Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

λαμυρὸν δὲ ἤτοι λάβρον ἢ ταραχῶδες ἢ ἀκίνητον.

δοχμὰ δ’ ἐπισκάζων: ἤτοι πλάγιός, φησιν, πορεύεται προβάλλων τὴν κοιλίαν καὶ ταῖς φολίσιν ὑποτρίβων τὴν γῆν.

βαιὸν δὲ πλόον νῦν τὴν ὁδόν, τὴν πεζὴν πορείαν. οὕτω γὰρ καὶ Ἀντίμαχος εἶπε

τοῖσι δ’ ἂν ὑλήεντα διὰ πλόον ἐρχομένοισιν.
καὶ Ἀριστοφάνης ἐν τῷ Γήρᾳ γυναῖκα ποιήσας ἐπὶ ζεύγους ὄνων ὀχουμένην παρεισάγει τινὰ ἐρῶντα αὐτῆς, ἣ καὶ ἐρεθίζουσά φησι πρὸς αὐτὸν
ἀποπλευστέον ἐπὶ τὸν νυμφίον, ᾧ γαμοῦμαι σήμερον.

φολίσιν δὲ καὶ οἴμῳ: τῇ βαδίσει. γράφεται καὶ ὁλκῷ, τουτέστιν τῷ σώματι.

ὑποψοφέων: μεταφορικῶς· ἡρέμα ἕρπει προσπταίων, τουτέστι τραχύνεται τῇ φολίδι ἡ γαστήρ, καὶ παρασύρων προστρίβεται τῇ γῇ καὶ ὑποψοφεῖ, οἷα χύσιν καλάμης διέρπων, τουτέστιν ὡσεὶ καλάμους διέρπων, ἤγουν βαδίζων.

γαστὴρ δ’ ὑδατόεσσα: ἀντὶ τοῦ πολλὰ ὕδατα πίνει ὁ δηχθείς, ἡ δὲ ὑδατώδης αὐτοῦ γαστὴρ σκαίρει καὶ πηδᾷ. τοῦτο γὰρ τὸ πιδύεται. κυρίως δὲ τὸ πίνειν, ἐξ οὗ καὶ τὸ πῖδαξ ἡ πηγή.

πεφορυγμένον δὲ ἤγουν μεμολυσμένον, ὅ ἐστιν ἀναμεμιγμένον καὶ σνγκεκραμένον τῷ χολώδει ἰῷ

αἱ δ’ ὑπὸ γυίοις: αἱ δὲ ὑπὸ τοῖς μέλεσιν ὠτειλαὶ ῥήγνυνται.

εἶπε γὰρ ὅτι ὅλον τὸ σῶμα πελιδνοῦται καὶ ὠτειλῶν πληροῦται· ὠτειλαὶ δὲ αἱ πληγαί εἰσι. καὶ Ἀπολλώνιος δέ φησι τῶν πληγέντων ὑπὸ αἱμορροΐδος ῥήγνυσθαι καὶ τὰς ὠτειλάς.

πίμπραται: τουτέστιν ὑποκαίεται καὶ πυροῦται τὰ οὖλα, ὡς ὑπὸ πεπέρεως ἢ σινάπεως, ἤγουν πυρακτοῦνται καὶ ἀναβράζουσιν.

ἀσταγὲς δὲ ἤτοι ἄστακτον ἢ μὴ στάζον, ἀλλὰ κρουνηδὸν φερόμενον, οἱονεὶ πολυσταγές.

μυδόωντες δὲ ἤτοι δυσώδεις, δίυγροι τῇ σήψει τῶν οὔλων καὶ τοῦ αἵματος· ἢ ὄζοντες, καὶ δυσωδίαν πνέοντες.

εἴ γ’ ἔτυμον: τὸ ἑξῆς, τῶν δ’ Ἑλένη μέσον ὁλκὸν ἀνέκλασεν, εἶτα, εἴ γ’ ἔτυμον Τροίηθεν ἰοῦσα. ἰστέον δὲ ὅτι ἀπὸ Τροίας ὑποστρέφων ὁ Μενέλαος σὺν τῇ Ἑλένῃ ἐπλανήθη καὶ ἦλθεν εἰς Αἴγυπτον. ὁ γοῦν κυβερνήτης αὐτοῦ Κάνωβος ἐξελθὼν κοιμηθῆναι ἐν τῷ αἰγιαλῷ ἄκων ἀπεκοιμήθη καὶ ἐπιπέπτωκεν αἱμορροΐδι, ἥτις θλιφθεῖσα ὑπ’ αὐτοῦ τὸν αὐχένα καὶ ὀδυνηθεῖσα ἐξελθοῦσα ἔδακεν αὐτόν. θνήσκοντα οὖν ὑπ’ αὐτῆς τὸν κυβερνήτην θεωρήσασα ἡ Ἑλένη καὶ ὀργισθεῖσα ταῖς αἱμορροΐσιν, ἔκλασε τὴν ἄκανθαν αὐτῆς καὶ ἐξέβαλε τοὺς τῆς ῥάχεως αὐτῆς σπονδύλους, καὶ ἔκτοτε αἱ αἱμορροΐδες καὶ οἱ σκολιοὶ καὶ οἱ πλάγιοι κατὰ τὴν πορείαν κεράσται κεκλασμένοι εἰσὶ τὰς ῥάχεις. καὶ ἡ μὲν ἱστορία οὕτως. τὸ δὲ χαλέψατο ἀντὶ τοῦ: ὠργίσθη τῶν αἱμορροΐδων τῷ γένει.

