Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

τητινόν*] χρόνου δηλωτικὰ τὰ τρία ταῦτα ἐπιρρήματα πέρυσιν, τῆτες, νέωτα. ὡς οὖν ἀπὸ τοῦ χθές γίνεται χθεσινόν, οὕτως ἀπὸ τοῦ τῆτες τητινόν, σημαῖνον τὸ ἐπέτειον ἤτοι τοῦ αὐτοῦ ἔτους. τὸ δὲ νεοχμόν τὸ καινὸν σημαίνει, ἀφ’ οὗ καὶ ῥῆμα τὸ νεοχμῶ, καὶ ἔστιν ἀπὸ τοῦ νέον καὶ τοῦ ἔχω νεοχόν, καὶ νεοχμόν πλεονασμῷ τοῦ μ. χρῆται τῇ λέξει Θουκυδίδης [1, 12]. ~ ECVφΩΔ

κυψελόβυστα: κυψέλη λέγεται καὶ ὁ τῶν ὤτων ῥύπος, λέγεται καὶ τὸ κεραμεοῦν στενόστομον ἀγγεῖον τὸ ἀπίσσωτοτον. νῦν δὲ τὸν ῥύπον ἀκουστέον. ~ VEΩΔ

ἀνέγνως*] ἀντὶ τοῦ ἀνελογίσω. ~ E

πεδοῖ κατάβαλε: ἴσως ἀντὶ τοῦ πρὸς πέδον κατάβαλε. ~ VECφΩΔ

ἡ Κυψελίς: οὕτως ὁ ῥύπος τῶν ὤτων. λέγεται κυψέλη καὶ τὸ ὀστρακεοῦν ἀγγεῖον, ᾧ τοὺς ἄρτους ἀποτίθενται· ἐν ὧ καὶ ὁ Κορίνθου τύραννος ἀρτιγένητος ὑπὸ τῆς μητρὸς

κατακρυβεὶς Κύψελος ὠνομάσθη. ἄμφω δέ, ἥ τε κυψελὶς καὶ ἡ κυψέλη, παρὰ τὸ κρύβειν τὴν ἕλην ἐρρήθησαν. ~ CEVφΩΔ. Addit C: λέγεται δὲ καὶ πλεκτόν τι ἀγγεῖον. ~

εὔαρχος: τὸ μὲν εὔαρχος τὸ καλὴν ἀρχὴν ἔχειν, εὔλογος δὲ τὴν συνθήκην εὐάρμοστος, εὔλεξις δὲ καὶ εὐώνυμος τὸ εὐπρεπέσιν ὀνόμασι καὶ λέξεσι κεχρῆσθαι. ~ VEφΩΔ

στλεγγίδα κτλ.] στλεγγὶς ἡ ξύστρα, ἔοικε δὲ τὸ κτένιον οὕτω καλεῖν. φωσώνια δὲ ταινίας λέγει ὀθονίνας, ῥύμματα τὸν σάπωνα ἢ καὶ τὸ νίτρον· ἐχρῶντο γὰρ καὶ νίτρῳ οἱ παλαιοὶ ἐν τοῖς λουτροῖς. ναυστολεῖν τὸ βαστάσαντα ἄγειν. τὸ ἐπίλουτρον δὲ τὸ ἐν τῇ συνηθείᾳ βαλανικόν. ἐγγυοθήκη δὲ τὸ κιβώτιον, ἐν ᾧ ἔστιν ἀσφαλῶς καὶ ἐχεγγύως καταθεῖναι. ~ ECVφΩΔ

ἐλινύσεις*] ἀντὶ τοῦ ἐπίσχῃς, καταμείνῃς. ~ EVΩΔ

— ] βραδυνεῖς. ~ φ

εὐπόρως*] ἀντὶ τοῦ πορεύεσθαι δυνάμενος. ~ EVφΩΔ

τράμιν οἱ μὲν τὸ τρῆμα τῆς ἕδρας, οἱ δὲ τὸ ἀπὸ τούτου μέχρι τῆς ἀρχῆς τοῦ βαλάνου χωρίον, ὃ καὶ ὑπόταυρον καλοῦσιν· ἔστι δὲ καὶ γραμμὴν ἔχον ἐπανεστηκυῖαν ὁμοίαν ῥαφῇ. ~ ECVφΩΔ

