Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἀκούω βοῶντος κτλ.] ὡραῖον. ~ Γ

ποιητήν*] οὐχ ὅτι ποιητὴς ἦν Περεγρῖνος, διὰ τοῦτο ποιητὴν αὐτὸν νῦν καλεῖ, ἀλλ’ ἐπειδὴ τραγικόν τι πρᾶγμα διείργασται μεγάλης συμφορᾶς αἴτιον ἑαυτῷ καὶ οἷα οἱ τραγῳδιοποιοὶ γράφουσι, διὰ τοῦτο καὶ διασκευῆς ἐμνημόνευσε σκηνικοῦ πράγματος καὶ αὐτὸν ποιητὴν εἶπεν ὡς τοιαύτης τραγῳδίας εἰσαγωγέα. ~ VR

ἐτίλλετο* κτλ.] Φιλίππου τοῦ γελωτοποιοῦ γελωτοποιότερε, τί ταῦτα; ~ R

ἐπυνθανόμην κτλ.] ὡραῖον. ~ Γ

διέφυγε* ῥαφανῖδι] τοὺς μοιχοὺς γὰρ τοιαύτην ἀποτίνειν

ἔθος τοῖς παλαιοῖς ποινήν· ἐπὰν γὰρ ἑάλω, μετὰ πολλὰς τὰς ἄλλας τελευτῶντες ῥαφανῖδα τῇ πυγῇ τοῦ μοιχοῦ πάνυ ἁδρὰν ἐνεῖρον. ~ VRC

τὴν θαυμαστὴν* σοφίαν τῶν Χριστιανῶν ἐξέμαθε] θαυμαστὴ μὲν οὖν, ὦ μιαρέ, καὶ παντὸς ἐπέκεινα θαύματος, εἰ καὶ σοὶ τυφλῷ ὄντι καὶ ἀλαζόνι τὸ κάλλος αὐτῆς ἀνεπίσκεπτον καὶ ἀθέατον. ~ ΓV

θαυμαστὴν* κτλ.] μιαρὲ καὶ ὀλέθριε, ψεύδῃ· οὐ γάρ πως τοιοῦτο ἡμῖν ἔγνωσται περὶ τούτου· ἦ γὰρ ἂν οὐκ ἀπεκρυψάμεθα τοῦτο, πολλοὺς καὶ ἄλλους ἐσχηκότες τοιούτους καὶ οὐδέν τι αἰσχυνθέντες, εἰ πάλιν κυνὸς τρόπον ἐπὶ τὸ ἴδιον ἀπεῖδον ἀπέραμα οἱ μὲν καὶ πάντῃ πρὸς τὴν ἀρχαίαν ἀποκλίναντες δεισιδαιμονίαν ὡς οἷα Πορφύριος ὁ Φοῖνιξ, οἱ δὲ καὶ πρὸς τὸ διάστροφον τῆς καθ’ ἡμᾶς ἀπενεχθέντες θρῃσκείας ὡς Ὠριγένης ὁ Αἰγύπτιος. οὔκουν οὐδὲ τουτ’ ἂν ἀπεκρυψάμεθα καὶ μάλιστα, εἰ καὶ ἐξηγήσεις τινὰς τῆς καθ’ ἡμᾶς ἁγίας συνεκρότησε γραφῆς. ἡ γὰρ καθ’ ἡμᾶς σεμνὴ πίστις καὶ ἀμώμητος μηδὲν μικρολογουμένη περὶ τὴν αἱρετικῶν ὀλιγωρίαν, ἔστ’ ἂν ἄξιόν τις αὐτῇ ἑαυτὸν παρέχοι, οὐ φθονεῖ τούτῳ τῶν ἑαυτῆς χαρισμάτων παρέχειν· ἐπὰν δὲ τὴν ἑαυτοῦ πάλιν τράπηται, αὐτῇ μὲν οὐδὲν οὕτως τῇ καθαρᾷ ἐλυμήνατο πίστει, αὑτῷ δὲ ἐντεῦθεν οὐδὲ τὸν καρπὸν ἀποβαλλόμεθα τούτου τῶν † τε παρὰ τὰς διεξόδους τῶν θείων ὑδάτων πεφύτευτο, ἔβρυε καὶ ἤνθει, ἀλλ’ εἰς ἔλεγχον αὐτοῦ ἐῶμεν καὶ γνῶσιν τοῖς μετ’ ἐκεῖνον, ὅτι τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν ἀδικίᾳ κατέσχε. καὶ ὁπηνίκα μὲν γέγονε τῆς καθαρότητος, καὶ ἑαυτοῦ τοιοῦτον

