Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

εὖ λέγεις κτλ.] ὡραῖον. ~ Γ

μία*] τῶν ἐναντίων ἤτοι τῶν ἀντικειμένων τὴν αὐτὴν ἐπιστήμην φασίν· ὁ γὰρ τὸ δεξιὸν ὡς δεξιὸν ἐπιστάμενος πολὺ πρότερον ἐπίσταται τὸ ἀριστερὸν καὶ ὁ τὸ νοσερὸν ὡς νοσερὸν εἰδὼς οἶδε ⸤ καὶ τὸ ὑγιεινόν⸥· ὡσαύτως ἐπὶ γενέσεως ⸤καὶ φθορᾶς⸥, μειώσεως καὶ αὐξήσεως ⸤ καὶ τῶν παραπλη⸥σίων, ἃ ὑπὸ τὰ ἀντικε⸤ίμενα τελεῖ⸥. τοῦτ’ οὖν φησι πρὸς τὸν Παρρ⸤ησιάδην⸥ νῦν διατεινόμενον ἀπο⸤ μαθεῖν⸥ τἀναντία τῷ μισεῖν ⸤καὶ τὴν κα⸥τ’ αὐτὰ τέχνην, ὡς οὐκ ἔστι το⸤ ῦτο⸥, ἐπεὶ τῶν ἀντικειμένων ἡ αὐ⸤ τὴ γνῶσις⸥. ~ ⸤B⸥φUΩ

ἐν τοσούτῳ*] ἀντὶ τοῦ ἐν τῷ μεταξὺ χρόνῳ. ~ Bφ

μέλαιναι*] ἐψηφοφόρουν ἐν τοῖς δικαστηρ⸤ίοις⸥ οἱ δικά

ζοντες ψήφοις ταῖς ἀπὸ τῶν κυάμ⸤ ων⸥ τὴν ἑαυτῶν γνώμην ἐκφαίνοντες τοῖς δ⸤ ικα⸥ζομένοις. τῷ μὲν οὖν νικῶντι λευκοὺς ἀπεδείκνυσαν τοὺς κυάμους, τοῖς δὲ ἥττῃ⸤ θεῖσι⸥ μέλανας· ᾧτινι δὲ τῶν δικαζομ⸤ ένων κατὰ⸥ τὸ πλέον αἱ τῶν ψήφων ἀντίχρωμοι ⸤ἀπε⸥φαίνοντο, τούτῳ κατὰ τὸ κεκρατη⸤κὸς ἔθος⸥ καὶ τὸ νικᾶν ἢ ἡττᾶσθαι ἐπεβρα⸤βεύ⸥ετο. καὶ τὸ μὲν τῶν κυάμων. ~ ⸤B⸥CUΩ. Addunt CUΩ: τοιοῦτον τῷ χρώματι μετὰ ποσοῦ τὴν τῶν δικαζόντων ῥοπὴν ὑποδεικνύντων. ἦσαν δὲ καὶ ἕτεραι ψῆφοι δικαστικαὶ λίθινοι δύο, ὧν ἡ μὲν πλήρης ἡ δὲ διατετρημένη, ἀμφότεραι ἐπὶ τοῦ ἐν τῇ τραπέζῃ τῇ δικαστικῇ καδίσκου ἀποκείμεναι, αἳ πρὸς τὴν ἀπόφασιν τῶν δικαζόντων ἐπεδίδοντο τοῖς κρινομένοις, οὐ τῷ ποσῷ τὴν γνώμην τούτων ἐκφαίνουσαι, ἀλλὰ τῷ ὁλοκλήρῳ καὶ μὴ ἐπιμαρτυροῦσαι τὴν τῶν κρινομένων ἤτοι σωτηρίαν ἢ καταδίκην· τῷ μὲν γὰρ νικῶντι ἡ πλήρης, τῷ δὲ ἁλόντι ἡ τετρυπημένη ἐδίδοτο, ὡς δῆλον Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου [79] πεποίηκε δριμέως ἄγαν τῇ τετρυπημένῃ τὴν τοῦ Τιμάρχου ἀσέλγειαν παραστήσας. ~

