Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

οὐκοῦν ὁ διδάσκαλος κτλ.] σημείωσαι. ὡραῖον. ~ V

οὐκ ὀλίγοι μάλα ἐρρωμένως κτλ.] σημείωσαι. ~Γ

εἰ*] εὐκτικὸν τὸ εἴ. πολὺ δὲ παρὰ Πλάτωνι τοῦτο. ~ E

ὥσπερ φασὶ τὸν Ἡρακλέα κτλ.] σημείωσαι. ὡραῖον. ἱστορία. ~ V

Χαιρεφῶντα κτλ.] σημείωσαι, ὅτι Στωικὸς ὁ Σωκράτης· ἐπ’ αὐτὸν γὰρ ὁ Πύθιος Χαιρεφῶντα προὐτρέψατο εἰπὼν

ἀνδρῶν δὲ πάντων Σωκράτης σοφώτατος.
~ EV

ἐν χρῷ κουρίας] σημείωσαι, ὅτι κεκαρμένοι τὰς κεφαλὰς οἱ Στωικοί. ~ E

ὅτι ὠγαθὲ ἀνδριάντων κτλ.] ὡραῖον. ~ E

— ] σημείωσαι. ~ V

τί ἂν πάθοι κτλ.] ἀστεῖον. ~ EV

φησὶ γὰρ ὁ μῦθος κτλ.] σημείωσαι. ἱστορία. ~ V

ἡ μὲν ἀρετὴ τοιόνδε κτλ.] σημείωσαι. ὡραῖον. ~ V

ἐσσύμενον] Ὅμηρος [Ζ 518] ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω οὐδ’ ἦλθον ἐναίσιμον, ὡς ἐκέλευες. ~ E

αὐθιγενής] αὐτόθι γεννηθείς, αὐτόχθων. ~ Δ

Ἡσίοδος] τὸ τοῦ Ἡσιόδου [Οp. 289] ἐκεῖνο περὶ ἀρετῆς

τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν καὶ τὰ ἑξῆς.
~ Δ

ἡδέως εἰς Κόρινθον ἐλθεῖν] τὸ παροιμιῶδες ἐκεῖνο λέγει

οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθ’ ὁ πλοῦς.
~ Γ2EV

ἐπὶ ῥιπός*] παροιμία θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις. εἴρηται ἐπὶ τῶν πάνυ ἀπόρων καὶ θεῷ μόνον εἰς λύσιν ἐπιτρεπομένων. ~ VΓ2EC

— ] ῥὶψ τὸ κατεσκευασμένον πλέγμα ἐκ τῆς οἰσύας ἢ ψίαθος, ἴσως ἀπὸ τοῦ ῥίπτεσθαι ἐν παντί. ~ Δ

τἀληθοῦς ἑνὸς ὄντος κτλ.] σημείωσαι. ὡραῖον. ~ V

εἰπέ μοι λέγων κτλ.] σημείωσαι. ὡραῖον. ~ V

οὐκοῦν ἢν τινα καὶ τῶν ἀθλητῶν κτλ.] ὡραῖον. ~ V

πρῶτον μὲν αὐτοὶ κινούμενοι κτλ.] ὡραῖον. ~ V

φαίη μὲν ἂν ἕκαστος κτλ.] ὡραῖον πάνυ. ~ V

ὁ Πλάτων κτλ.] ὡραῖον. ~ V

μὴ πεπειρᾶσθαι ἄλλου ἀνδρός] τοῦτο περὶ Δίωνος ἱστοροῦσι τοῦ Προυσαέως, ὅν καὶ διὰ τοῦτο κατ’ εὐφημισμὸν Χρυσόστομον Ἓλληνες ὠνόμασαν. ~ Γ2Ε

πρὸς* τῆς Ἑστίας] φίλον ὄντα κατὰ τῆς Ἑστίας ἐξορκοῖ· αὕτη γὰρ καὶ πρὸς τὸ εἶναι ἡμᾶς αἰτιᾶται, καθὰ καὶ Πλάτων ἐν Κρατύλῳ [401 C] ἐτυμολογῶν αὐτὴν ἀποφαίνεται, καὶ πρὸς φιλίαν αὐτὴ συνάγει διὰ τῆς κατ’ οἶκον ἐσχάρας τοῦτο προμηθουμένη. ~ VΕ

