Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Λεπίδῳ* κτλ.] ἔφη γὰρ [c. 25] τὸν Λέπιδον τοῦ⸤τον⸥ ἐν Αμάστριδι κατ⸤οι⸥κεῖν Ἐπικούρειον ὄντα. ~ V⸤B⸥φΩ

τὸν* δεῖνα] ἴσως ἐνδόξου τοῦ ἀ⸤νδρὸς⸥ ὄντος τοὔνομα τ⸤ὸ κ⸥ύριον παρῃτήσατο. ~ V⸤Β⸥φΩ

⸤γῆ⸥ν πρὸ γῆς: τοῦτο εἴωθε ⸤ λέ⸥γεσθαι Ἀθηναίοις ἀντὶ ⸤τοῦ κ⸥ατὰ πάσης τῆς γῆς, ὅ ⸤φα⸥μεν τόπον ἐκ τόπου. ~ ⸤B⸥CVφΩ

κομίσας*] σημείωσαι, ὡς θιασώτης ἦν καὶ οὗτος ὁ ἐπὶ κακῷ τῆς αὑτοῦ κεφαλῆς τοῖς λόγοις ἐγγυμνασάμενος Λουκιανὸς τῆς Ἐπικούρου αἱρέσεως. ~ V

χρησμὸς νυκτερείσιος*] ⸤ἀπ⸥όλοιο, γόης, ⸤τῆ⸥ς ἀπεράντου ⸤εὐ⸥τραπελίας. ~ ⸤B⸥VφUΩ

οὐδὲν πρὸς τὸν Ὅμηρον*] ⸤ἀπὸ πα⸥ροιμίας παρῴ⸤δηται τῆς⸥ οὐδὲν πρὸς ⸤τὸν Διό⸥νυσον. ~ ⸤B⸥VφUΩ

ὀκτώ μοι χρησμοὺς κτλ.] σημείωσαι. ~ ΓV

ἐγὼ δὲ προσφὺς κτλ.] ἀναιδείας ταῦτα καὶ μωρίας ἐσχάτης. ~ B

Ποδαλειρίου*] ⸤οὐχ ὅτι καὶ Ποδαλείριος τοιοῦτόν τι πέπονθε, ταῦτά φησιν, ἀλλὰ παίζων⸥ ὡς ἀπὸ Ποδαλειρίου, ὃς ἰατρὸς ἦν, ἕλκων τὸ γένος· ὁ δὲ σηπεδόνι διαβέβρωται τὸν πόδα. ~ ⸤B⸥VΩ

κατὰ τύχην] ἄθεε, καὶ ἀπρονόητον τὸ πᾶν; ~ B