ἐπ’ ἀστράβης: ἀστράβη τὸ σάγμα ἤτοι ἡ σέλλα. τοὺς οὖν τὰ σεσαγμένα ζῷα ἐλαύνοντας ἔοικεν ὁ καινολόγος ἀστραβηλάτας καλεῖν, ὥσπερ καὶ ἁρματηλάτας εἰώθαμεν καλεῖν τοὺς ἐλαύνοντας τοὺς ἵππους, οἵτινες τῷ ἃρματι ὑπεζεύχθησαν. ἄλλοι δὲ ἀστράβην ὡς Ἀθηναῖοι τὴν ἄζυγά φασιν ἡμίονον, ἐφ’ ἧς ὀχούμεθα. ἀπὸ τούτου καὶ ἀστραβηλάτας τοὺς ὀπαδοὺς τούτων φασίν. ~ VECφΩΔ. Addit Δ: τοῦ ζῴου οὕτως ἐλαυνομένου, ὥσπερ ἔφαμεν. ~

ἀσκωλιάζων: ἀσκωλιάζειν τὸ ἐφ’ ἑνὶ ποδὶ βεβηκότα οὕτω κινεῖσθαι, τὸ δέ ἐστιν ἅλλεσθαι· μονόποδι γὰρ τί ἄλλο εἰς κίνησιν περιλείποιτο ἢ ἅλλεσθαι; ἀσκωλιάζοντι οὖν ἀντὶ τοῦ μονόποδι πηδῶντι. ~ VECφΩΔ

συντυμβωρυχήσας] ἄξιος εἶ τῷ ὄντι τυμβωρυχίας τοιαῦτα περὶ τοὺς λόγους ἀσελγαίνων. ~ E

2—4 τοῦ τε κρύους ἕνεκα καὶ ὅτι καύματα* ἦν] ἔοικε τὰ ἀπὸ τοῦ κρύους γινόμενα ἐγκαύματα εἰς τὸ σῶμα ἡμῶν λέγειν. ἀρόματα δὲ τὰ ἀρότρῳ ἐξειργασμένα πεδία. σκάνδικες δὲ καὶ βράκανα εἴδη λαχάνων. κάχρυς δὲ σιτηρὸν ὄσπριον. τὸ δὲ ἐδάρην τὸν ὄρρον ἀντὶ τοῦ ἀνεσύρην, ἐτρίβην τὸν ὑπόταυρον ἤτοι τὴν τράμιν. λεκιθόπωλις δὲ ἡ τὰ ἀληλεσμένα ὄσπρια ἤτοι τὰ βεβρεγμένα πωλοῦσα· οἱ ἰατροὶ δὲ λέκιθόν φασι καὶ τὸ τοῦ ᾠοῦ ὠχρόν. γρυμαιοπώλης δὲ ὁ τὰς εὐτελεῖς ὀπώρας πιπράσκων. σέλγη δὲ . . . πυριάτης δὲ καὶ ἐγκρυφίας ἄρτοι εἰσὶν ὁ μὲν ἐν κλιβάνῳ, ὁ δὲ ἐγκρυφίας ἐπὶ τῇ σποδῷ ὠπτημένος. γήτεια δὲ τὰ κρόμμυα. οἶβος δὲ τὸ περιτραχήλιον ἀπὸ τῶν ὄπισθεν κρέας, λωγάνιον δὲ τὸ ὑπὸ τὸν τράχηλον καὶ μάλιστα τῶν βοῶν. σίλλος δέ ἐστιν ὁ διάστροφος τοὺς ὀφθαλμούς. ἡδύνειν δὲ τὸ σκευάζειν ἤτοι μαγειρεύειν. κάρδοπος δὲ ἡ μάκτρα ἤτοι ἡ πλατεῖά ἐστι σκάφη. ξηραλοιφεῖν δέ ἐστι τὸ ἄνευ λουτροῦ ἀλείφεσθαι ἐλαίῳ. γνώμονα δὲ τὸ τοῦ σκιοθηρίου τῆς σκάφης ἤτοι τοῦ ὡρολογίου μέσον ἐπανεστηκὸς κανόνιον

