήλιδός εἰσιν εἰς παρασκευήν. ἡ δὲ ἔφηλις ἑτεροίωσίς ἐστι τῆς ἐπιφανείας

ναὶ μὴν διψάδος: εἶδός τι καὶ τὴν διψάδα φησὶν ὄφεων, ἣν καὶ κεντρίνην καλοῦσιν, ἐπεὶ εἰς ὀξὺ τὴν ὄψιν ἀπὸ ὀλίγου μέρους ἔχει κατηγμένην, ὡς δοκεῖν κέντρον εἶναι. ἔχει δὲ παχὺν τὸν τράχηλον καὶ πλατεῖαν τὴν κεφαλὴν καὶ τὴν οὐρὰν κατακόρως μέλαιναν.

οἷσιν ἐνισκήψῃ βλοσυρόν: γράφεται καὶ ἐνιχρίμψῃ, ἤτοι ἐμπέσῃ τὸ καταπληκτικὸν θηρίον ἢ ἐπιβάλῃ.

ἀμφὶ δὲ κάσῳ: γράφεται γὰρ καὶ κάσος. καὶ καῦσος ἐπέρχεται καὶ εἴωθεν ἐπακολουθεῖν τοῖς ὑπὸ διψάδος πληγεῖσιν, ἤγουν δηχθεῖσιν.

χανδόν: ἀντὶ τοῦ πολὺ καὶ ἀθρόον ἢ κεχηνότως, ὡς ὁ ποιητής (Od. Φ 294)

ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ’ αἴσιμα πίνῃ.
πολλῆς δ’ ἐμφάσεως καὶ σεμνότητος γέμει ὁ λόγος. φησὶ γὰρ ὅτι πληγείς τις καὶ δηχθεὶς ὑπὸ τῆς διψάδος ἴσα ταύρῳ διψῶντι καὶ ἀθρόως ἐν ποταμῷ πίνοντι προσέοικεν, ἐπὶ τοσούτῳ δὲ πίνει, ἕως διαρραγείη τὴν γαστέρα ὑπὲρ μέτρον πλησθείς.

Ὠγύγιος: βούλεται εἰπεῖν ἀπὸ μύθου τὸ εἶναι ἀργὰς τὰς διψάδας ἐν πορείᾳ. οἱ ἄνθρωποί, φησί, ποτε παρεκάλεσαν τοὺς θεοὺς δοθῆναι αὐτοῖς νεότητα πρὸς τὸ μηδέποτε γηρᾶν αὐτούς. λαβόντες οὖν, φησι, δεδώκασιν ὄνῳ βαστάζειν. ὁ δὲ δίψει συνεχόμενος ἦλθεν εἴς τινα τόπον ὕδωρ ἔχοντα, ἐν ᾧ ὄφις ὑπῆρχε φυλάττων. καὶ δή, φησι, βουλόμενον πιεῖν τὸν ὄνον ὁ ὄφις ἐκώλυσε φήσας, ἐὰν δῷς μοι ἃ βαστάζεις, συγχωρῶ πιεῖν σε. ὁ δὲ ὄνος ὑπὸ τῆς δίψης συνεχόμενος δέδωκεν αὐτῷ ἃ ἐβάσταζε, τουτέστι τὴν νεότητα· ἀφ’ οὗ χρόνου οἱ μὲν ὄφεις ἀποβἀλλουσιν, οἰ δὲ ἄνθρωποι ὑπὸ τοῦ γήρως καταπονοῦνται. ὁ οὖν ὄφις δεξάμενος ἀπὸ τοῦ ὄνου τὸ δῶρον τῶν θεῶν ἀργότερος ὑπάρχει περὶ τὴν πορείαν καὶ τὸ δῆγμα, ἀνέλαβε δὲ καὶ τὴν τοῦ ὄνου δίψαν· ὅθεν καὶ τοῖς δακνομένοις ὑπ’ αὐτοῦ δίψαν ἐμποιεῖ. Ἄλλως. ὁ μῦθος οὗτος Προμήθειός ἐστι. Προμηθέα τὸ πῦρ κλέψαντα καὶ τοῖς ἀνθρώποις δωρησάμενον οἱ λαβόντες ἐμήνυσαν οὐ καλὴν τῆς χάριτος τίνοντες ἀμοιβήν· ἐφ’ οἷς τὸν Δία φησὶν ἐπαινέσαντα φάρμακον αὐτοῖς ἀγηρασίας δοῦναι· τοὺς δὲ λαβόντας ἀποφέρειν τὸ δωρηθὲν ἐπὶ ὄνου· τὸν δὲ δίψει τειρόμενον ἐλθεῖν εἰς κρήνην, ἣν ἐφύλασσεν ὄφις, καὶ τοῦ ποτοῦ ὀρεγόμενος ἀπέδοτο τοῦ γήρως τὸ φάρμακον· διὸ πάντας μὲν τοὺς ὄφεις καθ’ ἕκαστον νεάζειν ἐνιαυτὸν ἀποδυομένους τὸ

γῆρας, τὸν δὲ ὄφιν τὸν τῆς κρήνης φύλακα καταλαβεῖν τὸ δίψος ὅθεν τοῖς δηχθεῖσιν ἐμποιεῖ δίψαν. ἔστι δὲ ὁ μῦθος παρὰ Σοφοκλεῖ ἐν Κωφοῖς. — Ωγύγιος δὲ ἀπὸ Ωγύγου τινός, τουτέστιν ἀρχαῖος καὶ παλαιός.

