Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἀφηνιάσαντες*] τὸν χαλινὸν ἀπορρίψαντες. ~ ΓVφUΩ

βλακεύωσιν*] ἀντὶ τοῦ μετὰ ἀργίας διαμέλλοντες τῶν ἔργων ἅπτωνται· τὸ γὰρ βλακεύειν ἐπὶ τῶν μετὰ θρύψεώς τι ἐπιτελούντων λέγεται. ~ VφUΩ

Νεμέᾳ*] Νεμέα ἐστὶ τόπος ἐν τῇ Κορίνθῳ παρὰ τὸν Τρητὸν λεγόμενον, οὗ Ἡρακλῆς τὸν λέοντα φονεύσας τὰ Νέμεα ἐπιτελεῖσθαι κατήρξατο. ἐν ταύτῃ τῇ Νεμέᾳ πρὸ τοῦ Ἡρακλῆ τὸν λέοντα κατεργάσασθαι οἱ βουκόλοι ἀγρυπνότατοι καὶ φιλοπράγμονες ἦσαν φόβῳ τοῦ μή τι παθεῖν ὑπὸ τοῦ λέοντος τὰ βουκόλια. ~ VCΦUΩ

μερμηρίζω*] μεριμνῶ. ~ Γ

ἑώλους* δίκας] ἕωλός ἐστιν ὁ χθεσινὸς ἄρτος ὁ μὴ

δαπανώμενος τῇ πρώτῃ ἡμέρᾳ. ἑώλους οὖν δίκας λέγει τὰς φυλαττομένας. ~ ΓVΦ

εὐρῶτος*] σήψεως. ~ ΓV

καὶ μάλιστα ὁπόσαι ταῖς ἐπιστήμαις* κτλ.] καὶ μάλιστα ὅσαι εἰσὶ παρὰ τῶν τεχνῶν, οἷον ὅτι γραμματικὴ κρείττων ἰατρικῆς ἢ ῥητορικὴ γραμματικῆς. ~ ΓVUΩ

ὑπερημέρους*] παραβαινούσας τὴν προθεσμίαν, τουτέστι διασυρούσας. ~ ΓVΦUΩ

ἐφέντι*] ἔκκλητον δεδωκότι. ~ ΓVUΩ

ἐξ ὑπαρχῆς*] ἄνωθεν. ~ ΓVUΩ

σεμνὰς θεάς: τὰς Ἐρινύας· τούτων γὰρ τὸ ἱερὸν πλησίον τοῦ Ἀρείου πάγου. ~ ΓVφUΩ

ὁ τοῦ Σωφρονίσκου*] τὸν Σωκράτην λέγει. ~ VΩ

ἀλεκτρυόνα*] ὁ γὰρ Πλάτων ἐν τῷ Φαίδωνι [118 Α] τὸν θάνατον Σωκράτους διηγούμενος εἰσάγει αὐτὸν ἐν τῷ μέλλειν τελευτᾶν ἐπιτρέποντα τυθῆναι τῷ Ἀσκληπιῷ τὸν ἀλεκτρυόνα, ὅν συνετάξατο. ~ ΓVΦU

μεστοὶ δὲ οἱ περίπατοι κτλ.] ὡραῖον. ~ Γ

δεδίττονται*] ταράττουσιν. ~ ΓV

προσποιεῖσθαι*] ἰδιοποιεῖσθαι. ~ ΓVΩ

προεπεξενῶσθαι*] ἀπὸ πολλοῦ ξενοδοχηθῆναι. ~ ΓVΩ

ὅτι τὸ ἐκλελῆσθαι αἰτιατικῇ συντάττεται. ~ CVφΩ

δευσοποιόν*] τὸ ἀνέκπλυτον βάμμα. ~ ΓVΦΩ

πνύκα*] τὴν ἐκκλησίαν τῶν Ἀθηναίων. ~ ΓVΦΩ. Addunt VΦΩ: παρὰ τὸ πεπυκνῶσθαι. πάγος δὲ ὁ ὑψηλὸς τόπος, παρὰ τὸ πεπηγέναι καὶ συνεστάναι πρὸς ὕψος. ~