λέγει, ὃ τὰς ὥρας δείκνυσι τῇ ἑαυτοῦ σκιᾷ. πόλον δὲ τὸ μέσον καὶ κοῖλον τοῦ αὐτοῦ ὡρολογίου λέγει. Καριμάντας δὲ τοὺς σύγκλυδας οἶμαι καὶ συρφετώδεις φησί. βύζην δὲ ἐπιρρηματικῶς ἀκουστέον τὸ οἱονεὶ διὰ τὴν συνέχειαν τοῦ ὄχλου καὶ τὴν πίλησιν παραβεβυσμένως ἑστάναι καὶ ὠθεῖν τε καὶ ὠθίζεσθαι· τοῦτο γὰρ τὸ ὠστίζεσθαι σημαίνει. τὰ κόρα δὲ δηλονότι δυικῶς τὰς κόρας σημαίνει τῶν ὀφθαλμῶν. σκαρδαμύττειν δὲ τὸ σκαίρειν πυκνῶς τὰ βλέφαρα. φαρμακᾶν δὲ τὰ ὄμματά φησιν ἀντὶ τοῦ φαρμάκων ἤτοι ἰατρείας δεῖσθαι. ~ EVφΩΔ et ex parte C

διανεῦσαι*] ἀντὶ τοῦ κολυμβῆσαι. ~ EVφΔ

γρυμαιοπώλῃ]* γρ′ γρυτοπώλην· ἔστι δὲ ὁ τὰ εὐτελῆ σκευάρια πωλῶν, παρὰ τὸ γρῦ, οὕτω δὲ Ἀθηναῖοι τὸν ῥύπον φασὶ τῶν ὀνύχων. ~ EVφΩ

λωγάνιον Ἀμβρακιῶται καὶ Ἠπειρῶται τὸ ἀπὸ τοῦ τραχήλου φασὶ τῶν βοῶν ἀγόμενον χάλασμα καὶ λῆγον εἰς τὸ μεταξὺ τῶν βραχιόνων, ὥς φησι Διονύσιος ὁ Ἰτυκαῖος ἐν πρώτῳ Γεωργικῶν. ἔστι δὲ ἡ Ἰτύκη πόλις Σικελίας. ἔοικε δὲ οὐ βοὸς λέγειν λωγάνιον ἀλλὰ ζῴων ἑτέρων τὸ στηθύνιον, τὸ τῶν βοῶν δὲ ἄχρηστον τοῦτο τὸ μέρος, ὃ καὶ λαμυρίδα φασί. ~ EVφΩΔ

ψύττα* κατατείνας] ἀντὶ τοῦ ταχέως δραμών. ~ ECVφΩ

λαταγεῖν κοττάβους] οἱ ἀκριβέστερον περὶ κοττάβων διαλαβόντες δύο φασὶν εἶναι κοττάβων εἴδη, κατακτὸν καὶ δι’ ὀξυβάφων. ὁ μὲν οὖν κατακτὸς τοιοῦτος· ἦν τι οἱονεὶ λυχνεῖον ὑψηλὸν ἔχον ἐν ἑαυτῷ πρόσωπόν τι, ὃ ἐκαλεῖτο

