Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Πάν] ὡς ποιμὴν ὁ Γανυμήδης μόνον ἡγήσατο θεὸν τὸν Πᾶνα· οἱ γὰρ ποιμένες τοῦτον τιμῶσιν. ~ ΓΩ

ὡς ἀφελὴς ὁ παῖς ἐστι καὶ ἁπλοϊκὸς κτλ.] ἀγροικικὰ καὶ ἄπλαστα ἤθη καὶ τὸ ὅλον ἀφελῆ τε καὶ παιδικά. ~ ΒΩ

κισσύβιον*] ποτήριον ποιμενικόν, εἰς ὃ τὸ γάλα πίνουσιν. ~ ΓΩ