τὸν Πᾶνα τῶν* Διονύσου θεραπόντων κτλ.] ἁρμοδίως ὡς ἴδιον υἱὸν ἐπαινεῖ αὐτόν. ~ VΩ

Παρθένιον*] ὄρος τῆς Ἀρκαδίας. ~ ΓVφΩ

Δάτιδος*] Δαρεῖος ὁ Περσῶν βασιλεὺς κατὰ τῆς Ἑλλάδος

στρατεύων οὐ δι’ ἑαυτοῦ ἦλθεν ἀλλ’ ἔπεμψε Δᾶτιν στρατηγόν, ὃς ἐλθὼν εἰς Μαραθῶνα ἡττήθη παρὰ τῶν Ἀθηναίων. ~ ΓVΦΩ

σπήλυγγα*] σπήλαιον. ~ ΓVΩ

Πελασγικοῦ*] τόπος Ἀθήνησιν ἀπὸ Πελασγῶν ἐν αὐτῷ οἰκησάντων. γράφεται δὲ καὶ διὰ τοῦ ρ̄. ~ ΓVΩ

κυδοιμὸν* κτλ.] πόλεμον. λέγουσι γάρ, ὅτι Πὰν συμμαχήσας τοῖς Ἀθηναίοις ἐν Μαραθῶνι πολλοὺς τῶν βαρβάρων ἐφόνευσεν. ~ ΓVΦΩ

ὄρειος*] ἐν ὄρεσι διαιτώμενος. ~ ΓVΦ

ἀστικά*] πολιτικά. ~ ΓV

πρὸς τὸ ὄρθιον*] ἀντὶ τοῦ ἐπὶ τὸ μεῖζον καὶ ὀξὺ τῆς φωνῆς. ἐς τὸ ἀκριβέστατον δὲ ἔγραψε τὸ τῶν φιλοσόφων ἐν ταῖς διαλογικαῖς συνουσίαις σύμπτωμα. ~ VΦΩ

τεθήπασιν*] θαυμάζουσιν. ~ ΓVΩ

ἅλις ἔχοιμι: ἀντὶ τοῦ ἅλις ἔσχον ἤγουν ἀρκούντως· οὕτω γὰρ τὰ εὐκτικὰ ἐν τῇ συμφράσει παραλαμβάνεται, ὁπότε μήτε κατ’ εὐχὴν κεῖται μήτε ἀντὶ ὑποτακτικοῦ ῥήματος, οἷον οὗτος δὲ ὁπότε εἰσέλθοι, κακὰ πολλά με εἰργάζετο· ἀντὶ γὰρ τοῦ εἰσῆλθεν. ~ CVΦΩ

ἀργυραμοιβική*] τραπεζιτική. ~ ΓVφΩ

τοῦ* ῥήτορος] ὁ ῥήτωρ οὗτος εἶ αὐτός, κακόδαιμον Λουκιανέ. ~ VΦφΩ

Σύρῳ] διὰ τὸ Σύρον εἶναι τὸν ῥήτορα. ~ ΓVΦ

καί* μοι ἤδη κάλει αὐτόν] εἰσελθὼν ὁ Πολέμων εἰς τὸ δικαστήριον παρίσταται τοῖς δικασταῖς. ~ ΓVφΩ

ἐν χρῷ κέκαρμαι*] ὅτι οἱ Στωικοὶ τὰς κεφαλὰς ἦσαν διόλου κεκαρμένοι, ὡς οἱ μοναχοὶ νῦν. ~ VCφΩ

μορμολυττομένη*] ταράττουσα. ~ ΓV

ἀφηνιάσαι*] φυγεῖν. ~ ΓV

μηδὲ τῶν* θεῶν φείδεται] διὰ τοὺς Ἐπικουρείους ὑπέκρουσεν ἀθέους μὲν ὄντας ἡδονὴν δὲ πρεσβεύοντας. ~ VφCΩ