ἂν γένοιτο πρὸς τὴν δίκην κτλ.] ὡραῖον. ~Γ

προηγορίαν] τὸ πρότερον εἰπεῖν ἢ [τὸ] ἀγορεῦσαι. ~ BφΚ

ξυμφόρει ἐς τὸ αὐτὸ κτλ.] μάταιε, τί διασιλλαίνεις τοῖς σκώμμασι τὰ τοῦ Πλάτωνος παρὰ πᾶσιν ἀνθρώποις θαυμαστήν τινα καὶ ἀνάλωτον τὴν δόξαν ἀπενεγκάμενα; ~ B

εἰ γάρ τι καὶ πρὸς ἀλλήλους κτλ.] τοῦτό φησιν, ἐπειδὴ Κυνικὸς ἦν Διογένης καὶ τῷ τῆς ζωῆς παραλλάττοντι διάφορος τῇ τε Στοᾷ καὶ τῇ Ἀκαδημίᾳ. ~ B

τοῦτο ὑπερμάχει: ἀντὶ τοῦ κατασκεύαζε· ἐπεὶ κυρίως τὸ ὑπερμαχεῖν γενικῇ συντάσσεται. τὸ γὰρ πρό τινός τι ποιεῖν

αὐτοῦ χάριν καὶ ὑπὲρ αὐτοῦ γενικῇ συντάσσεται, οἷον ὑπερασπίζω σου, προῖσταμαί σου, προπολεμῶ σου, οὕτως οὖν καὶ ὑπερμαχῶ σου. ~ BCΦΩ

ξύλῳ*] ⸤εἰς τὰς τῶν φιλοσόφων βακτηρίας ἐπισκώπτει· διαπαίζει γὰρ αὐτοὺς⸥ ὡς τοῖς σχήμασι μόνοις φιλοσοφοῦντας. ~⸤ B⸥ Φ Ω. Addit B: ὃ καὶ νῦν εἰκότ⸤ως⸥ ἄν τις χ⸤ αριεν⸥τίσαιτο ἐπὶ τῶν τοῖς σχήμασι τοὺς μοναχοὺς ἐπιδεικνυμέν ων. ~

ἐν Διονύσου*] Διονυσίοις γὰρ μόνοις ἐφεῖτο τὸ θέατρον ποιηταῖς κωμῳδοῖς. ταῦτα δὲ δὶς τοῦ ἔτους ἐπετελεῖτο, ἔαρος καὶ φθινοπώρου, ἔαρος τὰ μικρὰ Διονύσια, φθινοπώρου δὲ τὰ μεγάλα. ~ BCVΦΩ

Μένιππον*] ὁ Μένιππος οὗτος Κυνικὸς ἦν φιλόσοφος κατὰ τὸν Σεβαστὸν [M. Antonini Comment. 6, 47] φύσει κεχρημένος γενναίᾳ καὶ ἐλεγκτικῇ τε καὶ ἀποτόμῳ καλῶς τε τὸν Κύνα καὶ ἐμφιλοσόφως μετιών, ὡς καὶ παρὰ πᾶσι τὸ εὐδόκιμον ἀποφέρεσθαι. ~ B CV ΦΩ

λέγε ἤδη ἐν τῷ μέρει* κτλ.] ἀντὶ τοῦ τὸ σὸν μέρος· ῥεῖ γὰρ ἤδη τὸ κατὰ σὲ ὕδωρ ἀπὸ τοῦ δικαστικοῦ ἀμφορέως. ἰστέον γάρ, ὡς τοὺς πολλοὺς ἐπισχεῖν βουλόμενοι τῆς ἀπεράντου φλυαρίας οἱ δικασταὶ τῶν ῥητόρων ὑδρίας ὕδατος πληροῦντες διά τινος διατρήματος παρεῖχον τῷ ὕδατι ἔκροιαν κελεύοντες τὸν ῥήτορα λέγειν ἐν ἀρχῇ τῆς ἀφέσεως τοῦ κρουνίσκου· ἅτε οὖν πρὸς μέτρον τοῦ ὕδατος τὸν λόγον ποιούμενοι συνέτεμνον τὸν λόγον. ~ B C VφΩ

