Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

εἰχόμην*] ἀντὶ τοῦ ἔνοχος ἦν. ~ VMΟSUΔΩ

τὸ λελογισμένον] ἤγουν ὁ λογισμός. ~ M

ad initium: ἐντεῦθεν ὁ λόγος, ὃν ⸤ἐπι⸥δείξεσθαι Νιγρίνῳ του⸤τῳὶ⸥ ὑπισχνεῖται, πλήρης κο⸤λακείας⸥· αὐτὸν γὰρ ὑποποιεῖσθαι Ν⸤ιγρῖνον⸥ τῷ λόγῳ σπουδὴ ἅτε ⸤τούτου οὐ τὸν⸥ τυχόντα ἔπαινον ⸤Νιγρίνου⸥ διεξιών. ἐν⸤τεῦθεν⸥ καὶ ἔοικέ μοι καλῶς ⸤ἔχειν⸥ αὐτὸν ἐπιγράφει⸤ν Νιγρῖνος⸥ ἢ περὶ φιλοσόφου ⸤ἤθους⸥. ~ ⸤B⸥OUΔ

ἐπιτυχεῖν] ὅρα τὸ ἐπιτυχεῖν ἀντὶ τοῦ ἐντυχεῖν κείμενον καὶ δοτικῇ συντεταγμένον. ~ φ τοῦ παιδός] ἤγουν τοῦ δούλου. ~ M ἐκλήθην] εἰσεκλήθην. ~ M σφαῖρα καλάμου] ἤγουν ἀπὸ καλάμου. ~ M

τὴν ἐπὶ τῆς Ἑλλάδος] φέρουσαν δηλονότι. ~ M ἀρχαῖον*] ἀνόητον. ~ VMΟSΩ. Addit M: μάταιον. ~

διαμνημονεύουσι] ὅρα τὸ διαμνημονεύουσιν ὡς αἰτιατικῇ συνῆψεν. ~ φ οὕτω δὴ — τοῖς ἀκούουσιν] ὡραῖα ταῦτα καὶ νοὸς κάλλους ξένα. ~ V ἀνατυλίττων] σημείωσαι τὸ ἀνατυλίττων ἀντὶ τοῦ ἀνελίττων κείμενον. ~ φ

μέμνησο] ὅρα τὴν τοῦ μέμνησο σύνταξιν, ὅρα. ~ φ

θλίβων* τοῖς οἰκέταις] ἀντὶ τοῦ διὰ τοῦ πλήθους τῶν οἰκετῶν στενοχωρίαν ποιῶν. ~ VφOSΩΔ

ὅστις κτλ.] ὡραῖον. εὖ γε ὁ τῶν τοιούτων ἀποφάσεων, σοφώτατε ἄνθρωπε· φιλοσοφίας γὰρ καὶ τῆς καθ’ ἡμᾶς ἔχεται. ~ φ ἀθέατος δὲ ἀληθείας κτλ.] σημείωσαι. ~ V

προστιθέμενος] ὅρα, ὡς αἰτιατικῇ τὸ προστιθέμενος συντέταχεν. ~ φ

ὑπερήφανον] θαυμασίως ἐνταῦθα κεῖται τὸ ὑπερήφανον. ~ φ

ταπεινώσαντα κτλ.] σημείωσαι. ~ Γ

μεταλαμβάνουσι] ὅρα τὸ μεταλαμβάνουσιν αἰτιατικῇ συντεταγμένον. ~ φ

ὅς γε καὶ ἀγρὸν κτλ.] ⸤ἀρ⸥γῆς τοῦτο καὶ ῥᾳθύμου ψυχῆς καὶ μὴ εἰδυίας εἰς δέον χρῆσθαι ⸤τῷ⸥ κτήματι· ἢ γὰρ ἐχρῆν φι⸤λ⸥οσοφοῦντα μηδὲ τὴν ἀρχὴν κεκτῆ⸤σθαι⸥ ἢ πατρόθεν ὑπούσης τῆς κτή⸤σ⸥εως ἀπεσκευάσθαι τὸ ἀσχολίας

παραίτιον, ἀλλὰ μὴ κεκτημένον ⸤ἐ⸥τώσιον ἄλλως ἄχθος περιφέρειν ὡσ⸤π⸥ερεὶ φθονοῦντα τῆς τοῦ ἀγροῦ καλλιεργίας καὶ τῆς ἐκ ταύτης τοῖς χρῄζουσιν ὠφελείας· ὅπερ οἶμαι καὶ ⸤ὁ⸥ Θηβαῖος προειδόμενος Κρά⸤τ⸥ης τοῖς ἄλλοις ἀφῆκε μηλόβοτον τὴν κατὰ ἀγροὺς κτῆσιν. ὥστε οὐ κατὰ ⸤Κ⸥ράτητα Νιγρίνῳ τὸ φιλόσοφον ⸤ἦ⸥θος οὐδὲ πρὸς ἐπαίνου ἀδεκά⸤σ⸥τως κρίνειν ἐπισταμένῳ ἀνδρί. ~ ⸤B⸥Δ

εἰκάζειν κτλ.] ὡραῖα πάντα καὶ ἀττικισμοῦ πλήρη. ~ φ

— ] σημείωσαι. ~ Γ

ἡδονῆς κτλ.] σημείωσαι· περὶ ἡδονῆς καὶ ἐφ’ ὅσον τις τὸν ἀπὸ ταύτης καρπὸν δρέπεται καὶ ὅτι μέχρι τοῦ φάρυγγος καὶ τούτου μηδ’ ἐπὶ τεσσάρων δακτύλων μῆκος ἐκτεινομένου. ~ Γ2Δ

δεινὸν οὖν κτλ.] ὡραῖον. ~ V

— ] ἀστεῖον καὶ πλῆρες βωμολοχίας. ~ Ο

τεθηπώς*] ⸤θαυμ⸥άσας. ~ ⸤V⸥

φιλοσόφων κτλ.] χρήσιμον. σημείωσαι. ~ Γ

ἐπιλίγδην*] ἀντὶ τοῦ ὅσον ἐπιψαῦσαι. ~ Ο