Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Ἰαπετοῦ* πρεσβύτερον] Ἰαπετὸς θεὸς παρ’ Ἕλλησι παλαιότατος εἷς ὢν καὶ αὐτὸς τῶν Τιτάνων. ~ ΓΩ

μαγάδα*] τὸ ξυλίφιον, ᾧ ἐπαναπαύονται αἱ χορδαί. ~ BCΩ

Νῦσαν*] Νῦσα ὄρος ἐν διαφόροις μὲν τόποις οὕτω λεγόμενον, νῦν δὲ τὸ ἐν τῇ Θρᾴκῃ. ~ ΓΩ