τὸν ὑμέτερον Θησέα*] Ἀθηναῖος γὰρ ὁ Θησεύς, Ἀθηναῖοι δὲ οἱ δικάζοντες. ~ ΓVφ

ἀγκύλους* ἐκείνους λόγους] τοὺς περιεστραμμένους, λέγει δὲ τοὺς συλλογισμούς. ~ ΓVφΩ

Ἐλέου βωμόν*] βωμὸς ὑπῆρχε παρ’ Ἀθηναίοις τοῦ Ἐλέου, ἐν ᾧ οἱ ἀδικούμενοι, ἵνα ἐλεηθῶσι, κατέφευγον. ~ ΓVφ

τὴν τοῦ Ἄϊδος κυνῆν*] τὴν τοῦ Ἅιδου περικεφαλαίαν. λέγουσι δέ, ὅτι ὁ ταύτην φορῶν οὐκέτι ἐφαίνετο. ~ ΓVΩ

ἀνδριάντι*] τοῦτο γὰρ δόγμα τῶν Στωικῶν ὡς ἀνδριάντι χρήσασθαι τῷ σώματι. ~ VΩ

κακὸν ἡγῇ τὸν πόνον; ναί. τὴν ἡδονὴν δὲ ἀγαθόν; πάνυ μὲν οὖν: τριχῶς ἔλεγον οἱ Στωικοὶ τὸ ἀγαθόν. τὸ μὲν γὰρ πρῶτον καὶ οἷον πηγῆς ἔχον χώραν, ὅ καὶ ἀφορίζονται ἀγαθὸν εἶναι λέγοντες, ἀφ’ οὗ συμβαίνει ὠφελεῖσθαι τῷ πρώτως εἶναι αἰτίαν καὶ ὑφ’ οὗ. δεύτερον καθὼς συμβαίνει ὠφελεῖσθαι, ὥσπερ εἰ θερμαινόμενός τις ψύχους τῆς νόσου ἀπαλλάττεται· οὐ γὰρ τὸ θερμαίνειν ἀλλὰ τὸ θερμαίνεσθαι αἴτιον τῆς ὠφελείας. καὶ τρίτον ἔλεγον ἀγαθὸν κοινότερον καὶ ἐπὶ τὰ εἰρημένα διατεῖνον τὸ οἱονεὶ ὠφελοῦν, ὅπερ οὐ τοῦ ὄντως ὄντος περιδράττεται ἀλλὰ τοῦ ἐν ὑπολήψει. ὁμοίως τούτοις καὶ τὸ κακὸν εἶναι τριττόν, τό τε ἀφ’ οὗ συμβαίνει βλάπτεσθαι, ὡς ὁ καιόμενος

