Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

VII. Πανδήμῳ . . . Οὐρανίᾳ] ἀμφότεραι Ἀφροδῖται, ἡ μὲν Πάνδημος, ἡ δὲ Οὐρανία· ᾗτινι Οὐρανίᾳ τετεμένιστο ἐν κήποις. αἶγα δὲ τῇ Πανδήμῳ διὰ τὸ τοῦ ζῴου συνουσιαστικόν τε καὶ πρὸς τὰ ἀφροδίσια ἀκρατές, δάμαλιν δὲ τῇ Οὐρανίᾳ διὰ τὸ σωφρονέστερον καὶ ὅτι ὑπὸ ζυγὸν ἄγεται τὸ ζῷον καὶ οὐκ ἄφετον, ὃ τὴν νόμιμον τοῦ γάμου ὑπαινίττεται συζυγίαν. ἡ πλουτοδότειρα δὲ ἡ Δηώ ἐστιν ἤτοι Δημήτηρ. ~ MNSU, cf. Vat. 942

προφάσεις* κτλ.] ⸢ἠθ⸣ικὰ ταῦτά ⸢ἐ⸣στι καὶ ἀφελῆ. ~ ⸢V⸣

κατὰ* ταῖν θεαῖν] ⸢Κόρη καὶ Δή⸣μήτηρ αἱ ⸢θεαί⸣, ἡ δὲ

Ἀθηνᾶ ἡ Πολιάς. ὅρκος δὲ ⸢τοῦτο⸣ Ἀθηναίων, ὡς ⸢Λακε⸣δαιμονίων οἱ ⸢Διόσκουρ⸣οι, ὃ καὶ ⸢ὀμνύου⸣σι νὴ τὼ σιώ. ~ R⸢V⸣NSU

συμβολήν] ὁ ἔρανος. ~ V

περιδέραια*] ὁ περιτραχήλιος κόσμος. ~ R

ἐλλόβιον: τὸ ἐνώτιον καὶ τὸ ἐλεφαντόκωπον ξίφος. ~ R

ταραντινίδιον: διαφανέστατον ὕφασμα, ὁ περιεβάλλοντο ἅτε θέριστρον. ταραντινίδιον δὲ ἐκαλεῖτο ὡς τῶν Ταραντίνων περιφανέστερον αὐτὸ ἐργαζομένων. ~ RCMNSU

ἀπεμύκτισας: ἀντὶ τοῦ ἐξουδένωσας, ἐμυκτήρισας· εἰώθασι γὰρ οἱ ἐξουδενοῦντες ποιὸν ἦχον τῷ μυκτῆρι φθέγγεσθαι ἀποστρεφόμενοι. ~ RMSU

Ἀδώνιδος] Ἄδωνιν δὲ τὸν Χαιρέαν ὡς ἀργὸν ἀποκαλεῖ. καὶ μηδὲν ἄλλο ὅτι μὴ καλὸς εἶναι κέκτηται. ~ RMSU

χοιρίσκος*] ὡς ἐργατικὸν καὶ δασὺν ἀποσκώπτει τὸν Ἀκαρνάνιον ἅτε ἀλουτοῦντα καὶ ἀτημελῶς ἔχοντα ἑαυτοῦ. τὸ δὲ χοιρίσκος, ὅ νῦν τοὺς Παφλαγόνας φασὶ χοιροκώλους, τὸ λάσιον τῶν ἀνθρώπων. ~ SU

πονηρὸν* ἀποπνεῖ] ἀντὶ τοῦ δυσώδη ἔχει τὴν ἀπὸ τοῦ σώματος ἀποφοράν. ~ M N S

τῆς Θεσμοφόρου αἱ ἱέρειαι ἐπαρθενεύοντο διὰ βίου Ἀθήνησιν, ὡς καὶ ἐν Ῥώμῃ αἱ τῆς Ἑστίας, καὶ ἤν τις τούτων ἠνδρώθη, θάνατος ἡ ζημία· κατωρύσσοντο γάρ. ~ SMN

