Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ταῦτά* γε] ἀντὶ τοῦ κατὰ ταῦτα. ~ VMΟUΩ

οἱ ποιηταί] Ὅμηρος καὶ Εὐριπίδης. ~ φ

τὸ* δὲ γῆρας ἔχει κτλ.] Εὐριπίδης [Phoen. 528]. ~ VOU Addunt OU:
  1. ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά,
  2. Ἐτεόκλεες, πρόσεστιν, ἀλλ’ ἡμπειρία
  3. ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
~

ὦ* Τήιε ποιητά] τὸν Ἀνακρέοντα λέγει τὸν λυρικόν. ~ VBφMΟΩΔ

Ἱπποκλείδης*] ⸤παροιμία οὐ φ⸥ροντὶς ⸤Ἱπποκλεί⸥δῃ ἐπὶ τῶν ⸤μὴ πάνυ⸥ σπουδαίων ⸤ἡμῖν λ⸥εγομένη ἀλλὰ κατὰ ⸤τὸ εὐ⸥καταφρόνητον μετα⸤χει⸥ριζομένων. ~ V⸤B⸥φΜΝΩΔ

ἐπιγουνίδα] ἐπιγουνὶς ἡ δι’ εὐεξίαν ἐπιτραφεῖσα σὰρξ τῷ γόνατι. ~ Δ