Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

κωμῳδίας ἅπερ κτλ.] σημείωσαι. ~ Γ

μὴ ὥραισιν*] Ἀττικὸν τοῦτο καὶ σόλοικον δοκοῦν· ὤφειλε γὰρ μὴ ὥρας’ εἶναι, αἰτιατική· σημαίνει δὲ τὸ μὴ εἰς τοὐπιὸν φθάσαι. νῦν δὲ ἡ Ἀττικὴ συνήθεια δοτικῇ κέχρηται παραλόγως, ὡς καὶ ἐπὶ τοῦ ἄμφω τὼ χεῖρε καὶ τοῖν χεροῖν θηλυκοῖς ὀνόμασιν ἀρσενικὰ ἄρθρα προσνέμουσα. ~ ECRVφUΩ

Ῥέαν] Ῥέα πρώτη ὄρχησιν ἐπετήδευσεν. ~ ER

μετὰ δὲ Κρητῶν οἱ κτλ.] μετὰ Ῥέαν Κρῆτες. ~ ER

Νεοπτόλεμον κτλ.] Νεοπτόλεμος Ἀχιλλέως παῖς. ~ ER

ἀπὸ γὰρ χάους — c. 50 Ἡρακλέους πάλην] σημείωσαι ἱστορίας διαφόρους. ~ V

Δήλου* πλάνην κτλ.] φασὶ γὰρ τὴν Δῆλον τὴν νῆσον πρὸ τοῦ τὸν Ἀπόλλωνα ὑπὸ Αητοῦς γεννηθῆναι πλανᾶσθαι κατὰ τὸ Αἰγαῖον πέλαγος Ἀστερίαν καλουμένην περὶ τὰς Κυκλάδας νήσους ἄλλοτε ἀλλαχοῦ νέουσαν. Λητὼ δὲ ὑποδεξαμένη καὶ ἐπὶ τῷ τόκῳ ξενίσασα — οὐδὲν γὰρ αὐτὴν μέρος γῆς ἐπίτεκα οὖσαν ὑπεδέχετο δι’ ὀργὴν καὶ ἀπειλὴν Ἥρας — ἔστη τῆς ἄλης καὶ μέση τῶν Κυκλάδων ἐρριζώθη· διὸ αὐτὴ μὲν Δῆλος ἐκλήθη ἅτε δήλη γεγονυῖα τῇ παγίῳ στάσει, αἱ δὲ περὶ αὐτὴν κυκλοῦσαι αὐτὴν Κυκλάδες, καὶ ἦν τὸ ἀπὸ τούτου ἱερὰ Ἀπόλλωνος. ἱστορεῖ Καλλίμαχος ἐν τῷ εἰς Δῆλον ὕμνῳ [36 sq.]. ~ ECRVφUΩ

τὸ μέσον* τῆς γῆς — ἀετῶν] λέγουσιν ἐν Δελφοῖς ὀμφαλὸν

εἶναι ἐπὶ τοῦ ἐδάφους τοῦ νεὼ καὶ περὶ αὐτὸν αἰετὸν γεγράφθαι ἀπὸ συνθέσεως λίθων καὶ τοῦτο ἔφασκον τὸ μέσον ἁπάσης τῆς γῆς. ~ ECRVφUΩ

Δημήτριον*] Δημήτριος οὗτος ἐπὶ τοῦ Σεβαστοῦ ἤκμαζεν, οὗ Μᾶρκος ἐν τοῖς Ἠθικοῖς [8, 25] αὑτοῦ μέμνηται. ~ E

— ] σημείωσαι. ~ V

Νέρωνα κτλ.] σημείωσαι. ~ V

προσοίκους, ἔφη, βαρβάρους κτλ.] σημείωσαι. ~ E

ἐπεὶ δὲ ἔμαθε κτλ.] σημείωσαι. ὡραῖον. ~ V

καὶ ἄλλον μεμηνότα κτλ.] σημείωσαι. ~ V

Λεσβῶναξ] τοῦτον λέγει Λεσβώνακτα, οὗ καὶ ἄλλαι μελέται ῥητορικαὶ φέρονται θαυμάσιαι καὶ ἐνάμιλλοι Νικοστράτου καὶ Φιλοστράτου τῶν ἐν τοῖς νεωτέροις σοφισταῖς διαπρεπόντων, μάλιστα δὲ αἱ ἐρωτικαὶ ἐπιστολαὶ πολλὴν 15 τὴν ἐκ τῶν λόγων ἀποστάζουσαι ἡδονήν. ~ ER

— ] σημείωσαι. ~ V

φιλοσοφίαν αἰδὼς κτλ.] ὡραῖον. ~ V

παράδοξον εἶναι κτλ.] σημείωσαι. ~ V

ὁποῖον κτλ.] ⸤ὁπ⸥οῖον χρὴ τὸν ὀρχηστὴν εἶναι κατά τε ψυχὴν καὶ σῶμ. ~ ⸤E⸥ R

τὸ δὲ σῶμα κτλ.] σημείωσαι. ~ V

σκελετῶδες κτλ.] σημείωσαι. ~ Γ

— ] σκελετῶδες et νεκρικόν in mg. repetita. ~ E

Ἕκτορα κτλ.] σημείωσαι. ~ V

Ἡροδότῳ* μὲν οὖν τὰ δι’ ὀμμάτων φαινόμενα πιστότερα εἶναι τῶν ὤτων δοκεῖ] καὶ καλῶς δοκεῖ. ἀλλ’ ὡς οἶμαι ἄλλους τοιαῦτα ποιεῖν παιδεύων αὐτὸς τῷ ὄντι τὰ διὰ τῶν ὤτων ἔγραφε. ~ RΓ

μηδέν, ὥς φασι, πρὸς τὴν χορδήν*] τοῦτο οὐ παροιμία ἀλλ’ ἐκ παροιμίας μετείληπται τῆς οὐδέν φασι πρὸς τὸν Διόνυσον. ~ R E VφΩ

κακοζηλία*] ὅτι κακόζηλον τὸ ὑπερτεῖνον τὸ μέτρον βούλεται, ὅπερ ἄλλοι ψυχρολογίαν ἔφασαν. ~ V E CR φUΩ

οὐχ ὑποκρίνασθαι μανίαν ἀλλὰ μαίνεσθαι αὐτός] τοιοῦτό τι καὶ ἐπὶ τῶν καθ’ ἡμᾶς γέγονε χρόνων. δαιμονῶντα γάρ τινες τῶν ἀκροατῶν νέων ἐκμιμούμενοι οὕτως ἑάλωσαν τῷ πάθει, ὥστε τὸ λοιπὸν τῆς ζωῆς μὴ ἀνενεγκεῖν τοῦ πάθους ἀλλὰ συναπελθεῖν τῇ ὀλεθρίῳ ταύτῃ μιμήσει. ~ E

εὖ οἶδα ἐγὼ κτλ.] σημείωσαι. ~ V