ἀπὸ πυρός, καὶ τὸ καθ’ ὅ, ὡς ὁ χειμῶνος ὕπαιθρος διανυκτερεύσας, καὶ τὸ κοινότερον καὶ ἐπὶ τὰ ὄντως ἀναφερόμενον, ὡς εἰ φάσκοι τις πρὸς τὴν αἴσθησιν ἀποβλέπων τὸν σωφροσύνης ἕνεκεν πόνοις αὐτὸν ἐκδόντα ἀνιαρῶς διακεῖσθαι. τούτων δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ ἐκτός, εἴτε περὶ σῶμα εἴτε καὶ περὶ τὰ κυρίως ἐκτός, τὰ δὲ οὔτε κατὰ ψυχὴν οὔτε ἐκτός, ὥσπερ ὅσοι φιλίαν μὲν πρὸς ἡμᾶς ἢ τινα σχέσιν οὐκ ἔχουσι τῷ μηδὲ γνωστοὶ ἡμῖν εἶναι, ἄλλως δὲ σπουδαῖοί εἰσι καὶ ἔχοντες ἀρετάς. ἀναλόγως τούτοις καὶ τὰ κακὰ τριττὴν ἔχει διαφοράν. καὶ ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναί φασι διαθέσεις ὡς τὰς ἀρετάς, τὰ δὲ ἕξεις ὡς τὰ ἐπιτηδεύματα, τὰ δὲ οὔτε ἕξεις οὔτε διαθέσεις ὡς αἱ κατὰ τὰς ἀρετὰς ἐνέργειαι, οἷον ἡ φρονίμευσις, ἡ δικαίωσις καὶ τὰ παραπλήσια. ἀνάλογον καὶ αἱ περὶ ψυχὴν κακίαι ὡς φθόνος καὶ φθονερὸς καὶ φθόνησις. καὶ αὖθις τῶν ἀγαθῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ καὶ τελικὰ καὶ ποιητικά. ὁ μὲν οὖν φρόνιμος ἄνθρωπος καὶ ὁ φίλος ποιητικὰ ἀγαθά, χαρὰ δὲ καὶ εὐφροσύνη καὶ θάρρος καὶ φρονίμη περιπάτησις τελικὰ μόνον, αἱ δὲ ἀρεταὶ πᾶσαι καὶ τελικὰ καὶ ποιητικά· καὶ γὰρ ἀποτελοῦσι τὴν εὐδαιμμονίαν καὶ συμπληροῦσι, μέρη αὐτῆς γινόμεναι. ἀνάλογον δὲ καὶ ἐπὶ τῶν κακιῶν κατὰ τοὐναντίον τῆς εὐδαιμονίας προϊουσῶν· καὶ γὰρ ὁ κακὸς καὶ ἄφρων καὶ ὁ ἐχθρὸς ποιητικὰ κακά, λύπη δὲ καὶ δυσελπιστία καὶ φόβος καὶ ἀφρονικὴ περιπάτησις καὶ πλημμελὴς κίνησις τελικὰ μόνον. αἱ δὲ κακίαι πᾶσαι καὶ τελικὰ καὶ ποιητικά· καὶ γὰρ
ἀποτελοῦσι καὶ συμπληροῦσι τὴν κακοδαιμονίαν. σῶμα δὲ ἐδόξαζον καὶ τὴν διάνοιαν καὶ τὴν ψυχὴν καὶ τὰς ἀρετάς, ψυχὴν μὲν τὸ συμφυὲς καὶ ἔνθερμον ἐν ἡμῖν πνεῦμα λέγγοντες καὶ ζῷον εἶναι αὐτὴν καὶ ζῆν καὶ αἰσθάνεσθαι μάλιστα τὸ ἡγεμονικὸν αὐτῆς μέρος, ὃ καὶ διάνοιαν καλοῦσιν. ἀλλὰ καὶ πᾶσαν ἀρετὴν ζῷόν φασι, ζῴου δὲ τοῦ ἀνθρώπου ὄντος λογικοῦ θνητοῦ φύσει πολιτικοῦ καὶ τὴν ἀρετὴν πᾶσαν τὴν περὶ ἄνθρωπον καὶ τὴν εὐδαιμονίαν καὶ τὸ τέλος λογικὰ εἶναί φασι καὶ τὴν μὲν εὐδαιμονίαν