μάνης, ἐφ’ οὗ ἔδει πεσεῖν τὴν καταβαλλομένην πλάστιγγα, ὡς Ἀριστοφάνης [Pac. 1244] φησὶ
γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.
ὁ δὲ δι’ ὀξυβάφων τοιοῦτος· ἀγγεῖόν τι λουτηριδίῳ ἐοικὸς πλῆρες ὕδατος ἐτίθετο ὀξυβάφων κενῶν ἐπιπλεόντων, ἅπερ ἦν καταδύειν ταῖς ἀπὸ τῶν στομάτων προϊούσαις λάταξιν ὁ ἀγών. Ἀντιφάνης Ἀφροδίτης γοναῖς [Antiph. fr. 55. C. A. F. II 33 Κ.]
ἐγὼ ’πιδείξω, καθὼς ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃς πεσεῖν. πλάστιγγα ποίαν; τοῦτο τὸ ὑποκείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις; τοῦτ’ ἐστὶ πλάστιγξ· ἐὰν μόνον τύχῃ αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται.
παρῆλθε δὲ ὁ κότταβος εἰς τὰ συμπόσια ἀπὸ τῶν περὶ Σικελίαν πρῶτον εἰσαγαγόντων. πρὸς δὲ τούτοις κυκλοτερεῖς ἐποιοῦντο οἱ δεῖπνοι, ἵνα πάντες εἰς τὸ μέσον τεθέντος τοῦ κοττάβου ἔχοιεν ἐξ ἴσων τῶν ἀποστάσεων ταῖς λάταξι βάλλειν καὶ περὶ νίκης ἀγωνίζεσθαι. οὐ τῷ βάλλειν δὲ μόνον ἐφιλοτιμοῦντο, ἀλλὰ καὶ τῷ καλῶς· ἐπὶ γὰρ τοῦ ἀριστεροῦ ἀγκῶνός τις ἑαυτὸν ἐπερείσας ὑγρῶς ἀφίει τὴν λάταγα, ὡς ἐνίους μέγα φρονεῖν ἐπὶ τῷ κοτταβίζειν ἢ ἐπὶ τῷ ἀκοντίζειν. δοκεῖ δέ μοι καὶ τὸ ἐν τῇ συνηθείᾳ κοττίζειν ἀπὸ τούτου βαρβάρως καὶ περικεκομμένως εἰρῆσθαι. ~ EVφΔ

λαταγεῖν* κοττάβους] εἶδος παιδιᾶς ὁ κότταβος τοιοῦτο·

μέσον ἵσταται χάραξ ἄνωθεν ζυγὸν κατὰ κορυφὴν ἐπαιωρῶν, καθ’ ἑκάτερον δὲ ἄκρον ὁ ζυγὸς πλάστιγγας φέρει ἀνδριανταρίων ταῖς πλάστιγξιν ὑποκειμένων. ὁ κοτταβίζων τοίνυν λαβὼν εἰς τὸ στόμα ὑγρὸν ὁτιοῦν οἴνου ἢ ὕδατος καὶ πλήσας τὰς γνάθους ἀφίησι διὰ τῶν χειλέων ὑπὸ μίαν σταγόνα τοῦ ὑγροῦ κατὰ τῶν πλαστίγγων. αἱ δὲ δεξάμεναι κοῖλαι οὖσαι καὶ καθελκόμεναι τῷ βάρει κατὰ τὸ ἐπικρατοῦν τοῦ ὑγροῦ φέρονται κατὰ τῶν ὑποκειμένων ἀνδριανταρίων καὶ κρούσασαι ἀνὰ μέρος ἑκατέρα κατὰ τὴν ἑτεροζυγίαν τοὺς ἀνδριάντας ποιὸν ἦχον ἀποτελοῦσιν, ὃς εὐφραίνει τὸν ἐρῶντα ὡς τῶν παιδικῶν κατευστοχοῦντα· ἐρωτικὴ γὰρ ἡ παιδιά. εἰ δὲ τῶν πλαστίγγων ἡ λάταξ διαμάρτοι, ἡττᾶσθαι δοκεῖ ὁ ἐρῶν καὶ ὑπὸ τῶν παιδικῶν ἠμελῆσθαι. καλοῦνται δὲ τὰ ἀνδριαντάρια μάνης. ~ EVφΩΔ

θριδακίνας*] εἶδος ἄρτων αἱ θριδακῖναι. ~ EVφΩ

δυσωπῶ*] ἀντὶ τοῦ ἀμβλυώττω, κακῶς διάκειμαι τοὺς ὦπας. ~ EVφΩΔ

ἀπερυθριᾶσαι: ἐπίτηδες ὁ παιγνιήμων τὸ ἀπερυθριᾶσαι τέθεικε διὰ τὸ γελοῖον. βούλεται δὲ αὐτῷ σημαίνειν τὸ τὸ ἐρύθημα ἤτοι τὸ αἱματῶδες τῶν ὀφθαλμῶν ἀποκαθᾶραι. λημαλέον δὲ τὸ σὺν λήμαις φησί, καὶ τὸ διερόν τὸ δίυγρον, ὅ, κἂν μὴ λέγωμεν, δῆλον. ~ VEφΩΔ