ἔνιπτον δὲ ἀντὶ τοῦ διεβάλλοντο, ἐλοιδοροῦντο τῷ Προμηθεῖ ὅτι μὴ ἀεὶ αὐτοὺς νέους ἐποίησεν.

ἄφρονες: οἱ ἄνθρωποι ὀκνηροὶ ὄντες ἐπρεσβεύοντο δι’ ὄνου περὶ τῶν ἀναγκαίων. ἐβλάβησαν δὲ ὑπὸ τῆς ἀβουλίας. τοῦτο γὰρ σημαίνει τὸ κακοφραδίης

ἀμορβεύοντο: ἀντὶ τοῦ διηκονοῦντο, ἐθεραπεύοντο, ἐφέροντο ἐπὶ ὄνῳ διὰ τὸ ὀκνηρὸν αὐτῶν. ἀμορβεύειν γὰρ τὸ ἀκολουθεῖν καὶ ὑπηρετεῖν· Νίκανδρος ἐν ἑτέρῳ

βουκαῖοι ζεύγεσσιν ἀμορβεύουσιν ὀρήων·
καὶ Καλλίμαχος (hymn. in Dian. 45)
οὕνεκ οὐ Λητοίδι πέμπον ἀμορβούς.
τὸ δὲ ἑξῆς, τῷ λεπάργῳ τὰ δῶρα δόντες ἠκολούθουν. δῶρα δὲ τὴν νεότητα καὶ λεπάργῳ τῷ ὄνῳ παρὰ τὸ ἔχειν τὴν λαγόνα λευκήν. εἰς τὸ δῶρα προσυπακουστέον τὸ δόντες, ἐπὶ τὸ βαστάσαι δηλονότι.

ὁλκήρεα δὲ θῆρα τὸν ὁλκὴν ἔχοντα, ἤγουν ἐπιμήκη.

ἄφρονα τὸν ὄνον λέγει ἐκ τοιαύτης περιπετείας. δῶρον δὲ τὴν νεότητα, ἣν ἐπ’ ὄνου ἔφερον μὴ δυνάμενοι αὐτὴν βαστάσαι διὰ τὸ ὀκνηρόν.

γηραλέον δὲ φλόον τὸ σύφαρ λέγει. διὰ δὴ τὸν προκείμενον λόγον τὰ μὲν ἑρπετὰ τὸ γῆρας ἀποβάλλει καὶ ἀεὶ σχεδὸν ἐν νεότητι διατελεῖ, οἱ δὲ ἄνθρωποι γηρῶντες φθείρονται.

νοῦσον δ’ ἀργαλέην: τὴν δίψαν φησί, ὡς πολλάκις, ἢ τὸ νωθὲς καὶ βραδὺ τοῦ ὄνου τοῦ βρωμήτορος, ἤγουν τοῦ ὀγκηστικοῦ παρὰ τὸ βρωμᾶσθαι.

νῦν δ’ ἄγε χερσύδροιο: ὁ πρότερον ὕδρος καλούμενος, ὃς ὕστερον χέρσυδρος διὰ τὴν προειρημένην αἰτίαν ἐκλήθη.

ἰσαίας: ἴσας, ὁμοίας καὶ ὅτι κατὰ μέγεθος ἴσαι εἰσὶν ὅ

τε χέρσυδρος καὶ ἡ ἀσπίς. σήμαθ’ ὁμαρτεῖ σημεῖά, φησι, χαλεπὰ τοῖς δηχθεῖσιν ἀκολουθεῖ, ἃ ἐν τοῖς ἑξῆς εἰρήσεται.

πᾶσα γάρ: πᾶσα ἢ περὶ τὴν σάρκα ῥινός, τουτέστιν ἡ δορά, δυσώδης ἀναδιδομένη καὶ ἀναπλουμένη, μυσαχθὴς οὖσα καὶ δυσώδης.

μυδόεν τεκμήρατο νύγμα: γράφεται καὶ δῆγμα· τὸ γὰρ μυδόεν, ὅ ἐστι δίυγρον, ἐποίησε τὸ δῆγμα καὶ σεσηπός. Ἄλλως. ῥινὸς περὶ σάρκα ἤτοι περὶ τὴν σάρκα ἡ ῥινὸς μυσαχθής, ἀντὶ τοῦ δυσαχθὴς καὶ μυσαρά, ἤτοι ὅτι τοῦ δηθέντος ἡ σὰρξ γίνεται πάνυ δυσώδης.