Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

μαρτύρομαι*] ἀντὶ τοῦ βεβαιῶ. ~ V

ἄμυθον] οὐ πολύμυθον καὶ πολύλογον. ~ U

κωνώπων* καὶ ἐμπίδων] σημείωσαι, ὅτι ἕτερον κώνωψ ἐμπίδος. καίτοι Ἀριστοφάνης ὁ κωμικὸς ταὐτόν φησι κώνωπας καὶ ἐμπίδας Νεφέλαις [157], οἷον

  1. πότερον τὴν γνώμην ἔχει τὰς ἐμπίδας
  2. κατὰ τὸ στόμα ᾄδειν ἢ κατὰ τοὐροπύγιον
. ~ ΒCVΝΟSUΩΔ

ἀποθανοῦσα* κτλ.] ὅρα, θαυμαστόν. ~ V

— ] ὥσπερ ἡ παρὰ σοῦ ἐγκωμίοις περιστρεφομένη μυῖα οὐκ ἀφίσταται ἀλλ’ ἐφίεται τοῦ δήγματος λιπαρῶς, οὕτω δὴ

καὶ αὐτὸς οὐκ ἀπόσχῃ, βωμολόχε, οὐδέποτε τοῦ φλυαρεῖν καὶ ἀποσκώπτειν ἐς ἄνδρας τοὺς ἀγαθούς; ἀλλ’ ἔρρ’ ἐς. μυίας καὶ σκώληκας, κακὴ κεφαλή. ~ Δ

ἐπαληθεύει* κτλ.] τί παρεξηγούμενος πρὸς τὸ σοὶ βουλητόν, ἀλιτήριε, τὴν διάνοιαν τοῦ ἀνδρὸς ταῖς σαῖς ἀθεμίτοις δόξαις συνυπάγεις τὸν ἄνθρωπον; ἀλλ’ εὖ ἴσθι, ὡς οὐδεὶς στοιχήσει ταύτῃ τῇ θέσει σου, καὶ εἰ μάλα φρενήρης τις ιἦ καὶ ἠλίθιος. ~ Δ