ἤνεγκε τὸν καρπόν· ὅτε δὲ τῆς ζωοποιούσης ἀμπέλου ἐξώθησεν ἑαυτόν, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ πρὸς πυρὸς ὕλην συναχθῆναι παραίτιος ἑαυτῷ γέγονεν. ~ R

καινὸς Σωκράτης*] κἀντεῦθεν ἔστι μαθεῖν τὸ τοῦ τερατολόγου πλάσμα. τίς γὰρ Χριστιανῶν ἀνάσχοιτο διὰ Χριστὸν κατακλεισθεὶς τῷ τοῦ Σωκράτους σεμνύνεσθαι ὀνόματι; ~ R

πεπείκασι γὰρ αὑτοὺς — τὸ μὲν ὅλον ἀθάνατοι* ἔσεσθαι] θνητὴν πρεσβεύοντος τὴν ψυχὴν οὐδεὶς ἡμῖν λόγος πρῶτον μὲν πρὸς ὅλην ἀνθρώπων πίστιν ἀντεξαγομένου, ὅση Ἑλλήνων, ὅση βαρβάρων· ἄλλως τε καὶ οὐδὲ θεμιτὸν ἴσως κτηνώδη ἄνθρωπον καὶ διὰ ταῦτα ἐμπαθέστατα διαβιοῦντα σωφροσύνης τὸ παράπαν ἀσπάζεσθαι δόγματα. λήρει τοιγαροῦν, λήρει, οὐδείς σοι φθόνος τῆς ἐμπληξίας, εἰ μή γε καὶ ὡς ἀναγώγῳ πάντῃ καὶ τούτων ἀτοπώτερα — εἴπερ ἄλλα — ἐπιδαψιλευσοίμεθα. τί γὰρ ἄν τις καὶ δρῴη κακὸν τῷ ὄντι ἀνθρώπιον καὶ λύσσης ἀκράτῳ κατεσχημένον πάθει καὶ πρὸς αὐτὴν ἀπομαχόμενον τὴν ἐνάργειαν; τί δ’ ἂν ἄλλο ἢ πρὸς αἴσθησιν, εἰ καὶ μὴ καὶ τούτου ἀποτυγχάνοιμεν, κατεπείγειν ἢ κολάσει καθυποβάλλειν, ἐπάν τις αἰσθήσεως ἄμοιρος ἀναφαίνοιτο; ~ R

ἔπεισεν αὐτούς, ὡς ἀδελφοὶ πάντες εἶεν ἀλλήλων] καί τι τοῦτο τῶν ἀπαισίων, ἐλεεινὲ ἄνθρωπε, μᾶλλον δὲ τίνα οὐχὶ προφαίνοντος τῆς φύσεως ἐπιγνωμοσύνην καὶ πρὸς τὸ συγγενὲς τὴν εὐκταιοτάτην συμπάθειαν. ἢ οὐ τῷ ὄντι καὶ ἀδελφοὶ πάντες ἄνθρωποι ἀλλήλων καὶ ἑνὸς αἰτίου ἐξηρτημένοι; εἴτε γὰρ τοῦ ὑλικοῦ, κοινὸν ἅπασι τὰ κοσμικὰ στοιχεῖα, ἐξ ὧν καὶ συνιστάμεθα, εἴτε τοῦ ὀργανικοῦ, μιᾶς ματρὸς ἐκγέγαμεν τᾶς φύσιος, ὡς οἱ σοὶ βούλονται

θεολόγοι σύμφωνοι τῇ ἐναργείᾳ τῶν πραγμάτων. εἰ δὲ καὶ ποιητικὸν ζητοίης — εἰ μὴ σοὶ ὡς ἀθέῳ καὶ τοῦτο εἰς λῆρον καταλογίζοιτο —, εὑρήσεις κοινὸν ἁπάντων καὶ δημιουργὸν θεόν. καὶ τὰ μὲν ἀναντίρρητα πάντῃ, κἂν πάνυ διαρραγείης. σὺ γοῦν ἔοικας εἰς χλεύην τιθέμενος πάντα πρῶτον μὲν ὠμότητα μεταδιώκων καὶ θηριωδίαν καὶ τὸ φιλάλληλον προαναιρεῖν, ἵν’ ᾖ σοὶ βιοῦν ἀπανθρώπως πάσης μὲν ἐμπιπλαμένῳ ἀνοσίου ἀφροδίτης πάσης δὲ πλεονεξίας καὶ ἁρπαγῆς καὶ τῶν ἄλλων αἰσχίστων οὐδ’ ὅλως ἀπεχομένῳ. ~ R

