Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Δραματικὸς ὁ λόγος οὑτοσὶ ὑποκρινόμενος τοὺς πενθοῦντας καὶ καταμεμφόμενος εὐφυῶς αὐτῶν. ~ U

τὰ νεκρὰ* τῶν ὀρνέων] τοῦτο εἶπεν, ἐπεὶ κατὰ Πλάτωνα [Phaedr. 245 C] ⸤ψυχ⸥ὴ πᾶσα ἀθάνατος, ὡς καὶ τῶν ⸤ὀρνέ⸥ων ἀθανάτων ὄντων καὶ ⸤τα⸥ὐτὸ τοῖς ἀνθρώποις μετὰ θάνατον ⸤πα⸥σχόντων. παίζει δὲ μετὰ τῶν ⸤ἄλλ⸥ων καὶ τοῦτο καλῶς. ~ ⸤Β⸥

ἀμέλει διηγήσαντο κτλ.] σημείωσαι. ~ Γ

οὕτω γὰρ ἂν οὐ κτλ.] σημείωσαι. ~ Γ

κόσμον συγκατέφλεξαν — ὡς χρησομένοις*] οὐχ ὡς χρησομένοις, μάταιε, ἀλλ’ ὡς μὴ βουλόμενοι ἑτέρους χρήσασθαι τοῖς ἐκείνων. ~ B

ἡ πρὸς τὸν αὐλὸν αὕτη στερνοτυπία] αὐλητὰς γὰρ συνε⸤κάλουν⸥ ἐπὶ τὰ πένθη τῶν ἀ⸤ποιχομένων⸥, ὡς δῆλον καὶ ἀπὸ τοῦ θ⸤είου⸥ εὐαγγελίου [Matth. 9, 23]. ~ ⸤Β⸥CVφ

Ω ἀσφόδελος] ὅτι ἡ ἐλελίσφακος λέγεται· βοτάνη γάρ ἐστιν. ~ C