Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

κεκτημένη] ὡς ἐπίπαν Ἀττικοὶ ἐπὶ τῶν δεσποινῶν οὕτω κέχρηνται τῷ κεκτημένη, σπανιώτερον δὲ τῷ δέσποινα, οὐ μέντοι καὶ ἐπὶ τοῦ κυρίου. ~ RS

Παρμένων] ὄνομα δουλικὸν ὁ Παρμένων, ὥσπερ ὁ Δρόμων καὶ ὁ Τίβιος καὶ ὅσα ἄλλα ἢ ἀπὸ γένους καλεῖται, ὡς ὁ Φρύγιος, ἢ καὶ ἀπὸ τρόπου, 〈ὡς〉 ὁ νῦν Παρμένων — παρὰ τὸ παραμένειν γάρ —, ἢ ἀπὸ ἐνεργείας, ὥσπερ ὁ Δρόμων. ~ R

οὐκ ἔδει τοῦτο κτλ.] γέλως ταῦτα καὶ διασυρμὸς τῶν κολάκων καὶ ἐθελοδούλων. ~ S

ψῆφος — τῶν τριχρώμων] ὅτι τρίχρωμος λίθος ὁ σαρδόνυξ λέγεται. ~ Vat. 942

εὖ γε, οἴχου] ἀντὶ τοῦ ἀπόλωλας. ~ MN

σὺ γὰρ ἀλεκτρυόνα κτλ. ] διασυρμὸς στρατιωτικῆς ἀλαζονείας. ~ S

διμοιρίτης λέγεται ὁ διπλοῦν μισθὸν λαμβάνων, ὡς δὲ ἔνιοι, ὁ τέσσαρας ὀβολοὺς λαμβάνων· ὡς εὐκαταφρονήτου γὰρ τῆς τάξεως οὔσης μνημονεύουσιν. ~ RMS X μὴ* ὥραισιν] Ἀττικὸν τοῦτο, σόλοικον μέν· ἐχρῆν γὰρ μὴ ὥρας ἵκοιτο· πλὴν ἡδὺ τῷ Ἀττικῷ ἐπικεχρωσμένον τόνῳ. ~ RN, cf. MS