ἐπειδὰν ἅπαξ παραβάντες θεοὺς μὲν τοὺς Ἑλληνικοὺς* ἀπαρνήσωνται] μιαρὰ κεφαλή, οὓς πρὸ βραχέος ἀετοὺς καὶ ταύρους καὶ χρυσοῦς θυσιῶν καὶ ὅρμων ἀξίους, ναὶ μὴν καὶ τὸν ἄλλον ὃν κατέχεας λῆρον περὶ τῶν Ἑλληνίων θεῶν, νῦν τοὺς τοιούτους οὐκ ἀξίους φῂς παραβάσεως; ~ V

θεοὺς* μὲν τοὺς Ἑλληνικοὺς ἀπαρνήσωνται] ἔτι θεοὺς ὀνομάζεις, οὓς ὀλίγον ἔμπροσθεν, ἓν γοῦν τοῦτο καλὸν ποιῶν, ἀρκούντως διέπαιξας; ~ R

τὸν δὲ ἀνεσκολοπισμένον* ἐκεῖνον σοφιστήν] Ἀρέθα. τί σοι μεταξὺ μωρολογίας παρεγκύκλημα τοῦτο κατείργασαι, ματαιότατε Λουκιανέ; πλήν, ὥς γε εἰκός, θείαις τῷ ὄντι ποιναῖς ἐλαυνόμενος, καὶ οἵαις καὶ ὅσαις καὶ οὗτοι, οὓς σέβῃ ἀλάστορας δαίμονας, ἐπειδὰν ἀνυπερβλήτῳ δυνάμει τοῦ δι’ ἡμᾶς ἄχρι τοῦ ἡμετέρου δι’ ἄφατον οἶκτον χωρήσαντος σώματος ἀναλλοιώτως υἱοῦ τοῦ θεοῦ καὶ θεοῦ τῆς

