Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Ὁ λόγος οὗτος τῶν καλλίστων καὶ πρώτων. ~ Δ

Σημείωσαι, ὡς ὁ λόγος οὗτος λίαν ἐστὶ χρησιμώτατος ἠθικός τε ὢν καὶ παιδευτικὸς καὶ πεφρασμένος καλῶς. ~ U

οἱ πρὸς τοῖς ἱεροῖς, ἐξυρημένοι* κτλ.] οἵῳ τὸ πάλαι οἱ ναυαγήσαντες ἄνθρωποι ἐκέχρηντο σχήματι πρὸς τοῖς ἱεροῖς καθήμενοι καὶ τὴν αὑτῶν τύχην ὀλοφυρόμενοι. ~ ΔEφΟΩ

ἑκόντες εἶναι] σημείωσαι, ὅτι τῷ ἑκόντες εἶναι ἄνευ ἀποφάσεως ἐχρήσατο. ~ EΟΩΔ