Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Τῶν πάνυ σπουδαιοτάτων ὁ λόγος καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ γελοιότατος εἶναι ὑποδύεται. ~ φUΩ

μὰ Δία*] τὰ ⸢ἀπωμοτικὰ⸣ συν ⸢ἀκουομένην⸣ ἔχουσι τὴν ἄρ⸢νησιν, διὸ⸣ οὐδὲ πρ⸢όσκειται⸣. ~ ⸢V⸣ Γ2φUΩ

φιλοσοφίας ] δηλονότι τῆς σοφίας. ~Γ2

ἐγὼ* μὲν κτλ.] σημείωσαι. τὸ ἑξῆς ο⸢ὕτως· ἐγὼ μέν⸣, εἰ δυνατὸν κα⸢κόν με εἶναι⸣, καὶ πλεῖον, οὗ σὺ ⸢φῄς, βού⸣λομαι κακὸς εἶ⸢ναι· φη⸣μὶ γὰρ κακὸν ἐ⸢μαυτὸν⸣ καὶ χείρω, οὗ σὺ ⸢δοκεῖς⸣· ὥστε μὴ ἀγ⸢νοοῦν⸣ τί μοι τοῦτο δό⸢κει ὀ⸣νειδίσαι, ἀλλ’ ὡς ⸢εἰδότι⸣ καὶ σεμνυνομένῳ ⸢ἐπὶ τῷ⸣ κακὸς εἶναι. ἢ οὕτως ἁπλούστερον· ἐγ⸢ὼ μέν⸣, εἰ οἷόν τε εἶναι, ⸢ὃ βούλο⸣μαι, καὶ πλεῖον ἀ⸢πέχειν⸣ βούλομαι, ὡ⸢ς μηδὲ⸣ δόκησιν παρέχει⸢ν ἀ⸣γνοίας, ὁπηνίκα ⸢τοῦτό⸣ μέ τις ὀνειδίζει, ἀλλὰ πράγματος ἀλήθειαν καὶ καθ’ ἑκούσιον γνώμην τὸ τοιοῦτο ὑποδυόμενος ἐπιτή⸢δευμα καὶ πλεῖον τῆς παρὰ σοὶ δοκήσεως. ~ ⸢V⸣ ΓφUΩ

παραιτεῖσθαι: ἀπολύειν. ~ Vφ

πάνυ ὠνείδισας] εἰρωνεία. ~ VU

ἀλλὰ μὴ καθάπερ καί: πλεονάζει Ἀττικῶς ἡ ἀπαγόρευσις

μὴ καθάπερ μὴ σαπρόν· ἤρκει γὰρ κατὰ τὴν κοινὴν χρῆσιν ἡ μία ἀπαγόρευσις, ἤτοι ἡ πρώτη ἢ ἡ δευτέρα. ~ CφUΩ

αὐτὸν* τὸν τεχνίτην] καὶ μήν, μάταιε, διὰ τοῦτο οὐ τέχνη, τῆς τέχνης πεφυκυίας καὶ ἕξιν αὑτῆς ἐμποιεῖν τῷ τεχνίτῃ καὶ τέλος τι ἕτερον παρὰ τὴν ἐνέργειαν κεκτῆσθαι, ὥσπερ οἰκοδομικὴ οἰκίαν. εἰ δὲ τὴν κιθαριστικὴν καὶ ὀρχηστικὴν ἀντιθῇς — οὐδὲν γὰρ αὗται παρὰ τὰς ἐνεργείας ἔχουσι τέλος —, πρῶτον μὲν οὐδεὶς φθόνος τῆς ὁμοιότητος· οὐδὲ γὰρ οὐδ’ αὗται τῶν σπουδαίων τεχνῶν τοῦ κατὰ βίον εὐχρήστου σεσυλημέναι. εἶτα δ’ ὅτι καὶ τούτων ἡ παρασιτικὴ τῷ μηδεμίαν ἕξιν ἐντιθέναι τῷ παρασίτῳ ἀπολειπομένη, καθὼς αὐτὸς σεμνύνων αὐτὴν ἀπεφήνω, πρὸς τὸ ἀνύπαρκτον συνωθεῖται τῆς τῶν τεχνῶν ὑποστάσεως ἐξοστρακιζομένη. ~ ΓφUΩ