Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἀφηνιάσαντες*] τὸν χαλινὸν ἀπορρίψαντες. ~ ΓVφUΩ

βλακεύωσιν*] ἀντὶ τοῦ μετὰ ἀργίας διαμέλλοντες τῶν ἔργων ἅπτωνται· τὸ γὰρ βλακεύειν ἐπὶ τῶν μετὰ θρύψεώς τι ἐπιτελούντων λέγεται. ~ VφUΩ

Νεμέᾳ*] Νεμέα ἐστὶ τόπος ἐν τῇ Κορίνθῳ παρὰ τὸν Τρητὸν λεγόμενον, οὗ Ἡρακλῆς τὸν λέοντα φονεύσας τὰ Νέμεα ἐπιτελεῖσθαι κατήρξατο. ἐν ταύτῃ τῇ Νεμέᾳ πρὸ τοῦ Ἡρακλῆ τὸν λέοντα κατεργάσασθαι οἱ βουκόλοι ἀγρυπνότατοι καὶ φιλοπράγμονες ἦσαν φόβῳ τοῦ μή τι παθεῖν ὑπὸ τοῦ λέοντος τὰ βουκόλια. ~ VCΦUΩ

μερμηρίζω*] μεριμνῶ. ~ Γ

ἑώλους* δίκας] ἕωλός ἐστιν ὁ χθεσινὸς ἄρτος ὁ μὴ

δαπανώμενος τῇ πρώτῃ ἡμέρᾳ. ἑώλους οὖν δίκας λέγει τὰς φυλαττομένας. ~ ΓVΦ

εὐρῶτος*] σήψεως. ~ ΓV

καὶ μάλιστα ὁπόσαι ταῖς ἐπιστήμαις* κτλ.] καὶ μάλιστα ὅσαι εἰσὶ παρὰ τῶν τεχνῶν, οἷον ὅτι γραμματικὴ κρείττων ἰατρικῆς ἢ ῥητορικὴ γραμματικῆς. ~ ΓVUΩ

ὑπερημέρους*] παραβαινούσας τὴν προθεσμίαν, τουτέστι διασυρούσας. ~ ΓVΦUΩ

ἐφέντι*] ἔκκλητον δεδωκότι. ~ ΓVUΩ

ἐξ ὑπαρχῆς*] ἄνωθεν. ~ ΓVUΩ

σεμνὰς θεάς: τὰς Ἐρινύας· τούτων γὰρ τὸ ἱερὸν πλησίον τοῦ Ἀρείου πάγου. ~ ΓVφUΩ

ὁ τοῦ Σωφρονίσκου*] τὸν Σωκράτην λέγει. ~ VΩ

ἀλεκτρυόνα*] ὁ γὰρ Πλάτων ἐν τῷ Φαίδωνι [118 Α] τὸν θάνατον Σωκράτους διηγούμενος εἰσάγει αὐτὸν ἐν τῷ μέλλειν τελευτᾶν ἐπιτρέποντα τυθῆναι τῷ Ἀσκληπιῷ τὸν ἀλεκτρυόνα, ὅν συνετάξατο. ~ ΓVΦU

μεστοὶ δὲ οἱ περίπατοι κτλ.] ὡραῖον. ~ Γ

δεδίττονται*] ταράττουσιν. ~ ΓV

προσποιεῖσθαι*] ἰδιοποιεῖσθαι. ~ ΓVΩ

προεπεξενῶσθαι*] ἀπὸ πολλοῦ ξενοδοχηθῆναι. ~ ΓVΩ

ὅτι τὸ ἐκλελῆσθαι αἰτιατικῇ συντάττεται. ~ CVφΩ

δευσοποιόν*] τὸ ἀνέκπλυτον βάμμα. ~ ΓVΦΩ

πνύκα*] τὴν ἐκκλησίαν τῶν Ἀθηναίων. ~ ΓVΦΩ. Addunt VΦΩ: παρὰ τὸ πεπυκνῶσθαι. πάγος δὲ ὁ ὑψηλὸς τόπος, παρὰ τὸ πεπηγέναι καὶ συνεστάναι πρὸς ὕψος. ~

τὸν Πᾶνα τῶν* Διονύσου θεραπόντων κτλ.] ἁρμοδίως ὡς ἴδιον υἱὸν ἐπαινεῖ αὐτόν. ~ VΩ

Παρθένιον*] ὄρος τῆς Ἀρκαδίας. ~ ΓVφΩ

Δάτιδος*] Δαρεῖος ὁ Περσῶν βασιλεὺς κατὰ τῆς Ἑλλάδος

στρατεύων οὐ δι’ ἑαυτοῦ ἦλθεν ἀλλ’ ἔπεμψε Δᾶτιν στρατηγόν, ὃς ἐλθὼν εἰς Μαραθῶνα ἡττήθη παρὰ τῶν Ἀθηναίων. ~ ΓVΦΩ

σπήλυγγα*] σπήλαιον. ~ ΓVΩ

Πελασγικοῦ*] τόπος Ἀθήνησιν ἀπὸ Πελασγῶν ἐν αὐτῷ οἰκησάντων. γράφεται δὲ καὶ διὰ τοῦ ρ̄. ~ ΓVΩ

κυδοιμὸν* κτλ.] πόλεμον. λέγουσι γάρ, ὅτι Πὰν συμμαχήσας τοῖς Ἀθηναίοις ἐν Μαραθῶνι πολλοὺς τῶν βαρβάρων ἐφόνευσεν. ~ ΓVΦΩ

ὄρειος*] ἐν ὄρεσι διαιτώμενος. ~ ΓVΦ

ἀστικά*] πολιτικά. ~ ΓV

πρὸς τὸ ὄρθιον*] ἀντὶ τοῦ ἐπὶ τὸ μεῖζον καὶ ὀξὺ τῆς φωνῆς. ἐς τὸ ἀκριβέστατον δὲ ἔγραψε τὸ τῶν φιλοσόφων ἐν ταῖς διαλογικαῖς συνουσίαις σύμπτωμα. ~ VΦΩ

τεθήπασιν*] θαυμάζουσιν. ~ ΓVΩ