ἀπησθημένοι: ἀντὶ τοῦ ἀποδυσάμενοι· ἐσθήματα γὰρ τὰ ἱμάτια. ἔοικε δέ μοι αὐτὸς ταῦτα τοῦ γελοίου καλῶς γε ποιῶν διαπλάττειν, ὅσον καὶ προφάσεως μὴ ὑπούσης γέλωτος αὐτὸς ἀνευρίσκων προφάσεις οὐ διαλείπει. ~ EVφΩΔ

συντριβέντες: ἀντὶ τοῦ ἀλλήλους διατρίψαντες καὶ ἀνα

βάντες ἀλλήλους, ὅ ποιεῖν εἰώθασιν ἐπί τινων παιδιῶν οἱ νικῶντες ἀναβαίνοντες ἐπὶ νῶτον τοὺς ἡττημένους· ἔνθεν καὶ κατανωτισάμενοι εἶπεν. τὸ δὲ ἐμπαίξαντες οἱονεὶ παίξαντες ἐν τῷ γυμνασίῳ. ψυχροβαφὲς δὲ τὴν ψυχράν φησι πύελον, ἐν ᾗ φησιν ὑποδύντες ὡσεὶ δελφῖνες τὰς κάρας κυβιστῶντες ὑπὸ τῷ ὕδατι ἐκολυμβῶμεν. τὸ δὲ ἐξυόμην ἀντὶ τοῦ ἐκτενιζόμην· ὀδοντωτὴν γὰρ ξύστραν τὸ κτένιόν φησι. κηπίον δὲ καὶ σκάφιον εἴδη κουρᾶς. ~ EVφΩΔ

ὀκλαδίαι: ὀκλαδίας μὲν δίφρος, ἣν ἀναπαύστραν φασίν. ἀσκάντης δὲ ὁ εὐτελὴς κράβατος. συμφορῶν δὲ διαπαίζων εἶπε τὸν ἔρανον. ~ CEVφΩΔ

δίχηλαι ὕειαι: τὰ τῶν ποδῶν ἄκρα τῶν ὑῶν ἡδέα ὄντα πρὸς ἐδωδήν. ὡσαύτως καὶ αἱ σχελίδες τὰ ἀπὸ τῶν σκελῶν τῶν ζῴων εἰς μῆκος ἀφαιρούμενα, ἅ φασιν ἀκρονάρια. ~ EVφΩΔ

τοκάδος* ὑός] ἐπὶ τῇ μήτρᾳ τῶν χοίρων ἐσκεύαζον οἱ τῶν παλαιῶν βιοφάγοι βρῶμά τι συγκόπτοντες πολλὰ κρέα καὶ τυρὸν καὶ ἥδυνον αὐτοῖς βρώματα. ~ EVφΩΔ

λοβὸν ἐκ ταγήνου τὸ ἧπάρ φησι τὸ ἀπὸ τηγάνου. μυττωτὸς δέ ἐστι τρίμμα διὰ σκορόδων καί τινων ἄλλων. μελιτοῦτται δὲ οἱ ἐκ μέλιτος πλακοῦντες. ἀπῳδὸν δὲ ἀλεκτρυόνα τὸν παρηβηκότα. λειπογνώμονα δὲ βοῦν τὸν τὸ γνῶμα ἀποβαλόντα, ὅ ἐστιν ὀδοὺς ἀπὸ γενετῆς. ~ EVφΩΔ

ἀβυρτάκη: σκεύασμα βαρβαρικὸν διὰ καρδάμου καὶ πρά σων. Νυμφόδωρος δὲ ἐν τρίτῳ Βαρβαρικῶν νόμων [fr. 19. F. H. G. II p. 380 Müller] φησίν, ὡς λυτικῷ κοιλίας χρῆσθαι τούτῳ τοὺς βαρβάρους. ~ EVφΩΔ

— ἄλλως. ἀβυρτάκη: ὑπότριμμα βαρβαρικὸν κατασκευαζόμενον διὰ πράσων καὶ καρδάμων καὶ ῥόας κόκκων καὶ ἑτέρων τοιούτων δριμέων. Θεόπομπος Θησεῖ [fr. 17. C. A. F. I 73Κ.]

ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων πλείστων ποιεῖται καὶ πράσων ἀβυρτάκη.
ἔστι δὲ καὶ ἐν Κεκρυφάλῳ Μενάνδρου [fr. 280. C. A. F. III 79 K.] τοὔνομα. ~ Δ

θρῖα: τὰ φύλλα τῆς συκῆς. λέγεται δὲ οὕτως καὶ τὸ εἰς αὐτὰ ἐνδεσμούμενον βρῶμα, ὡς καὶ νῦν τὰς ἀσταφίδας τινὲς ποιοῦσιν εἰς αὐτὰ συσκευάζοντες αὐτάς. ἀμέλει καὶ τοῦτό φημι σημαίνειν αὐτὸν νῦν, ἐπεὶ καὶ αἱ μελιτοῦτται παράκεινται, αἵ εἰσιν οἱ νῦν λεγόμενοι πάστιλλοι. ~ ECVφΩΔ

Κωπαΐδας ἐγχέλεις λέγει Βοιωτιακὰς τὰς ἐκ τῆς Κωπαΐδος λίμνης πολὺ διαφερούσας τῶν ἄλλων. ὄιν δὲ ἰπνοκαῆ τὸν κλιβανίτην ἄρνα. ~ EVφΔ

δελφινίδος* τραπέζης] οὕτω λέγεται παρὰ τὸ δελφίνων τύπῳ τοὺς πόδας ἔχειν. ~ VEφΩΔ

7—10 κρυψιμέτωπος ὁ διὰ μέγεθος ἐν τῷ ἀνακλᾶσθαι τὸ μέτωπον ἀποκρύβων. μεντορουργὴς δὲ ἀπὸ Μέντορός τινος ὑαλοψοῦ τούτῳ καταχρησαμένου τῷ εἴδει τῶν ποτηρίων, ἃ ἦσαν πρὸς τῷ πυθμένι μεγάλην ἔχοντα τὴν λαβήν, ἀφ’ οὗ καὶ εὐλαβῆ αὐτὰ κέκληκε, βομβυλιὸς δὲ τὸ στρογγύλον, οἷα τὰ νῦν πιθάκνια, δειροκύπελλα δὲ τὰ μακρὰ μέν, εἰς χώνης δὲ τύπον ἐξειργασμένα, γηγενῆ δὲ τὰ ὀστράκεια λέγει, εὐρυχαδῆ τὰ βαθέα καὶ πλατέα, εὔστομα δὲ τὰ λεπτοχειλῆ, ἀνεμοφόρητα δὲ τὰ ἐλαφρότατα διὰ λεπτότητα, διὸ καὶ ἐπήγαγεν ὑμενόστρακα, κυμβία δὲ τὰ στρογγύλα μέν, βαθέα δέ, καὶ φιαλίδες τὰ στρογγύλα καὶ ἀβαθῆ, γραμματικὰ δὲ τὰ γραμμὰς

ἴσως ἔχοντα. κυλικεῖον δὲ τὸ δοχεῖον, ὃ ποτηροπλύτην νῦν καλοῦσιν. ἀκροθώραξ δὲ ὁ μέσως πως μεθύων. δικοδίφης δὲ ὁ συνήγορος ἀπὸ τοῦ τὰς δίκας διφᾶν. χρυσοτέκτονα δὲ τὸν χρυσοχόον φησί. λεῖρον τὸν γυναικεῖον κόσμον λέγει παρὰ τὸ ἡδὺν εἶναι, παρόσον καὶ τὰ ἄνθη λείριά φαμεν. ἐλλόβια τὰ ἐνώτια παρὰ τὸ τοῖς λοβοῖς τῶν ὤτων ἐνηρμόσθαι. πέδας τὰ ψέλια. ἄδικον ἡμέραν καὶ ἄλογον τὴν δίκας μὴ ἔχουσαν ἢ δικανικοὺς λόγους. ἐχεγλωττίαν δὲ τὴν ἀργὴν ποιοῦσαν τὴν γλῶτταν. ὀπτὸν τὸν εὐπρόσιτον παρὰ τὸ εὐκόλως ἄνευ τῶν ἀπασχολούντων ὁρᾶσθαι. ἄχρηστα τὰ καινά, οἷς οὐδεὶς ἐχρήσατο. εὐήτριον δὲ τὸ λευκὸν καὶ λεπτὸν ἱμάτιον. ἀρρητοποιοὺς ἑκουσίως διασύρων εἶπε τοὺς τελεστὰς διὰ τὴν μυστηριωδίαν αὐτῶν. ~ EVφΩΔ

