Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἡδέως ἂν κτλ.] ὡραῖον. ~ Γ

τὸν Μῶμόν φασι πάντα μὲν ἐπαινέσαι τὰ Ἀφροδίτης καὶ

μηδὲν ἔχειν, ὃ σκώπτειν δυνηθείη, τὸ σάμβαλον δὲ αἰνίττεται. τοῦτο τί; τὸ πάντα μὲν ἔχειν αὐτὴν τῇ συμμετρίᾳ τῶν μελῶν εὐρυθμότατα, ἀλλὰ τό γε τῆς χρήσεως τούτων πρὸς τὸ ἀκόλαστον ἀποκλίνειν ἐπίμωμον τοῦτο τοῖς σώ5 φροσι νενομίσθαι· πέφυκε γὰρ ἀεὶ πούς τε καὶ τὰ ποδὸς πάντα τὰ τοῦ ἡμετέρου βίου συμβολικῶς παραδεικνύναι. ~ BUΩ, cf. C

νέον ὄντα καὶ καλόν] προσαγωγικὰ ῥήματα. ~ Ω

ad finem: ἐμφρόνως, ὦ Λουκιανέ, καὶ εὐφυῶς διέπαιξας καὶ ἠτίμασας τὰ παρὰ τοῖς Ἕλλησι τίμια. ~ U