ζωὴν ἀκόλουθον εἶναι καὶ ὁμολογουμένην τῇ φύσει, τὸ δὲ τέλος ὁμοίως τὸ ὁμολογουμένως ζῆν, τοῦτο δέ ἐστι τὸ κατὰ ἕνα λόγον καὶ σύμφωνον ζῆν ὡς τῶν μαχομένως ζώντων κακοδαιμονούντων. Διογένης δὲ αὐτὴν εὐλόγιστον ζωὴν ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ και ἀπεκλογῇ. τριχῶς δὲ τὸ τέλος φασί, τὸ τελικὸν ἀγαθόν, ὡς ἐν τῇ φιλοσυνθεσίᾳ τὴν ὁμολογίαν λέγουσι τέλος εἶναι, καὶ τὸν σκοπὸν οἷον τὸν ὁμολογούμενον βίον, καὶ τρίτον τέλος τὸ ἔσχατον τῶν ὀρεκτῶν, ἐφ’ ὃ πάντα τὰ ἄλλα ἀναφέρεται. τὰ δὲ μεταξὺ τῶν ἀγαθῶν καὶ κακῶν ἀδιάφορα λέγουσιν, οἷον νόσον, ὑγίειαν, πλοῦτον, πενίαν, σχολὴν, ἀσχολίαν, καὶ ταῦτα διχῶς νοοῦσι, καθ’ ἕνα μὲν τρόπον τὸ μήτε ἀγαθὸν μήτε κακόν, καθ’ ἕτερον δὲ τὸ μήτε ὁρμῆς μήτε ἀφορμῆς ποιητικόν, ὡς τὸ περιττὰς ἢ ἀρτίους ἔχειν τὰς τρίχας. ἀλλὰ καὶ τῶν ἐν ἡμῖν καὶ περὶ ἡμᾶς τὰ μὲν εἶναί φασι κατὰ φύσιν, τὰ δὲ παρὰ φύσιν, τὰ δὲ οὔτε κατὰ φύσιν οὔτε 25
παρὰ φύσιν· κατὰ φύσιν μὲν ἰσχύν, ὑγίειαν, αἰσθητηρίων ἀρτιότητα, παρὰ φύσιν δὲ νόσον, ἀσθένειαν, πήρωσιν καὶ τὰ τοιαῦτα, οὔτε δὲ παρὰ φύσιν οὔτε κατὰ φύσιν ψυχῆς παράστασιν καὶ σώματος, καθὸ ἡ μέν ἐστι φάσεων ψευδῶν δεκτική, ὡς ἐπὶ τῶν ἀλογίστως ἐνισταμένων καὶ καρτερούντων, τὸ δὲ τρωτὸν καὶ πηρώσεως δεκτικὸν καὶ τὰ ὅμοια τούτοις. τῶν δὲ ἀδιαφόρων τὰ μὲν λέγουσι προηγμένα, τὰ δὲ ἀποπροηγμένα, τὰ δὲ οὐδέτερα· καὶ τῶν προηγμένων τὰ μὲν περὶ ψυχὴν εἶναι ὡς εὐφυΐαν, προκοπήν, γνώμην, ὀξύτητα διανοίας καὶ τὰ παραπλήσια, τὰ δὲ περὶ σῶμα ὡς ὑγίειαν, ἰσχύν, εὐαισθησίαν καὶ τὰ ὅμοια· ἐκτὸς δέ ἐστι τέκνα, κτῆσις σύμμετρος, ἀποδοχὴ παρὰ ἀνθρώπων καὶ τὰ ὅμοια. τριχῶς δὲ καὶ τὰ ἀποπροηγμένα φασὶν ἀναλόγως τοῖς προηγμένοις καὶ ἀπονέμουσιν ἑνὶ ἑκάστῳ τῶν τριῶν τῶν ἐπ’ ἐκείνοις ἀποδοθέντων τὰ ἀντικείμενα, οἷον περὶ ψυχὴν ἀποπροηγμένα ἀφυΐαν, ἀπροκοπίαν, δυσμάθειαν, νωθρότητα διανοίας καὶ τὰ ὅμοια, περὶ δὲ σῶμα καχεξίαν, ἀσθένειαν, δυσαισθησίαν, περὶ δὲ τὰ ἐκτὸς πήρωσιν τεκνοποιίας, καταφρόνησιν παρὰ ἀνθρώπων καὶ τὰ ὅμοια. οὔτε δὲ προηγμένα οὔτε ἀποπροηγμένα περὶ ψυχὴν