Ἁλῷα*] ἑορτὴ Ἀθήνησι μυστήρια περιέχουσα Δήμητρος καὶ Κόρης καὶ Διονύσου ἐπὶ τῇ τομῇ τῆς ἀμπέλου καὶ τῇ γεύσει τοῦ ἀποκειμένου ἤδη οἴνου γινόμενα παρὰ Ἀθη

ναίοις, ἐν οἷς προτίθεται αἰσχύναις ἀνδρείοις ἐοικότα, περὶ ὧν διηγοῦνται ὡς πρὸς σύνθημα τῆς τῶν ἀνθρώπων σπορᾶς γινομένων, ὅτι ὁ Διόνυσος δοὺς τὸν οἶνον παροξυντικὸν φάρμακον τοῦτο πρὸς τὴν μῖξιν παρέσχεν. δέδωκε δὲ αὐτὸ Ίκορίῳ, ὅν καὶ ἀποκτείναντες ποιμένες τῷ ἀγνοῆσαι, ὅπως διατίθησι ποθεὶς οἶνος, εἶτα μανέντες διὰ τὸ καὶ πρὸς τὸν Διόνυσον ὑβριστικῶς κινηθῆναι καὶ ἐπ’ αὐτοῦ τοῦ τῆς αἰσχύνης σχήματος καταμεμενηκότες χρησμὸς παύσασθαι τῆς μανίας αὐτοὺς διηγόρευσε πήλινα ποιήσαντας αἰδοῖα καὶ ἀναθέντας· οὗ δὴ γενομένου αὐτοὶ μὲν ἔστησαν τοῦ κακοῦ, ὑπόμνημα δὲ τοῦ πάθους ἡ τοιαύτη ἑορτή. ἐν ταύτῃ καὶ τελετή τις εἰσάγεται γυναικῶν ἐν Ἐλευσῖνι καὶ παιδιαὶ λέγονται πολλαὶ καὶ σκώμματα. μόναι δὲ γυναῖκες εἰσπορευόμεναι ἐπ’ ἀδείας ἔχουσιν ἃ βούλονται λέγειν· καὶ δὴ τὰ αἴσχιστα ἀλλήλαις λέγουσι τότε, αἱ δὲ ἱέρειαι λάθρᾳ προσιοῦσαι ταῖς γυναιξὶ κλεψιγαμίας πρὸς τὸ οὖς ὡς ἀπόρρητόν τι συμβουλεύουσιν. ἀναφωνοῦσι δὲ πρὸς ἀλλήλας πᾶσαι αἱ γυναῖκες αἰσχρὰ καὶ ἄσεμνα βαστάζουσαι εἴδη σωμάτων ἀπρεπῆ ἀνδρεῖά τε καὶ γυναικεῖα. ἐνταῦθα οἶνός τε πολὺς πρόκειται καὶ τράπεζαι πάντων τῶν τῆς γῆς καὶ θαλάσσης γέμουσαι βρωμάτων πλὴν τῶν ἀπειρημένων ἐν τῷ μυστικῷ, ῥοιᾶς φημι καὶ μήλου καὶ ὀρνίθων κατοικιδίων καὶ ᾠῶν καὶ θαλαττίων τρίγλης, ἐρυθίνου, μελανούρου, καράβου, γαλεοῦ. παρατιθέασι δὲ τὰς τραπέζας οἱ ἄρχοντες καὶ ἔνδον καταλιπόντες ταῖς γυναιξὶν αὐτοὶ χωρίζονται ἔξω διαμένοντες ἐπιδεικνύμενοι τοῖς ἐπιδημοῦσι πᾶσι τὰς ἡμέρους τροφὰς παρὰ αὐτοῖς εὑρεθῆναι καὶ πᾶσι κοινωνηθῆναι τοῖς ἀνθρώποις παρ’ αὐτῶν. πρόσκειται δὲ ταῖς τραπέζαις καὶ ἐκ πλα
κοῦντος κατεσκευασμένα ἀμφοτέρων γενῶν αἰδοῖα. Ἁλῷα δὲ ἐκλήθη διὰ τὸν καρπὸν τοῦ Διονύσου· ἀλωαὶ γὰρ αἱ τῶν ἀμπέλων φυτεῖαι. ~ R