τῶν καθ’ ἡμᾶς κτλ.] τὶ ταῦτα τοῖς καθ’ ἡμᾶς ἔοικε μοναχοῖς. ~ B

τούτου* τὸν ἐπώνυμον] Διογένους τοῦ Κυνικοῦ. ~ V

ἐπὶ μισθῷ διδάσκουσι κτλ.] ὡραῖον. ~ ΓV

μέσους αὐτοὺς κτλ.] ὡραῖον. ~ ΓV

πυρριχίζειν] εἶδος ὁρχήσεως ἡ πυρρίχη σύντονον. ~ BVφUΩ

Ἡρακλῆς* — καὶ πίθηκος] παροιμία ἐπὶ τῶν πάντῃ παρηλλαγμένων καὶ ἀσυμβάτων πραγμάτων, καθότι ⸤ἥρως⸥ μὲν Ἡρακλῆς καὶ αὐτόχρημα ἀνδρεῖος, ⸤οἱ⸥ πίθηκοι δὲ οὔτε ἀνδρείαν ἔχοντες καὶ ⸤κατα⸥γέλαστοι καὶ εὐφώρατοι ἀνδρείαν ⸤ὑ⸥ποκρίνεσθαι εἰσαγόμενοι. ~ ⸤B⸥CVφΩ

Ἰλιέων] τὸ Ίλιον πόλις ἐστὶ Φρυγίας, τῆς Ὁμήρου τὸ κεφάλαιον 10 δραματουργίας. ~ BΚ τραγῳδὸν κτλ.] ὡραῖον. ~ ΓV

καὶ αὐτός] ἐκ Διογένους ὁ λόγος. ~ B

Τάλω*] ὁ μὲν Τάλως ἥρως παλαιὸς ἐν τῇ Ἀκροπόλει τεθαμμένος, τὸ δὲ Ἀνάκειον τῶν Διοσκούρων τὸ ἱερόν· Ἄνακες γὰρ οἱ Διόσκουροι λέγονται. ~ VBφΩ

αὐτοπυριτῶν*] αὐτοπυρίτης ἄρτος ὁ λιτὸς καὶ σχεδίως ὠπτημένος ἢ πρὸς ἥλιον ἢ πρὸς τῇ σποδιᾷ, ὃν καὶ ἐγκρυφίαν φασίν. ~ BCVφΩ

τὸ μὲν χρυσίον ὡς φιλάργυροι ἔχοντες ἀνευρίσκονται, τὸ μύρον ὡς τρυφᾶν εἰωθότες, τὸ κάτοπτρον ὡς εὐθετίζοιεν τὸ πρόσωπον ἐπὶ τὸ σεμνότερον καὶ τὴν ὑπήνην, οἱ κύβοι δὲ δεῖγμα σχολῆς ἀκαίρου καὶ ἀκολάστου διαίτης. ~ BVφΩ

ἰσχάδας μοι δὸς ἀνύσασα: περιττὸν τὸ ἀνύσασα, Ἀττικὸν μέντοι· αὐτοὶ γὰρ καὶ παίζεις ἔχων φασὶ καὶ ἑκὼν εἶναι καὶ ἄλλα τούτοις παραπλήσια. ~ CBVΩ

ἐκ τῶν βραγχίων ἀπηρτημένος] σημείωσαι, πῶς ἐχρήσατο τῷ ἀπηρτημένος, ὁμοίως καὶ τῷ μὰ Δί’. ~ B

ἀλλ’* ἢν ἰδού] ἠθικὸν ἐπίφθεγμα τοῦτο καὶ ἀφελές· καὶ ἔστι δεικτικὸν ἠνί τὸ ὁλόκληρον· ἐκτέθλιπται γάρ. ~ BCVΦΩ

ἄγραν*] ⸤πρ⸥οσυπακουστέον τὸ πάρεχε. ⸤ἔστι δὲ καὶ⸥ τοῦτο ἠθικόν, ὥσπερ καὶ τὸ ἀλλ’ ὅ⸤πως⸥ μὴ πλήξῃς· προσυπακούε⸤ται γὰρ⸥ τὸ σκόπει. ~ ⸤Β⸥VΦΩ

φέρ’ ἴδω κτλ.] εὐφυῶς μάλα καὶ τόδε διεκωμῴδησε τῶν βουλομένων μὲν τὴν Χρυσίππου αἵρεσιν μετιέναι τοῦ παντὸς μάλιστα ταῖς διαλεκτικαῖς ἐρεσχηλίαις λαλιστάτου, οὐκ ἐχόντων δὲ ὅτι καὶ εἴποιεν τῶν αὐτοῖς περιεχομένων. ~ B

καυτηρίων δεησόμεθα] κεκαυτηριασμένος κυρίως ὁ μὴ ἔχων ὑγιῆ τὴν συνείδησιν. ~ ΩM