Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

θυσίαις*] ὁ σκοπὸς ἐνταῦθα τῷ Λουκιανῷ καταδραμεῖν τῶν Ἑλλήνων θυσίας ποιούντων· τὸ γὰρ θεῖον οὐ δέεται θυσιῶν. οὐκ ἔστι δὲ διάλογος· ὅλον γὰρ τὸν λόγον ὡς ἐξ ἰδίου προφέρει προσώπου, ὁ δὲ διάλογος πρόσωπα ἔχει διάφορα διαλεγόμενα πρὸς ἄλληλα. ~ ΓVMΩ

Αἰτωλικά*] Αἰτωλίας ἐβασίλευεν Οἰνεύς. οὗτος θύσας τοῖς θεοῖς τὴν Ἄρτεμιν ἐπελάθετο, ἡ δὲ ὀργισθεῖσα ἀπέλυσε κατὰ τῆς Καλυδῶνος κάπρον, ὅστις πολλοὺς ἀνεῖλεν, ὕστερον δὲ κατ’ αὐτοῦ συναχθέντων πολλῶν ἀνῃρέθη. ~ ΓVMΩΔ

Καλυδωνίων*] Καλυδὼν πόλις ἐστὶν Αἰτωλίας. ~ ΓVMΩΔ

Μελεάγρου*] Ἀλθαία Μελεάγρου μήτηρ ἐγέννησε σὺν τῷ Μελεάγρῳ λάμπον πῦρ καὶ ἔμαθεν, ὡς τοσοῦτον ζήσει χρόνον Μελέαγρος, ὅσον ἡ λαμπὰς ἅπτεται. ὅτε οὖν ἐφονεύθη ὁ κάπρος, ὁ Μελέαγρος τῆς Ἀταλάντης ἐρῶν αὐτῇ τὰ νικητήρια δέδωκεν. ὠργίσθησαν ἐπὶ τούτῳ οἱ θεῖοι [καὶ] οἱ ἀδελφοὶ τῆς Ἀλθαίας — σὺν αὐτῷ γὰρ τὸν κάπρον ἐφόνευσαν —, ὅτι γυνὴ προετιμήθη αὐτῶν, καὶ ἔσχον πόλεμον πρὸς Μελέαγρον. ἀνεῖλεν οὖν αὐτοὺς ὁ Μελέαγρος καὶ ὀργισθεῖσα ἡ Ἀλθαία διὰ τοὺς ἀδελφοὺς ἔσβεσε τὴν λαμπάδα καὶ ἀπέθανεν ὁ Μελέαγρος. ~ ΓVMΩ

Ὁμήρου*] ὁ γὰρ Ὅμηρός φησιν [Α 423], ὅτι οὐκ ἔστι

νῦν ἐν τῷ οὐρανῷ ὁ Zεύς, ἀλλ’ ἀπεδήμησεν εἰς Αἰθιοπίαν κἀκεῖ εἱστιάθη ἡμέρας δώδεκα. ~ ΓVΩ

ταύρων*] ὁ γὰρ Νέστωρ ἀπὸ τῆς Ἰλίου ἐπανελθὼν εἰς Πύλον ἐννέα βοῶν θυσίαν τῷ Ποσειδῶνι ἔθυσεν, ὡς λέγει οὗτος· ὁ γὰρ Ὅμηρος [cf. γ 179. 8] εἶπεν ἐννάκις ἐννέα. ~

ὤνια*] πράσιμα. ΓVΩ

Περσῶν*] ἐκ τοῦ Ἡροδότου [3, 31] Καμβύσης ὁ Κύρου τοῦ Περσέων ἐρασθεὶς τῆς ἀδελφεῆς Ἀτόσσης ἤρετο τοὺς βασιληίους δικαστάς, εἴ τις ἔστι νόμος κελεύων τὸν βουλόμενον ἀδελφεῇ συνοικέειν. οἱ δὲ ἀπεκρίναντο νόμον μὲν μηδένα εἶναι, ὅς κελεύει ἀδελφεὸν ἀδελφεῇ ξυνοικέειν, ἄλλον μέντοι νόμον ἐξευρηκέναι, ὃς θεσπίζει τῷ βασιλεύοντι Περσῶν ἐξεῖναι ποιέειν, ὃ ἐὰν βούληται. καὶ τότε Καμβύσης ἔγημε τὴν ἀδελφήν. ~ ΓCVΩΔ

