Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Τινές φασιν ὡς εἰς Πολυδεύκη τὸν ὀνοματολόγον ἀποτεινόμενον Λουκιανὸν τοῦτον γράψαι τὸν λόγον τέχνην μὲν οὐδ’ ἥντινα λόγων παραδιδόντα, σωρὸν δὲ λέξεων ἀδιάκριτον ὑφιστάντα. καὶ ἴσως οὐκ ἀπὸ σκοποῦ ταῦτα τοῖς φήσασιν εἴρηται, ἐπεὶ καὶ σύγχρονοι ἄμφω, Λουκιανὸς καὶ Πολυδεύκης· ἐπὶ γὰρ Μάρκου τοῦ αὐτοκράτορος. ~ VMSΩ

— ] τινὲς — ὑφιστάντα, ὥσπερ ἐν λέξεσιν ἀλλ’ οὐκ ἐν διανοίᾳ τῆς ῥητορικῆς τὸ κράτος ἐχούσης· καὶ ἴσως ἀληθές, ἐπεὶ καὶ σύγχρονοι ἦσαν ἐπὶ Μάρκου τοῦ αὐτοκράτορος. ὁ γὰρ Πολυδεύκης ἐπαγωγότερος ἦν τοῦ αὐχμηροῦ καὶ κατακόρου διαναπαύων τὸν λόγον· ἐχρῆτο γὰρ διηγήμασιν, οὐ μέντοι καὶ τέχνην παρεδίδου λόγου, ὅπως ἡ διήγησις

διαχέῃ τὴν αἴσθησιν καὶ τὸ τῶν λέξεων καινότερον, ὡς ἐν ταύταις μόναις τοῦ παντὸς ἔργου κειμένου τοῖς λόγοις. ~ Vat. 86

σοφιστής] τὸ τοῦ σοφιστοῦ ὄνομα τριχῶς παρὰ τοῖς παλαιοῖς διανενόηται. πρῶτον σοφὸν καλοῦσιν αὐτὸ τὸ ἀληθὲς καὶ τὸ φρόνιμον καὶ τὸ καλόν· ὅθεν καὶ Πλάτων φιλόσοφον καλεῖ τὸ πρῶτον αἴτιον καὶ ἄνθρωπος ὁ μετιὼν τὴν φιλοσοφίαν ἐκ τούτου παρωνόμασται, καθὰ καὶ αὐτὸς μιμεῖται θεὸν κατὰ τὸ δυνατόν. καὶ πάλιν σοφιστὴν καλοῦσιν αὐτὸν τὸν ῥήτορα τὸν διδάσκοντα ῥητορικοὺς λόγους, περὶ οὗ διεξέρχεται νῦν. σοφιστὴν δὲ καὶ τὸν σοφιζόμενον τὴν ἀλήθειαν. ~ MSΩ Vind. 114

⸤Σ⸥ιδωνίου ἐμπόρου: ⸤οὗτος ἐπη⸥γγέλλετο Ἀλε⸤ξάνδ⸥ρῳ ἐπιτομωτάτην ⸤ὁδὸν δ⸥εῖξαι ἐκ Περσῶν ⸤εἰς Αἴ⸥γυπτον. ~ ⸤Β⸥

Ἀμαλθείας* κέρας] ⸤τὸν Δία⸥ αἶγά φασι θρέψαι ⸤Ἀμαλ θ⸥εἴαν λεγομένην, ⸤ταύτης δὲ⸥ τὸ δεξιὸν κέρας βρύ⸤ειν τῆς π⸥αγκαρπίας ἤτοι ⸤πᾶν αἰ⸥σθητὸν ἀγαθὸν ἄ⸤φθονον⸥ ἔχειν. ἀπὸ τούτου πάντα ⸤τὰ εὐδαι⸥μόνως διάγοντα τὸ ⸤τῆς Ἀμα⸥λθείας ἔχειν κέρας ⸤φ⸥ασίν. ~ ⸤Β⸥Κ Vat. 86

σοὶ δὲ ἄσπορα καὶ ἀνήροτα πάντα φυέσθω καθάπερ ἐπὶ τοῦ Κρόνου] ⸤ὡς Ἡσί⸥οδός φησι [Οp. 118]. ἐφ’ οὗ Κρόνου ⸤τὸ χρ⸥υσοῦν καὶ πρῶτον γένος ⸤ἦν ⸥ καὶ ⸤ ⸥ τὸ ἀργυροῦν καὶ χαλκοῦν, ⸤μετ’ ἐκ⸥εῖνο τὸ σιδηροῦν. ~ ⸤Β⸥

τῇ ῥοπῇ] τὴν βάσιν. ~ V

Ὀλυμπιάδας] πόλις ἦν ἐν Ἤλιδι Ὀλυμπία καλουμένη ἱερὸν ἔχουσα ἐπιφανέστατον Ὀλυμπίου Διός. ἐν ταύτῃ ἀγὼν ἐπετελεῖτο παγκόσμιος τὰ Ὀλύμπια κατὰ πέντε ἔτη συγκροτούμενος· διὸ καὶ πενταετηρικὸς ἐκαλεῖτο· ὃς καὶ

ἀνεγράφετο τοῖς δημοσίοις ἀεὶ εἰς δήλωσιν τῶν ἐνιαυτῶν καὶ ἦν τοῦτο ἀκριβὴς τῶν χρόνων ἐπίγνωσις· τεσσάρων γὰρ ἐτῶν μεταξὺ διαρρεόντων τῷ πέμπτῳ συνετελεῖτο. καὶ διήρκεσεν ἀρξάμενος ἀπὸ τῶν καθ’ Ἑβραίους κριτῶν μέχρι τοῦ μικροῦ Θεοδοσίου· ἐμπρησθέντος γὰρ τοῦ ἐν Ὀλυμπίᾳ ναοῦ ἐξέλιπε καὶ ἡ τῶν Ἠλείων πανήγυρις. ~ M Laur. 32, 13