μὲν φαντασίαν καὶ συγκατάθεσιν καὶ ὅσα τοιαῦτα, περὶ σῶμα λευκότητα καὶ χαροπότητα καὶ ἡδονὴν πᾶσαν καὶ πόνον, ἐκτὸς δὲ ὅσα εὐτελῆ ὄντα καὶ μηδὲν χρήσιμον προσφερόμενα μικρὰν παντελῶς παρέχεται χρείαν, ὡς ἡ καὶ παρὰ τῶν ἀνοήτων ἀποδοχή. τῆς δὲ ψυχῆς κυριωτέρας οὔσης τοῦ σώματος πρὸς τὸ κατὰ φύσιν ζῆν δηλονότι καὶ τὰ
περὶ ψυχὴν κατὰ φύσιν ὄντα καὶ προηγμένα τὴν ἀξίαν ἔχει τῶν περὶ τὸ σῶμα καὶ τῶν ἐκτός, οἷον εὐφυΐα ψυχῆς πρὸς ἀρετὴν ὑπερέχει τῆς τοῦ σώματος εὐφυΐας καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἔτι τῶν ἀδιαφόρων ὁρμῆς μὲν κινητικά ἐστιν, ὅσα κατὰ φύσιν, οἷον ἰσχύς, ἀφορμῆς δὲ τὰ παρὰ φύσιν ὡς νόσος, τὰ δ’ οὔθ’ ὁρμῆς οὔτε ἀφορμῆς ὡς τὸ περιττὰς ἢ ἀρτίους ἔχειν τὰς τρίχας. καὶ ἐπὶ τῶν κατὰ φύσιν ἀδιαφόρων τὰ μέν ἐστι πρῶτα κατὰ φύσιν ὡς κίνησις ἢ σχέσις κατὰ τοὺς σπερματικοὺς λόγους γινομένη οἷον ὑγίεια καὶ αἴσθησις, λέγω δὲ τὴν κατάληψιν καὶ ἰσχύν, κατὰ μετοχὴν δέ, ὅσα μετέχει κινήσεως καὶ σχέσεως κατὰ τοὺς σπερματικοὺς λόγους, οἷον χεὶρ ἀρτία καὶ σῶμα ὑγιεινὸν καὶ αἴσθησις μὴ πεπηρωμένη. πάντα δὲ τὰ κατὰ φύσιν ληπτά ἐστι, φασί, τὰ δὲ παρὰ φύσιν ἄληπτα, καὶ τῶν κατὰ φύσιν δι’ ἑαυτὰ εἶναι ληπτά, ὅσα ὁρμῆς ἐστι κινητικὰ καταστρεπτικῶς ἐπ’ αὐτὰ ἢ ἐπὶ τὸ ἀντέχεσθαι αὐτῶν, οἷον ὑγίεια, εὐαισθησία, ἀπονία, κάλλος σώματος, τὰ δὲ δι’ ἕτερα, ὅσα ὁρμῆς ἐστι κινητικά, ἀνεκτικῶς ἐφ’ ἕτερα καὶ μὴ καταστρεπτικῶς, οἷον πλοῦτος καὶ δόξα καὶ τὰ ὅμοια· οὐδὲν γὰρ τούτων δι’ ἑαυτὸ αἱρετόν ἐστιν, ἀλλ’ ὁ μὲν πλοῦτος διὰ τρυφὴν ἢ εὐεργεσίαν τοῦ πέλας, ἡ δὲ δόξα δι’ ἀλαζονείαν, ἡ δὲ ὑγίεια καὶ εὐαισθησία δι’ ἑαυτὰ αἱρετά. ~ Vφ

τὸ* δεῖνα] ὡς καὶ ἐν τῇ συνηθείᾳ εἰώθαμεν λέγειν ἀορίστως τὸ τοιοῦτο, οὕτως καὶ νῦν οὗτος τὸ δεῖνα εἶπεν ἴσως διὰ τὴν εὐτέλειαν σιγήσας καὶ ἀορίστως προενέγκας καὶ

ὅτι τοῦτο δείκνυσιν· δεῆσαν γὰρ καὶ ὡρισμένως εἰπεῖν οὐδὲ οὕτως τὸ τριώβολον εἶπεν ἀλλὰ τὸ δικαστικόν· ᾐσχύνθη γὰρ διὰ τὸ εὐτελὲς τὸ τριώβολον. ~VφΩ

Ἀργυραμοιβική*] τοῦ Διογένους ταῦτα λέγοντος ἡ Ἀργυραμοιβικὴ 5 φοβηθεῖσα πέφευγεν. ~ ΓVΩ