πρὸς ἀνθρώπους ἀπηλαύνοντο ἐπηρείας, υἱὸν θεοῦ καὶ ἅγιον τοῦ Ἰσραὴλ ὡμολόγουν, παραπλησίως καὶ αὐτὸς μέγαν ἄνθρωπον ἀνεκήρυξας τοῦτον, ὃν παιδία † παραινοῖς, καὶ τοῦ ἐμβροντήτου σου στόματος κατετόλμησας. καὶ τοῦτο μὲν οὕτως καὶ χάρις οὐδεμία τοῖς λόγοις, ὅτι μηδὲ τοῖς πονηροῖς δαίμοσι τὴν ἀλήθειαν ἀπαγγέλλουσιν· ἐπιτιμῶνται γὰρ καὶ οὐκ ἐῶνται λαλεῖν· πῶς γὰρ τοῦ ψεύδους ἔγγονοι καθεστῶτες τὸ ἀληθὲς προάγειν συγχωρηθεῖεν; εἰ μή που καὶ βορβόρου τις ἐῴη τίμιον ἀπορρεῖν μύρον καὶ ἀπὸ σκότους αἴγλην φωτὸς προϊέναι. εἰς δὲ χλεύην ποιούμενος τὸ σωτήριον παντὶ πάθος ἀνεσκολοπίσθαι ὑβριστικῶς τῷ σεαυτοῦ λόγῳ τὸν δῆθεν σοὶ μέγαν ἄνθρωπον παρενείρας ἀκούοις ἂν οὐκ αὐτὸς μόνος, ἀλλ’ ὅσοι δὴ τῆς αὐτῆς σοι μανίας ἐντὸς τοῦ σώφρονος ἐκτραχηλιάζονται λογισμοῦ· γέλωτα καὶ μυκτηρισμὸν ποιῇ τὸν ὀλοθρεύσαντα σὲ σταυρὸν αὐτοῖς σεβάσμασι καὶ μακραῖς φλυαρίαις καὶ μιαροῖς ἔθεσιν. εἶτα τί φῄς; πότερον σταυρὸς καὶ πάθος ἑκούσιον γέλωτα ὀφλήσει τοῖς σώφροσιν ἢ γυναικῶν μεμηνυιῶν ἀφροδίσιον μανίαν ἀνασυρμοὶ καὶ ἀσχημοσύνης εἰς τὸ ὕπαιθρον δεῖγμα, ἃ καὶ ἡ φύσις αὐτὴ δημοσιεύειν ἐγκαλυψαμένη τόποις τοιούτοις εἰς τὸ ἀπόρρητον ἐγκαθίδρυσεν; ἢ οὐκ οἶσθα τὴν Βαυβὼ καὶ ὅσα σοι τὰ Ἐλευσῖνι μυστικὰ μᾶλλον δὲ μυσαρὰ ὑποβάλλει θεάματα; τί δ’ ἄν, εἰ λέγοιμι τῆς πολιούχου Κορίνθου τὰς αἰσχίστας καὶ ἐναγεῖς τελετάς, αἷς ἡ τοῦ θήλεος αἰδὼς καθυβρίζετο, ἢ τῆς ἐν Σάϊ τῶν Αἰγυπτίων ἀνεόρτου ἑορτῆς τὸ ὑπερβάλλον ἀκάθαρτον; καὶ ἐπειδὴ Αἴγυπτος τῷ λόγῳ παρήχθη, ἆρά σοι διᾶραι στόμα τολμᾶται τῷ κυνοπροσώπους θεοὺς ἐννοου
μένῳ καὶ τοὺς αἰλούρους καὶ τὰς ἴβεις καὶ τοὺς σεμνοὺς κροκοδείλους καὶ τὸ πάντων ἀτοπώτερον τὰ κρόμμυα, ἃ εἰς θεοὺς ἀναφέρεται, καὶ ἐπὶ πᾶσι τὸν ὕπατον ὑμῶν Δία φόβῳ τοῦ ἐπαναστάντος ὀλέθρου εἰς κριὸν τὸ εἶδος ἀνταλλαξάμενον; βαβαί· ὁ τὸ πᾶν σοι τοῦ κράτους ἀποφερόμενος πατὴρ ἀνδρῶν τε θεῶν τέ κριοῦ διασῴζεται εἴδει καὶ βόσκημα αὑτῷ τὴν ἀπολύτρωσιν πραγματεύεται. σιγῶ τὴν Προμηθέως ἐπὶ Καυκάσῳ προσήλωσιν — οὐδὲ γὰρ τοῦ ἑκουσίου προσέχεται —, Σεμέλης τὸν κεραυνόν, Ἡφαίστου τοὺς ἐπὶ τῷ Ἄρει δεσμούς, οὗ ἡ μοιχεία κατήγορος, τἆλλά τε πάντα καὶ ἀτοπώτερα, ἵνα μὴ καθ’ ἕκαστον διεξιὼν χραίνω καὶ γλῶσσαν καὶ ἀκοὰς τοιούτοις σεβάσμασι προσανέχων, ἐπιτριπτότατε. ἀποφθάρηθι ἀφ’ ἡμῶν καὶ κατάδυθι λόγους προάγων ἀλλ’ ἐγγὺς ἀτοπωτάτως. ὁ μὲν γὰρ σταυρὸς ἀνδρείας σημεῖον καὶ ὅσον ἄρξασθαι καὶ τέλος τοῦ κόσμου παντὸς σωτήριον καὶ ἀνάκλησις καὶ τῆς καθ’ ὑμᾶς αἰσχρότητος ἀπαλλαγὴ καὶ καθαίρεσις, τὰ δὲ τῶν θεῶν ὑμῶν πάθη καὶ ἐκ παθῶν καὶ ἀκρασίας καὶ ταῦτα θεῶν ἐναρχόμενα καὶ πρὸς τὰ ὅμοια πάθη τοὺς τεθηπέναι ἀνεχομένους παρακαλοῦντα καὶ πρὸς τὴν ἄλογον βιοτὴν τοὺς ἀνθρώπους ὑποσπῶντα καὶ καταβάλλοντα. ~ R

κοινὰ ἡγοῦνται ἄνευ τινὸς ἀκριβοῦς* πίστεως τὰ τοιαῦτα παραδεξάμενοι] καὶ τίνος ἀκριβεστέρας δεήσεται πίστεως τὸ ἀφ’ ἑαυτοῦ τῇ ἐνεργείᾳ ἰσχῦον καὶ πᾶσαν ἀπόδειξιν κατόπιν ποιούμενον ἑαυτοῦ; ἢ οὐ καὶ σοὶ ἡ ἀκτησία καλὸν καὶ τοὺς μετιόντας αὐτὴν οὐ διὰ θαύματος ἄγεις; εἰ μή που, ὅπερ ἔστι, τῆς ἀνθρωπίνης ἐκβέβλησαι φύσεως. ~ R