ἰπνολέβης*] τὸ ἐν τῇ συνηθείᾳ μιλιάριον. ~ ECVφΩΔ

ἐπέτρεπεν*] ἀντὶ τοῦ ἀπέπεμπεν. ~ EVφΔ

βακχάριδι*] εἶδος ἐντρίμματος μυρώδους. ~ EVΔ

ποδοκτύπη τὸ τύμπανον. τριγωνίστρια δὲ ὄργανον μουσικὸν οὕτως ἀπὸ τοῦ σχήματος καλούμενον. ~ EVΔ

λῆρον*] ἤτοι γυναικεῖον κόσμον ἐξ ἐσθημάτων ποικίλον καὶ ἀνθινόν, καθότι λείρια τὰ ἄνθη φασίν. ἢ καὶ χρύσεον κόσμον ἡδύνοντα τῇ ὁράσει τὴν ὄψιν· διὸ καὶ λειριόεσσαν ὄπα Ὅμηρός [Γ 152] φησιν. ἢ ὥσπερ λῆρόν φαμεν τὴν ἀδολεσχίαν διὰ πέρα τοῦ δέοντος περιττόν, εἴρηκε καὶ νῦν οὗτος λῆρον τὸν τοῦ θήλεος κόσμον ὡς περιττὸν τῆς χρείας καὶ παρέλκοντα. ~ EV

10—12 ἀμῃγέπῃ: ἀντὶ τοῦ κατά τινα τρόπον, ὅσον δή τι. ἀτι

μαγελοῦντι ἀντὶ τοῦ ἐξυβρίζοντι, ἐκφεύγοντι τὴν στρατείαν, περιφρονοῦντι· καὶ γὰρ ἀτιμαγέλας ταύρους φασὶ τοὺς ἐξοιστρῶντας καὶ τὴν ἀγέλην διὰ γενναιότητα ἀθετοῦντας. καρπόδεσμα δὲ καὶ περιδέραιον καὶ ποδο5 κάκαι ἁλύσεις εἰσὶν αἱ μὲν χειρῶν αἱ δὲ τραχήλων αἱ δὲ ποδῶν. τὰ δὲ ἐχόμενα τοῦ γελοίου ἕνεκα πέπλασται, οἷον τὸ ὑπέβδυλλεν καὶ πορδαλέος, ἃ δῆλα πᾶσιν. ἀκροκνεφὲς δὲ τὸ ὀρθρινόν φησιν ἔτι σκοτίας οὔσης. θεοεχθρία δὲ ἡ ὡς ἄν τις εἴποι θεοχολωσύνη. παίζοντος δὲ κατὰ ἐναντίον τὸ ἀπηγχόνισα. ὀκλάξ δὲ ἀντὶ τοῦ ἐπὶ γόνυ καμφθείς. τὸ δὲ βαυκαλῶν οἱονεὶ διαβρέχων ἢ βοῇ καλῶν καὶ συστρέφων, ὃ διὰ τοῦ διακωδωνίζειν παραδηλοῖ. συνεχὴς δὲ τὴν φάρυγγα ἀντὶ τοῦ πεπιεσμένος, συντεθλιμμένος. ἀναφλῶντα δὲ ἀντὶ τοῦ αἰσχρῶς τὸ αἰδοῖον τῆς πόσθης γυμνοῦντα. θαυμάζειν δὲ λέγεται καὶ τὸ φιλοφρόνως τι προσάγειν τινί. Σκοπάδειον δὲ ἀντὶ τοῦ Σκόπα ἔργον· τῶν περιωνύμων γὰρ καὶ οὗτος ἀγαλματοποιῶν. ~ EVφΩΔ

λὰξ πατήσας: ἐπὶ τῶν ἐνισχημένων μὲν συμφοραῖς θαρραλέως δὲ ταύτας ἐκδύντων λέγεται τοῦτο, ὡς καὶ ἐν τραγωδίᾳ Σοφοκλῆς [Phaedr., f. 622. F. T. G.² p. 280 N.]