κεφαλῆς κτλ.] σημείωσαι. ~ Γ

χαλκοῦς — Ὁμήρου λέγοντος] Διὸς ποτὶ χαλκοβατὲς δῶ [ Α 426]. ~ B

χρυσοῦν τὸ δάπεδον] χρυσέῳ ἐν δαπέδῳ [Δ 2]. ~ B

Ἀφροδίτην κτλ.] ὡραῖον. ~ Γ

νεών] εἰς ὃν κεῖται τὸ τοῦ Διὸς ἄγαλμα. ~ ΓVΜΩ

Πισαίων*] ἐν Πίσῃ γὰρ τῆς Ἠλείας γῆς τὸ τοῦ Ὀλυμπίου Διὸς ἄγαλμα ἐκ χρυσοῦ καὶ ἐλέφαντος κατεσκεύασε Φειδίας, ὅπου καὶ ὁ ἀγὼν τὰ Ὀλύμπια ἐτελεῖτο. ~ VBΝΩΔ

— ] διὰ τὸ κατὰ πενταετίαν μόνον ἐπιδημεῖν τοὺς ἀνθρώπους χάριν τῶν Ὀλυμπίων εἰς Ὀλυμπίαν ἕνεκεν τοῦ ἀγῶνος,

ἄλλοτε δὲ μηδέποτε, διὰ τοῦτο εἶπε τὴν Πισαίων ἐρημίαν. ~ ΒVΝΩΔ

περιρραντήρια*] τὰ ὕδατα, δι’ ὧν προκαθῄροντο οἱ θύειν μέλλοντες. ~ ΓVΔ

φονεύουσιν — θεοῦ] βαρύτητος ταῦτα. ~ B

οὐκ εὐσεβὲς κτλ.] εἰρωνεία. ~ B

κυνοπρόσωπον*] ἐμοῦ γε ἕνεκα εἴθε καὶ ὀνοπρόσωπον, ὡς ἂν ἐνθεέστερον αὐτοῖς, μᾶλλον δὲ ὀνωδέστερον εἴη τὰ τῆς θεοποιίας. ~ ΔB

Πᾶνα ὅλον τράγον] καλῶς, ἐπεὶ καὶ τράγους τὰς ἀφροδισίους ὁρμάς. ~ B

θύρας* κτλ.] παροιμία. ~ ΓΔ

ὁ Ἆπις ἐν ταῖς ἀγέλαις τῶν Αἰγυπτίων εὑρίσκεται βοῦς ὢν καὶ ἔχων τινὰ ἴδια σημεῖα. τοῦτο κοινὸν εὐετηρίας ἐνομίζετο σύμβολον. ~ ΓCVΩΔ

Νίσου*] ὁ Νῖσος βασιλεὺς ὢν εἶχεν ἐπὶ τῆς κεφαλῆς μίαν τρίχα πορφυρᾶν, ἧς ἀποτμηθείσης ἀνάγκη ἦν ἀπολέσθαι τὴν πόλιν, ἧς ἐβασίλευεν. ~ ΓCVMΩ

— ] ὁ Νῖσος οὗτος βασιλεὺς ἦν Μεγάρων, ἀφ’ οὗ καὶ τὸ Μεγαροῖ πεδίον Νῖσα ὠνόμασται. εἶχε δὲ πορφυροῦν πλόκαμον ἐπὶ τῆς κεφαλῆς, οὗ μάλα πολλὴν εἶχε πολυωρίαν, καθότι καὶ τῆς βασιλείας αὐτῷ σῳζόμενος περιεποιεῖτο τὸ κράτος. ~ BNΔ . Addit Δ: τοιοῦτόν τι καὶ περὶ τοῦ Σαμψὼν λέγεται ἔχειν τρίχα χρυσίζουσαν καὶ ταύτην ἐνέχυρον εἶναί οἱ τῆς ἀνδρείας τῆς προσούσης αὐτῷ. ~

Δημοκρίτου*] ὁ Δημόκριτος οὗτος Ἀβδηρίτης ὢν διόλου ἐγέλα πάντων ὑπερφρονῶν, ὁ δὲ Ἡράκλειτος κλαίων ἦν ἐς ἀεὶ ἐπὶ παντὶ πρακτέῳ μηδέποτε γελῶν. ~ Δ