Παριανῶν*] Παριανός, ὡς ἔοικε, Περεγρῖνος ἀπὸ Πάρου τῆς νήσου. ~ RV

τοῦτο* ὡς ἤκουσε κτλ.] ἀπόλοιο, κατάρατε καὶ πάσης ἀρετῆς σκῶπτα καὶ διαβολεῦ. ~ R

χρόνον μέν τινα κτλ.] οὐκ αἰδῇ, ταλάντατε, τοῖς αὐτοῖς, οἷς καὶ αὐτὸς ἑάλως, τούτοις καὶ Περεγρῖνον διασύρων; ~ R

τῷ βασιλεῖ*] Βῆρον ἢ Μᾶρκον Ἀντωνῖνον οἶμαι λέγει. ~ RV

Μουσωνίῳ* κτλ.] Κυνικοὶ καὶ οὗτοι ἢ καὶ ἄλλως φιλόσοφοι ἐλέγχειν ἔργον πεποιημένοι. Ἐπίκτητον μὲν οὖν Στωικὸν οἶδα, Δίωνα δὲ τὸν Προυσαέα, ᾧ καὶ ἐπώνυμον ὁ Χρυσόστομος, ὅς καὶ λόγους ἐκδέδωκεν ἱκανῶς σπουδαίους τῷ ὄντι καὶ παντοίας ὠφελείας μεστούς. ~ RCV

πατραλοίας*] καὶ πῶς, εἰ πατραλοίας Περεγρῖνος, οὐκ ἀντενεκλήθη παρὰ τῶν Παριανῶν τὴν πατροκτονίαν, ἀπαιτουμένων τῶν διὰ τὴν πατροκτονίαν ὡς ἔφης [c. 15] ἀφειμένων τούτοις ἀγρῶν; ὁρᾷς, ὅπως εἰς πάντας συκοφαντεῖν ἑτοιμότατος παρεσκεύασαι, πάσης ἀρετῆς σκῶπτα καὶ διαβολεῦ. ~ RV

καόμενόν φησι κτλ.] σημείωσαι. ~ Γ

οὐκ ἀπ’ ἐλπίδος* κτλ.] οὐ γὰρ ἀνέλπιστον φῂς μὴ ὑπομένοντα τὴν φλόγα ἐξάλλεσθαι ταύτης· ἀνθ’ ὧν καὶ βαθυνθῆναι τὸ τῆς πυρᾶς μεσαίτατον παρασκευάσει, ὡς μηδὲ βουληθέντι ῥᾴδιον ἐκπηδῆσαι. ταῦτα δὲ βούλεται Λουκιανὸς ληρεῖν, Βραχμᾶνας μὲν ἑκόντας καὶ καρτερικώτατα ἀποφαίνων πυρπολεῖσθαι, Περεγρῖνον δὲ οὐ πάντῃ κατὰ τὸ ἑκούσιον ἀλλὰ καὶ πρὸς ἀνάγκην, εἴ γε τὸ ἄφυκτον ἑαυτῷ περιποιεῖται τὸ ἀπὸ τῆς φλογός. ~ R

ὁ ἐκ Πατρῶν*] τὸν Θεαγένην λέγει. ἐκ Πατρῶν δὲ τῆς Πελοποννήσου. ~ VR

ποίας* μὲν οὖν μελίττας κτλ.] ἐντρύφα, κατάρατε, καὶ ἐμφοροῦ τῆς πατρίας καὶ εἰωθυίας ὑμῖν τοῖς Ἕλλησι πλαστολογίας. ~ R

Πρωτέως*] Πρωτεὺς μὲν τάχα καὶ συγγνωστός, εἰ καὶ ψυχρᾷ τῇ συγγνώμῃ, οὕτω τὸν βίον ἀπολιπών, σὲ δὲ τίς τοῦ τρόπου ἀγάσεται λόγον μὲν ἐμπορευσάμενον οὕτω προχείρως ἐκγεγονότα τινί, ὕθλοις δὲ καὶ μωρολογίαις τοῦτον ἐσπαθηκότα; ~ V