λαβύρινθον κτλ.] σημείωσαι διὰ σύνταξιν. ~ E

καὶ τί σοι ἀποκριναίμην κτλ.] χρήσιμον. ~ V

ὅσοι φιλοσοφοῦσιν] τὸ τῆς Σκεπτικῆς ἔοικας, ὦ Λυκῖνε, ληρεῖν· ἐπεὶ γὰρ κἀκείνη ἀκαταληψίαν πρεσβεύουσα ἀνεπίκριτον ματαιολογεῖ τὸ ἀληθές, παρόσον πάντες ἄνθρωποι

καὶ τῇ τῶν λόγων ἰσοσθενείᾳ δεόμενοι τοῦ ἐπικρινοῦντος, ἀνθρώπῳ δὲ τοῦτό φησιν ἀμήχανον γενέσθαι, καθότι οὐδεὶς ἀνθρώπων ἀδιάτρεπτος γνώμης ἀληθοῦς. ἀλλὰ κἀγὼ φήσω· ἐπεὶ καὶ αὐτὸς σὺ ὁ ταῦτα ληρῶν ἄνθρωπος, ἐν μέρει καὶ σὺ τῆς σῆς παραπολῇ ἀκριβολογίας καὶ τὸ μηδὲν λογισθείης παρά γε τοῖς νοῦν ἔχουσι καὶ οὕτω τοῖς οἰκείοις ἀλώσῃ πτεροῖς. ~ Γ2Ε

φασί γέ τοι τῶν πλαστῶν κτλ.] σημείωσαι. ~ V

ὄνυχα* μόνον λέοντος] ἀπὸ τούτου ἡ παροιμία ἐξ ὀνύχων ὁ λέων. ~ VΕ

— ] τὸν ἐγκεκαλυμμένον λόγον, ὅς ἐστι σοφισματώδης, ἐπ’ οὐδενὶ καταστρέφων χρησίμῳ ἀναλαμβάνει. πλὴν ἔστι καὶ μερικὴ γνῶσις αὐτόπιστος καὶ ἀληθὴς καὶ μηδὲν τοῦ καθόλου δεομένη, ὡς φέρε τοῦ ἀριθμοῦ μέρη ὁ δύο καὶ ὁ τέσσαρα, ὁ δὲ τούτων συνεκτικὸς ὁ δέκα προσεχῶς, ὡς καὶ τοῦ δέκα ὁ ἑκατὸν καὶ τούτου ὁ χίλια κἀκείνου ὁ μύρια. οὐδὲν μέντοι κωλύσει τὸν τὰ δέκα μὴ ἐπιστάμενον ἰδιώτην μηδέ γε τὴν τῶν ἀριθμῶν, ἥτις φύσις αὐτοῖς, τοῦτο γοῦν ἐπίστασθαι ἀπαρεγκλίτως, ὡς μία καὶ μία δύο καὶ δὶς δύο τέσσαρα. ὥστε οὐ πάνυ γενναῖος ὁ διατρέπων τὸν τοιοῦτον λόγον, ὡς, εἰ μὴ τὸ καθόλου τις εἰδείη, οὐδὲ τὸ κατὰ μέρος τοὐναντίον γὰρ ἀπὸ τῶν μερῶν τὸ ὅλον συλλογίζεται καὶ ἡ τῶν κατὰ μέρος ἅθροισις πρὸς γνῶσιν τὸ καθόλου ὑφίστησιν· ἐπεὶ μηδέ τις φύσις τοῦ καθόλου λεγομένου καθ’ ἑαυτὴν ὑφισταμένη. ταύτῃ καὶ ὁ σοφὸς ὑμῶν Ἀριστοτέλης [Anal. post. A 22. 83 a 33] τερετίσματά που τῶν ἑαυτοῦ λόγων φησὶ τὰ καθόλου. ὥστε καὶ ὁ τοῦ λέοντος ὄνυξ αὐτὸ τὸ μέρος γνωσθὲν τῷ Φειδίᾳ ἐξ ἀναλογίας, εἰ καὶ μὴ τὸ εἶδος, τὸ γοῦν μέγεθος παραστῆσαι τοῦ θηρίου οὐδὲν πεποίηκεν ἐμποδών. εἰ δὲ καὶ ἀναλογίαν ἀναιρήσεις, τί ἂν ἄλλο ἢ πρὸς ἄλογον σαυτὸν συνωθήσεις καὶ

τῶν ὄντων ἁπάντων ἀνεπαίσθητον ζωήν; καὶ φθόνος οὐδείς σοι τῆς σοφῆς ταύτης ἐμπληξίας, δι’ ἣν καὶ πρὸς τοὺς λύκους ἀποπεμφθήσῃ ὡς Λυκῖνος τῷ ὄντι καὶ ὢν καὶ καλούμενος. ~ Γ2ΕV