Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Ὡς οὑτωσὶ εἰκάσαι βιβλίον αἰτήσας τινά, Λουκιανέ, καὶ μὴ λαβὼν καλῷ τούτῳ δεξιώματι δι’ αἰῶνος ἠμείψω αὐτόν. ~ VφΟΩ

σέας*] ἀπὸ εὐθείας τῆς σεύς. σημαίνει δὲ τοὺς σῆτας. ~ VΓ2φΟΩ

Καλλῖνος* κτλ.] καλλιγράφοι οὗτοι γεγόνασιν ἄριστοι. ~ ΓVφΟΩ

φθάνοντος*] προλαμβάνοντος. ~ ΓVΟΩ

Ἑλικῶνα*] ὄρος, ὅπου αἱ Μοῦσαι διατρίβειν λέγονται. ~ ΓVΟΩ

πρὸς τῆς Λιβανίτιδος] ἔοικε Σύρος εἶναι ὁ βιβλιοκάπηλος οὗτος καὶ Δαμασκηνός, ὅσον ἀπὸ τῆς Λιβανίτιδος εἰκάσαι. ~ Γ2VφΩ

— ] ὅτι Λιβανῖτις ἡ Ἀφροδίτη λέγεται· Λίβανος γὰρ τὸ ὄρος, ἐν ᾧ τὸ Ἀσσύριον μειράκιον ἐθήρα καὶ σὺν αὐτῷ ἡ Ἀφροδίτη διέτριβεν. ~ Vat. 942

Ὀλμιόν*] ποταμός ἐστιν οὗτος. ~ Γ

— ] ποταμοί εἰσιν οὗτοι πρὸς αὐτῇ τῇ κορυφῇ τοῦ Ἑλικῶνος. ὁ δὲ Ἑλικὼν ὄρος ἐστὶ Βοιώτιον, οὗ πρὸς τοὺς πρόποδας Θεσπιαὶ πόλις κατῴκηται, ἐν ᾗ ὁ Ἔρως, ὅν Ἀλκαμένης ἐξείργασται, θαυμάσιόν τι ἔργον ἰδεῖν. περὶ τὸν Ἑλικῶνα δὲ καὶ Ἡσίοδός [Theog. 22] φησι νέμων τὰς Μούσας ἰδεῖν καὶ τὴν ποιητικὴν σοφίαν λαβεῖν. ~ VφΩ, cf. Γ2

Δημοσθένους ὅσα τῇ κτλ.] ὡραῖον. ~ ΓV

ὑποβαλλόμενος* αὐτά] οὕτω γάρ φασι τὸν Μακεδόνα Ἀλέξανδρον ἐπικοιμᾶσθαι τοῖς Ὁμήρου ποιήμασιν. ~ VφΩ

ὄνος λύρας κτλ.] ὡραῖον πάνυ. ~ ΓV

τίνος οὖν ἀγαθοῦ* ὠνῇ ταῦτα] προσυπακουστέον τὸ χάριν ἢ ἕνεκεν, ἵν’ ᾖ τίνος οὖν ἀγαθοῦ χάριν ἢ ἕνεκεν. ~ VΓ2ΟΩ

Ἰσμηνίας οὕτω καλούμενος καὶ αὐτὸς Κορίνθιος· καὶ αὐτὸς ἐλπίσας ἐκ τῆς ὁμωνυμίας, εἰ καὶ τοὺς αὐλοὺς κτήσαιτο Ἰσμηνίου, εὐθὺς αὐτοπρόσωπος ἔσεσθαι Ἰσμηνίας, ἐώνηται μέν, οὐ μέντοι καὶ πλέον τοῦ ἐπελπίσαι τετύχηκεν. ~ Γ2VφΟΩ

ἵππον — Μῆδον] Μῆδος ἵππος ὁ Νησαῖος· ἡ Νῆσα δὲ πεδίον Μηδίας, οὗ αἱ βασιλικαὶ ἱπποφορβάδες νεμόμεναι τοῖς Μήδων βασιλεῦσιν ἵππους ἔτρεφον γενναίους. κενταυρίδαι δὲ ἵπποι οἱ ἐκ Λαρίσσης τῆς Θετταλῆς, τάχα ἀπὸ τῶν ἱπποκενταύρων ὀνομαστοί. ~ Γ2CVφΟΩ

κοππαφόρον] ἐπίσημον τοῦτο τῶν ἵππων ἐπὶ τοῦ μηροῦ ἐγκαιόμενον παρὰ τῶν παλαιῶν, καὶ ἦσαν οὗτοι οἱ ἵπποι τῶν εὐγενῶν, οἷς ἐπὶ τοῦ μηροῦ παράσημον κ̄ τὸ στοιχεῖον ἢ σ̄· ἀφ’ ὧν καὶ παρωνομάζοντο ἀπὸ μὲν τοῦ κ̄ κοππατίαι, ἀπὸ δὲ τοῦ σ̄ σαμφόραι. ~ Γ2CVφΟΩ. Addit C: ἐξ οὗ καὶ ὁ Βουκεφάλας ἵππος ὁ τοῦ Ἀλεξάνδρου τοῦ Μακεδόνος βούκρανον ἔχων ἐντετυπωμένον οὕτως ἐκαλεῖτο.

ὑπερπηδήσεται μὲν τὸν ποταμόν] ταῦτα πάντα λέγει Ὅμηρος τὸν Ἀχιλλέα ποιῆσαι. ~ ΓVΟΩ

ἐπιθολώσει κτλ.] ὡραῖον. ~ ΓV

κόλλοπας*] κόλλοπες οἱ πασσαλίσκοι τῆς κιθάρας, ὧν ἐκδέδενται αἱ νευραί. ~ VΓ2CφΟΩ

περὶ πόδα: ἀντὶ τοῦ κατὰ πόδα, πλησίον, ἐγγύς. ἢ ἀλη

θέστερον ἐρεῖν περὶ πόδα ἀντὶ τοῦ καταπεφρονημένος· ἐπεὶ καὶ τὰ παρ’ ἡμῶν εὐκαταφρόνητα περὶ τοὺς πόδας ῥιπτεῖται. ~ VΓ2CφΟΩ

ἵναπερ*] ἀντὶ τοῦ ὅπου. ~ Γ

κληρονομήσας* τῆς Ὀρφέως μουσικῆς] κληρονομῶ σου, καὶ τοῦτο Ἀττικόν. ~ VΓ2CφΟΩ

διασπάσασθαι* — ὅμοιον τῷ Ὀρφεῖ] ἐπεὶ κἀκεῖνος ὑπὸ τῶν Θρᾳττῶν διεσπάσθη. ~ VΟΩ

— ] σημείωσαι. ~ Γ

Ὀρφεῖ* παρὰ τῆς μητρός] Καλλιόπης γὰρ τῆς Μούσης μυθεύουσι γενέσθαι τοῦτον. ~ VΓφΟΩ