πολύστροιβον: τουτέστι πολλὰς ἴλιγγας ἔχοντα καὶ ἀπειροπληθῆ καὶ ἀπλήρωτα καὶ πολλὰ ῥεύματα. καὶ γὰρ στρόβος ἐκεῖνα λέγεται, ἡ τῶν ὑδάτων στροφή.

κυβερνητῆρα: ἡ αἱμορροῒς ἔδακε Κάνωβον, τὸν κυβερνήτην τοῦ Μενελάου, καθεύδοντα ἐν τῷ πρὸς Αἴγυπτον αἰγιαλῷ καὶ ἐνῆκεν αὐτῷ ἰόν.

Θώνιος δὲ ἤτοι ἐν τοῖς ψαμάθοις καὶ τοῖς αἰγιαλοῖς τοῦ Θώνιος. Θῶνις γὰρ βασιλεὺς γέγονε τῆς Αἰγύπτου.

ὁλκόν: ἤτοι σώμα. εἰδέναι χρὴ ὅτι εἰς ἀρσενικὸν μετήγαγε τὸν λόγον συμφωνῶν τοῖς προσάγουσιν. ἀκάνθης δὲ ἤτοι τῆς αἱμορροΐδος τὴν ἄκανθαν, δηλονότι τὸ κέντρον αὐτὸ τὸ λεγόμενον κοινῶς, ἔκλασεν ἡ Ἑλένη χαλεπήνασα τοῖς ἑρπετοῖς διὰ τὸ τὸν κυβερνήτην, καθὸ εἴρηται, ἀπολωλέναι.

καὶ τὸ ῥάχις δ’ ἐξέδραμε γυίων ἀντὶ τοῦ ἐξῆλθον οἱ σπόνδυλοι τῆς ῥάχεως. Σημείωσαι δὲ ὅτι ἀπὸ τοῦ θηλυκοῦ, τῆς αἱμορροΐδος, εἰς ἀρσενικὸν ἀνήνεγκε τὸν λόγον.

Ἀλλ’ ὁ μὲν εἴδει: καὶ γὰρ τῇ μὲν ὄψει τῷ αἱμορρόῳ ὅμοιόν ἐστιν, τῇ δὲ πορείᾳ διαλλάττει, παρ’ ὅσον ἀντίον [τοῦ αἱμόρρου]

πορεύεται καὶ οὐ σκολιῶς, καθάπερ ἐκεῖνός τε καὶ οἱ κεράσται. σηπεδὼν δὲ εἴρηται, ὅτι σήπει τῷ ὀδόντι τὰ σώματα.

ἔμπλην ἄμμορον: παρὰ Ἀρχιλόχῳ ἔμπλην ἐμοῦ τε καὶ φίλου καὶ τὰ ἑξῆς· τὸ δὲ πλησίον παρὰ τῷ ποιητῇ (II. Β. 526)

Βοιωτῶν δ’ ἔμπλην ἐπ’ ἀριστερὰ θωρήσσοντο.
ἐνταῦθα δὲ ἐπὶ τοῦ χωρίς τακτέον. οὐ γὰρ τῷ ἐναντίως πορεύεσθαι διαλλάσσει ἐκείνων μόνον, ἀλλὰ καὶ τῷ κέρατα μὴ ἔχειν, τῶν προειρημένων ἐχόντων. Ἄλλως. τὸ σῶμα αὐτοῦ ἄμοιρον τῶν κεράτων. ἐκ παραλλήλου οὖν τὸ αὐτό φησι καὶ τὸ ἔμπλην, ἤγουν τὸ χωρίς, καὶ τὸ ἄμοιρον.

Ἡ δέ νυ χροιὴ οἵη περ δάπιδος: τοῦ λεγομένου τάπητος. οὕτω, φησί, ποικίλη ἐστὶν ἡ χροιὰ αὐτοῦ καὶ δασεῖα. σαφὲς δὲ περὶ σηπεδόνος. τοῦ γὰρ τῆς δάπιδος χρώματος μὴ ὡρισμένου ὁμοιοῦται αὐτὴν τῇ σηπεδόνι κατὰ χροιάν. εἰ μὴ ἄρα πλεῖστον κόκκινα γίνονται· τοιοῦτον βούλεται δηλοῦν τὸ σῶμα αὐτοῦ, οἷον κόκκινον. λέγοι δ’ ἄν περὶ τῆς δασείας δάπιδος, οὐ περὶ τῆς ψιλῆς, ἵνα ἅμα καὶ τὸ δασὺ αὐτοῦ σημαίνῃ.