Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ὑπερπηδήσεται μὲν τὸν ποταμόν] ταῦτα πάντα λέγει Ὅμηρος τὸν Ἀχιλλέα ποιῆσαι. ~ ΓVΟΩ

ἐπιθολώσει κτλ.] ὡραῖον. ~ ΓV

κόλλοπας*] κόλλοπες οἱ πασσαλίσκοι τῆς κιθάρας, ὧν ἐκδέδενται αἱ νευραί. ~ VΓ2CφΟΩ

περὶ πόδα: ἀντὶ τοῦ κατὰ πόδα, πλησίον, ἐγγύς. ἢ ἀλη

θέστερον ἐρεῖν περὶ πόδα ἀντὶ τοῦ καταπεφρονημένος· ἐπεὶ καὶ τὰ παρ’ ἡμῶν εὐκαταφρόνητα περὶ τοὺς πόδας ῥιπτεῖται. ~ VΓ2CφΟΩ

ἵναπερ*] ἀντὶ τοῦ ὅπου. ~ Γ

κληρονομήσας* τῆς Ὀρφέως μουσικῆς] κληρονομῶ σου, καὶ τοῦτο Ἀττικόν. ~ VΓ2CφΟΩ

διασπάσασθαι* — ὅμοιον τῷ Ὀρφεῖ] ἐπεὶ κἀκεῖνος ὑπὸ τῶν Θρᾳττῶν διεσπάσθη. ~ VΟΩ

— ] σημείωσαι. ~ Γ

Ὀρφεῖ* παρὰ τῆς μητρός] Καλλιόπης γὰρ τῆς Μούσης μυθεύουσι γενέσθαι τοῦτον. ~ VΓφΟΩ

χθὲς δὲ* καὶ πρῴην] λέγεται καὶ ἄρτι πρῴην, ὡς ἐχρήσατο καὶ Πλούταρχος ἐν Παραλλήλοις [Brut. 1 ]. ~ Γ2CVφΟΩ

Πρωτέως] περὶ τοῦ Περεγρίνου λέγει τοῦ ἑαυτὸν καύσαντος. ~ Γ2VφΟΩ

ὡς Τεγεᾶται κτλ.] σημείωσαι. ~ Γ

ὡς* οὐδ’ εἰπεῖν καλόν] καινοπρεπὲς καὶ τοῦτο ὡς οὐδ’ εἰπεῖν καλόν· τὸ γὰρ κοινὸν ὡς οὐδὲ καλὸν εἰπεῖν. ~ VΓ2CΟΩ

φευκτέον ἂν ἦν κτλ.] σημείωσαι. ~ Γ

τίλφαις*] τίλφη ζωύφιόν τι τοῖς βιβλίοις ὡς ἐπίπαν ἐντίκτεσθαι πεφυκὸς ἐπίμηκες, κέρατα ἔχον, ὡς ἐν μικρῷ κατιδεῖν, λευκὸν ἢ πελιόν, εἴ τις τούτῳ ἐγχρίμψαιτο, κονιορτὸν ἀποβάλλον. ~ VΓ2CφΩ

σὺ δὲ ἀποροίης κτλ.] ὡραῖον. ~ ΓV

Δημήτριος κτλ.] ὡραῖον. ~ ΓVΟ

τὸ οὐδέτερος ἐπὶ δύο λαμβάνεται. πῶς οὖν τοῦτο; εἰ μή που ἔσφαλται τὰ τῆς γραφῆς καὶ ἀντὶ τοῦ οὐχ ἕτερος γέγραπται οὐδέτερος ἢ ἐκτέθλιπται τὸ ε̄ τοῦ συνδέσμου. ~ Γ2VφΩ

τοὺς ἐπαίνους κτλ.] ὡραῖον. ~ Γ

τὸ* τῶν Μυσῶν] ἀντὶ τοῦ ὅμοιον τῇ παροιμίᾳ τῇ διαγορευούσῃ χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα [fr. adesp. 560. F. T. G2. p. 950 N.]. ~ VΓCφΩ

βασιλεύς] κατὰ Μᾶρκον γὰρ οὗτος ὁ Λουκιανὸς ἦν. ~ Γ2VφΩ

χύτραις λημῶντες: ἀντὶ τοῦ χύτραις ἴσας περιφέροντες λήμας. ~ Γ2CVφΟΩ

τἀργύριον καὶ φύλαττε κτλ.] ὡραῖον. ~ ΓVΟ

καὶ σὺ* τοίνυν κτλ.] καλῶς ἂν εἶχε τῷ δυστυχεστάτῳ τούτῳ μειρακίῳ μὴ καθ’ ἓν τῶν βιβλίων ἀλλὰ πᾶσαν τὴν βιβλιοθήκην προῖκα Λουκιανῷ τῷ παρόντι ἐπιδοῦναι, ἢ τοιαύτην σφηκιὰν καθ’ ἑαυτοῦ κινῆσαι ἑνὸς ἐγκρατείᾳ βιβλίου. ~ VΟΩ

subscript.: Διώρθωσα ἐγὼ Ἀλέξανδρος ἐπίσκοπος Νικαίας τῆς ἐν Βιθυνίᾳ μετὰ Ἰακώβου τοῦ ὁμοψύχου ἀδελ⸤φ⸥οῦ ⸤. . .⸥σ Λαρίσσης τοῦ πρῶτον μετὰ τὴν καταδρομὴν τῶν Βουλγαρῶν ἰδίοις αὐτ⸤ὴν⸥ ἀναλώμασιν ἀναστήσαντος καὶ κόσμον αὐτῇ τε καὶ τοῖς κτήμασι δόντος πλείονα. ~ ⸤Γ2⸥

οὐκέτι μέμνημαι*] ὁ τὰ σχήματα τῶν φανέντων τοῖς ὀφθαλμοῖς ἐντετυπωμένα φέρων καὶ τὴν φωνὴν ἔναυλον ἆρα τὴν ἔννοιαν τῶν εἰρημένων οὕτω ταχέως ἐξήμβλωκας; καινὸν τοῦτο. ~ ΔVUΩ

ἕρμαιον*] τὸ ἀπροσδόκητον κέρδος, ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν. ~ Δ

τὴν μὲν τέχνην κτλ.] ὡραῖον. ΓV

τὴν ψυχὴν — κατακοσμήσω κτλ.] ⸤ἀλλὰ μ⸥ὴν ψευδεῖς αἱ τῆς διδασκαλίας ὑποσχέσεις ἀπεφάνησαν· οὐ γὰρ τοιαύ

ταις σου τὴν ψυχὴν ἀρεταῖς κατεκόσμησεν ἀλλὰ ταῖς ἐναντίαις, ὡς αὐτὸς σὺ ταῦτα ἐξ ὧν γράφεις ἀποδεικνύεις. ~ ⸤U⸥

εὐπάρυφος*] εὐκατέργαστα καλῶς ὑφασμένα φορῶν ἱμάτια. ~Δ

subscript.: Διώρθωσα ἐγὼ Ἀλέξανδρος ἐπίσκοπος Νικαίας τῆς πρὸς τῇ Ἀσκανίᾳ μετὰ Ἰωάννου τοῦ ἐπὶ τῇ ἀδελφῇ κηδεστοῦ. ~ Γ2