Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Γυναικὸς ἀμύ ⸢ μονος ὥ⸣ραν συγγράφει, ⸢σω⸣ματικήν τε καὶ ψ⸢υχικὴν⸣ συμπλέκων· ⸢ ⸣νων τὸ γράμμα ⸢ ⸣κράμα, πολλῶν ⸢ ⸣ καὶ χειρὸς καλλιγρά⸢ ⸣ κἂν ἐν προθύρ⸢ ⸣ παρεγγράφ ⸢ ⸣λ’ ὡς ἄριστα σωφ⸢ ⸣ τοῖς ὑστέροις. ~ ⸢φ ⸣

Σίπυλον: ὄρος Λυδίας περὶ τὴν Σμύρναν, ἐν ᾧ ἡ Νιόβη ἐκ λίθου πεποίηται, ὃ Κουζηνᾶς ἐπιχωρίως καλεῖται. ~ Κ B⸥VφUΩ

ἡ λίθος ἡ Ἡρακλεία] τὴν Μαγνῆτιν λέγει. ~ Γ2

αὐτῷ* τῷ μέτρῳ] τῷ αὐτῷ μέτρῳ, τῇ αὐτῇ προθυμίᾳ. ἔστι δὲ παροιμιῶδες. ~ Vφ

τὴν Πανδίονος] τὴν Πρόκνην ἤτοι τὴν ἀηδόνα. ~ V

τῷ Θρᾳκί] τῷ Ὀρφεῖ. ~ V B⸥VφUΩ

τῷ ἀνὰ τὸν Κιθαιρῶνα*] Ἀμφίονα λέγει, ὃς τὰς Θήβας ἔκτισε τὰς Βοιωτίας ὑπὸ αὐλῷ καὶ κιθάρᾳ. ~ Vφ

ὥσπερ ἡ Κλειώ*] καὶ γὰρ τὰς Μούσας ἄλλην ἄλλης φασὶν ἔφορον εἶναι τέχνης λογικῆς καὶ ἐπιστήμης, Κλειὼ μὲν ἱστορίας, ἧς καὶ εὑρέτιν εἶναί φασι, Θαλείαν κωμῳδίας, Εὐτέρπην αὐλῶν, Μελπομένην τραγῳδίας, Τερψιχόρην ψαλτηρίου, Ἐρατὼ κυμβάλων, Πολύμνιαν ὀρχήσεως, Οὐρανίαν ἀστρολογίας, Καλλιόπην ποιήσεως. ~ VCφ

Σαπφώ*] ὅσον εἰς σῶμα εἰδεχθεστάτη Σαπφώ, μικρά τε καὶ μέλαινα ὁρωμένη, καὶ τί γὰρ ἄλλο ἢ ἀηδὼν ἀμόρφοις τοῖς πτίλοις ἐπὶ σμικρῷ τῷ σώματι περιειλημένη. ~ VCφ

πραγμάτων ἐσωφρόνησε κτλ.] σημείωσαι. ~ Γ

οὐδὲν* τραγικόν] οὐ προσποιητὸν ἢ μεθ’ ὑποκρίσεως γινόμενον ἀλλὰ ἐνδιάθετον καὶ ἐξ ἀληθοῦς γνώμης κατορθούμενον. ~ Vφ B⸥VφUΩ

οὐδέν* γὰρ ἂν κτλ.] σημείωσαι. ~ Γ