  1. οὐ γάρ ποτ’ ἂν γένοιτ’ ἂν ἀσφαλὴς πόλις,
  2. ἐν ᾗ τὰ μὲν δίκαια καὶ τὰ σώφρονα
  3. λάγδην πατεῖται, κωτίλος δ’ ἀνὴρ λαβὼν
  4. πανοῦργα χερσὶν ἔργα κηδεύοι πόλιν.
~ EVφΩΔ

μύρτωνα καὶ σχινοτρώκταν: τοὺς μαλακοὺς καὶ αἰσχροὺς οὕτως ἐκωμῴδουν· οὗτοι γὰρ σχῖνον καὶ μύρτα ἐλάμβανον τοῦ μὴ προχείρως ἐνασχημονεῖν. ~ EVφΩΔ

πολιάς*] πέπαικται τὸ πολιάς· εὐθεῖα γάρ ἐστιν, οἷον ἡ πολιάς τῆς πολιάδος. ~ ΔE

παρηβηκότος*] προσυπακουστέον οἴνου. ~ EVφΔ

τρυφαλίδας* τυροῦ] τὰ ἀπὸ τυροῦ ἐπιμήκη πεπλασμένα. ~ ECVφΩΔ

χαμαιπετεῖς ἐλαίας, ἃς καλοῦμεν δρυπεπεῖς· αὗται γὰρ εἰ μὴ ἀφ’ ἑαυτῶν ἀπορρυῶσι τοῦ δένδρου, οὐ σκευάζονται οὕτως· νευστὰς δὲ τὰς κολυμβητὰς λέγει. ὀξυόστρακα δὲ τὰ ἐξεσμένα στίλψεως ἕνεκεν. πλακοῦντα δὲ ἐξ ἐντέρων ἐγκεκορδυλημένον, ὃν διὰ τοῦτο καὶ κρωβυλώδη εἶπεν, οἱονεὶ ὡς κρωβύλον ἀναδεδεμένον, ὃ ἡ νῦν συνήθεια χορδὴν λέγει. παιδοβοσκὸν δὲ τὸν διδάσκαλον. διέμπιλον δὲ τὴν πολλοῖς πίλοις περιτεθειμένην. ~ EVφΩΔ

συνυθλήσομεν*] ἀντὶ τοῦ φλυαρήσομεν. ~ EVφΩΔ

λογᾷ*] ἀντὶ τοῦ λέγειν ἐπιθυμεῖ ~ EVφΩΔ

εὐφοροῦσαν: ἀντὶ τοῦ φορῷ τῷ πνεύματι φερομένην. ἀκροκυματοῦσαν δὲ τὴν μετρίοις τοῖς κύμασιν ἔτι διολισθαίνουσαν. ~ EVφΩΔ

ἕκτορας καὶ ἰσχάδας καὶ ναυσιπέδας τὰ σιδηροβόλιά φησι. ~ EVΔ

πλεῖ κτλ.| πέπαικται τῷ κακοδαίμονι τὸ πλεῖ καὶ νεῖ καὶ θεῖ, προστακτικά, καὶ πλέον ἔτι τὸ ἀπὸ τῆς ληφθείσης εἰκόνος τῆς τριαρμένου νεὼς τὸ ἀπόγειος πίνειν· δεικνύει γὰρ ἀπὸ τούτου, ὅτι ὡς ληροῦντας αὐτοὺς παραλογίζεται. ~ EVφΩΔ

κατουρουμένην*] καὶ τοῦτο πέπαικται ἀποσκωπτικῶς εἰς τοὺς ὀνοματοποιοῦντας· κοινὸν γὰρ τοῦτο καὶ κατὰ τοῦ φορτικοῦ τὸ κατουρουμένην. ~ EVφΩΔ

πάντα* ὅμοια] ἴσως ἀπὸ τῆς πᾶν ὅμοια παροιμίας. ~ EVΔ

δοκεῖς δέ μοι κτλ.] ὡραῖον. ~ E