⸤Ὀλυμπι⸥άδας: ἐπὶ τῆς Ἠλιακῆς μοίρας ⸤Πελοπ⸥οννήσου πόλις ἦν Ὀλυμπία ⸤καλουμένη⸥, ἐν ᾗ ἱερὸν ἐπιφανέστατον ⸤παρ’ Ἕλ⸥λησιν Ὀλυμπίου Διός. ἐν ταύ⸤τῃ ἀγ⸥ὼν ἐτελεῖτο παγκόσμιον ἔχων ⸤συναγω⸥γὴν κατὰ πέντε ἔτη συγκροτού⸤μενος· διὸ⸥ καὶ πενταετηρικὸς ἐκαλεῖτο. ⸤ἀνεγρ⸥άφετο οὖν ἐν τοῖς δημοσίοις καὶ ⸤τοῖς⸥ χρονογραφοῦσι· καὶ δὴ καὶ τοῖς ⸤πα⸥λαιοῖς εἰς δήλωσιν χρόνων ⸤ἦν, Ὀλ⸥υμπιάδος ποσταία· ὡς φέ⸤ρε τόδε⸥ ἐπράχθη τῇ ρ’ Ὀλυμπιάδι ⸤ ⸥ κοετ⸤ ⸥ ἢ τινι τοιαύτῃ. καὶ ἦν τοῦτο ⸤ἀκρι⸥βὴς χρόνων ἐπίγνωσις, ὥσπερ καὶ ⸤παρ’⸥, Ἀθηναίοις μὲν ἡ τῶν Ἀθήνησιν ⸤ἀρχόν⸥των ἐνιαυσία προστασία, κα⸤θ’ ἣν ἀν⸥αγράφεται ἐπὶ ἄρχοντος Ἀθή⸤νησι⸥ τοῦ ⸤δεῖνα⸥ τόδε ἐπράχθη, παρὰ δὲ Ῥω⸤μαίοις⸥ ἡ τῶν ὑπάτων ἐπέτειος ἐπιση⸤μείωσι⸥ς. ἄρχεται δὲ ἡ τῶν Ὀλυμπιάδων ⸤ἀναγρ⸥αφὴ ἀπὸ Ἰφίτου τοῦ ἀνανεωσα⸤μένου τὸν⸥ ἀγῶνα τὸν Ὀλυμπίασιν, ἀφ’ Ἡ⸤ρακλ⸥έους δὲ ἀρξαμένου τοῦ ἀγῶνος, ὡς Πίν⸤δαρός

φ⸥ησιν [Οl. 2, 5] ἤτοι Ὀλύμπια μὲν στάσεν Ἡ⸤ρακλέης⸥. ἀμεληθέντος δὲ μέχρις Ἰ⸤φίτου⸥, εἶτα Ἰφίτου μὲν ἀνανεωσαμένου ⸤τὸν ἀγῶ⸥να, νικηφόρου δὲ μηδενὸς ⸤ἀναγ⸥ραφένντος διέμενεν ἄσημος ⸤μακρὸν χρόν⸥ον. ὅθεν, ὡς Καλλίμαχος [fr. 433 Schneider] ἱστορεῖ, ⸤τρε⸥ῖς καὶ δέκα Ὀλυμπιάδας ἀπὸ⸤ ⸥ τῇ τεσσαρεσκαιδεκάτῃ Ὀ⸤λυμ⸥πιάδι Κόροιβόν τινα νικῆσαι στά⸤διον⸥, ἀπὸ τούτου ⸤δὲ⸥ ἀναγραφῆς τε τὰς Ὀλυμ⸤πιά⸥δας τυχεῖν καὶ πρώτην ταύτην ταχθῆναι. ⸤ἄλλοι⸥ δὲ λέγουσιν ἀφ’ Ἡρακλέους τοῦ Ἀλ⸤κμήνης⸥ τοῦ θέντος τὸν ἐν Ὀλυμπίᾳ ἀγῶνα ⸤τὴν⸥ πρώτην ἀριθμούμενοι Ὀλυμπιάδας ⸤γε⸥νέσθαι υνθ′. ἔφαμεν δὲ πεν⸤ταετη⸥ρικὸν εἶναι
τὸν ἀγῶνα· τεσσάρων γὰρ ⸤ἐτῶν με⸥ταξὺ συντελουμένων τῷ πέμπτῳ ⸤ὁ ἀγὼν ἐ⸥πετελεῖτο. ἀρξάμενος δὲ ἀπὸ τῆς ⸤ἐποχῆς⸥ καθ’ Ἑβραίους ἐπ’ Ἰάειρον ἐνά⸤ ⸥ διήρκεσε μέχρι τοῦ μικροῦ ⸤Θεοδοσίου⸥, ὅς Ἀρκαδίου υἱὸς ἦν, τῶν χρό⸤νων. τοῦ δὲ⸥ ναοῦ τοῦ Ὀλυμπίου Διὸς ἐμπρη⸤σθέντος ἐξ⸥έλιπε καὶ ἡ τῶν Ἠλείων πανήγυρις ⸤καὶ ὁ ἀγὼ⸥ν ὁ Ὀλυμπικός. ~ B