Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

φόνου κτλ.] ὅτι ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ φόνου ἐδίκαζεν ἢ τραύματος ἐκ προνοίας ἢ πυρκαϊᾶς. εἰ δὲ Παῦλον τὸν θεῖον μηδὲν τούτων πεποιηκότα ἐκεῖ Ἀθηναῖοι ἀνῆγον, οὐ χρὴ θαυμάζειν ἢ διαπορεῖν· καινότητα γὰρ εἰσηγούμενον δόγματος τίνι ἂν ἄλλῳ ὑπόδικον καθίστων ἢ τοῖς ἐπισκέπτεσθαι δυναμένοις ἤθει τε σεμνῷ καὶ λόγων περιουσίᾳ, οἷοι τοῦ κριτηρίου τούτου προὐκάθηντο ἐκ Στωικῶν τὰ μάλιστα συγκεκροτημένοι, οἷς ἡ περιττότης τοῦ λέγειν παρ’ Ἕλλησι προσμαρτυρεῖται; ~ E

βελτίω παρὰ πολὺ κτλ.] σημείωσαι. ~ Γ

τὸ βέλτιον καὶ τὸ παράδειγμα κτλ.] ὡραῖον. ~ E

κοινοὺς ἐκδιδάσκοντες — καὶ πράττειν] σημείωσαι. χρήσιμον. ~ Γ

καὶ τέλεον ἀσυμπαγῆ — καταμαλάττομεν] σημείωσαι. χρήσιμον. ~ Γ

ἄτοπον γάρ, εἰ κτλ.] ὥραῖον. ~ E

συμπλακεὶς καταρρίψει κτλ.] σημείωσαι. ~ Γ

δυσμενέσιν ἐμποιήσαντας — τί ἄν τις] σημείωσαι. ὡραῖον ὅλον. ~ Γ

ἀθέρας: τὰ τοῦ ἀστάχυος κέντρα. ~ E m. post.

ἐπάρδον τῇ κτλ.] σημείωσαι. ~ Γ

βεβαίως*] εὐφραδὲς ἄγαν καὶ ἐναργὲς καὶ γοργὸν τὸ χωρίον. ~ E

ἄλλο τι* κτλ.] τὸν δίσκον λέγει· ἡ γὰρ σφαῖρα σόλος ἐκαλεῖτο. ~ EφUΩ

ὄχανον ὁ λῶρος τῆς ἀσπίδος. ~ φ

ἀναρριπτοῦσιν*] ἀναρριπτοῦντες ἅλα πηλῷ ὁ ποιητὴς ὡς ἀπὸ πρώτης συζυγίας ἔκλινεν. ~ Γ

διαρκεῖν ποιεῖ κτλ.] σημείωσαι. ~ Γ

καὶ συγκεκροτημένος κτλ.] ὡραῖον. ~ Γ

δίδασκε αὐτοὺς κτλ.] σημείωσαι. ~ Γ

γέρρον*] τετράγωνον σ⸢κέ⸣πασμα ἐκ στερεᾶς ⸢βύρ⸣σης, ᾧ ἀντὶ ἀσπί⸢δος⸣ ἐχρῶντο Σκύθαι ⸢ἐν⸣ τοῖς πολέμοις σκ⸢επό⸣μενοι. φέρεται δὲ καὶ ⸢ἐπὶ⸣ ἄλλων σημαινομένων ⸢παρὰ⸣ τοῖς παλαιοῖς· ⸢παρ’ Ἐ⸣πιχάρμω [fr. 235. Com. Graec. Fr. Ι 1 p. 132 Kaibel] μὲν γὰρ ⸢’γέρρα Νά⸣ξια’ εἴρηται ἐπὶ ⸢τῶν αἰ⸣δοίων, Ἀλκμὰν [fr. 133 Bergk] ⸢δὲ ἐ⸣πὶ τῶν ὀϊστῶν τε⸢θεικε⸣ τὴν λέξιν, Δημοσθέ⸢νης⸣ [18, 169] δὲ ἐπὶ τῶν σκην⸢ωμάτων⸣ καὶ τῶν περιφραγμάτων ⸢οἷον⸣ καὶ τὰ γέρρα ἐνεπἰμπρασαν. καὶ παρ’ Αἰγυπτίοις δὲ τὸ κατὰ τὸ Πηλούσιον καλούμενον διὰ τοῦτο ὠνομάσθη, ἐπεὶ σκην⸢ώμα⸣τά ἐστιν, ἐν οἷς παραφυλάττοντες τὰς εἰσόδους διατρίβουσιν. καὶ Ἀριστοφάνης [fr. 763. C. A. E. I 573 Κ.] ὡς ἐπὶ φυλακῆς τινος καὶ μοχ⸢λοῦ⸣ τροπικῶς παρέλαβε τὴν λέξιν. ~ EC⸢V⸣φUΩ. Addit E: τοιοῦτόν ἐστι καὶ τὸ ἐν τοῖς Ἀγρίοις Φερεκράτους [fr. 17. C. A. F. Ι 150 Κ.] γέρροις ἀποσταυροῦνται. ~

ἀκινάκην*] ἀκινάκης ἡ ῥομφαία ἤτοι ἡ σπάθη παρὰ τοῖς Σκύθαις. ~ VECΩ

πυρός] αἰτίαι πυρὸς ἐξανάψεως καὶ σβέσεως. ~ E

τοιούτων ἀρετῆς κτλ.] σημείωσαι. ~ E

παρεῖναι καὶ ὁρᾶν κτλ.] ὡραῖον. ~ Γ

σφαίρας] περὶ τῶν Αακεδαίμοσιν ἀγώνων. ~ E