Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἀδακρυτὶ κτλ.] σημείωσαι. ~ Γ

Θετταλός] τὸν Πρωτεσίλαον λέγει. ~ BΔ

— ] ὁ Πρωτεσίλαος δρᾶμα γέγραπται Εὐριπίδῃ. λέγεται δέ, ὅτι γαμήσας καὶ μίαν ἡμέραν μόνην συγγενόμενος τῇ γυναικὶ αὑτοῦ ἠναγκάσθη μετὰ τῶν Ἑλλήνων εἰς τὴν Τροίαν ἐλθεῖν καὶ πρῶτος αὐτῇ ἐπιβὰς ἐτελεύτησε. καὶ

φασίν, ὅτι τοὺς κάτω δαίμονας ᾐτήσατο καὶ ἀφείθη μίαν ἡμέραν καὶ συνεγένετο τῇ γυναικὶ αὑτοῦ. ~ UΩ

ὡς* ἂν εἰδὼς ἅπαντα] ὡς ἐπιστάμενος σὺ ὁ Ἑρμῆς ἅπαντα. ~ Δ

οὐ σχολή μοι κτλ.] μετέωρος ὁ λόγος τῇ μιμήσει τῶν ἀληθινῶν διαλόγων. ~ BΔ

πρόσκωπον* εἶναι] ἀντὶ τοῦ ἐρέττειν ἤτοι ἐπὶ τῇ κώπῃ εἶναι. ~ BVNΔ

ὤμους* οὕτω καρτεροὺς ἔχων] ὡς παλαιστὴν αὐτὸν διαπαίζει. ~ BNΔ

ἀκόνδυλον*] κόνδυλος ὁ ἐν τῇ συνηθείᾳ γρόνθος. ~ VBCΩΔ

ὑψηλὸν ἀρθῇ κτλ.] ὡραῖον. ~ Γ

Ἀλωέως υἱέας δύο* κτλ.] Ὦτον καὶ Ἐφιάλτην. ~ VNΩΔ Addunt NΔ: εἴρηται περὶ τούτων ἐν τοῖς κατόπιν [p.106,30] μετὰ θαυμαστῆς οἵας τῆς θεωρίας, τί τὸ τοῦ μύθου αἰνίττεται, ὅτι διὰ τῆς τῶν ὀρέων σκιᾶς θηρῶντες οὗτοι τὰς ἀποστάσεις τε καὶ τὰ ὕψη τῶν τόπων ὥσπερ θέμις τοῖς ὀπτικοῖς τοῦτο ὑπελήφθησαν παρὰ τῶν ἄλλων ἀνθρώπων, φημὶ δὲ τὸ τὰ ὄρη ἐπάλληλα ἐποικοδομεῖν. ~

ἕξειν οἰομένους κτλ.] ὡραῖον. ~ ΓV

ὁ δὲ γεννάδας Ὅμηρος κτλ.] σκόπει τὸν βωμολόχον, ὅπως εὐθίκτως διαγελᾷ τὰ τῶν Ἑλλήνων σεμνότατα. ~ BΝΔ

ποιηταί*] ⸢οὕτως ὄ⸣ναιο, γόης καὶ ⸢πλα⸣στογράφε. ~ ⸢V⸣ΒNUΩΔ. Addit U: εἰ μὴ ιἤδεις αὐτοὺς ψευδομένους, οὐκ ἂν κατεγέλασας αὐτούς. ~

ξυντριβέντες τῶν κρανίων: Ἀττικὴ ἡ σύνταξις, τὸ δὲ κοινὸν συντριβέντες τὰ κρανία· τὰ γὰρ πρὸς πεῖσιν ἢ δρᾶσιν αἰτιατικῇ συντάσσονται, ἔπαθον τὴν ψυχήν, συνέτριψα

τὴν λήκυθον. οὕτως οὖν καὶ τοῦτο πρὸς αἰτιατικὴν ἔδει ἀποδοθῆναι. ἀλλ’ ἐπειδὴ φιλοῦσιν Ἀθηναῖοι τὸ ἐπὶ μέρους λέγειν, ὡς τὸ ἔφαγον τοῦ ἄρτου, ἔπιον τοῦ οἴνου, οὕτως κἀνταῦθά φησι συντριβέντες τῶν κρανίων. ~ BCΩΔ

ἀχλὺν κτλ.] ὡραῖον. ~ Γ

— ] σημείωσαι. ~ Δ

εἰπὲ γάρ μοι κτλ.] σημείωσαι. ~ Δ

Μίλων*] Μίλωνος τούτου φέρεται καὶ ἄλλα ⸤τῆς⸥ κατὰ σῶμα ἀλκῆς θαύματα. φασὶ γὰρ αὐτὸν Πυθαγόρειον ὄντα καθῆσθαι μετὰ τῶν ὁμιλητῶν ἐν οἰκίᾳ, ἧς ὑποσάθρου τινὸς τῶν στύλων ὄντος ὑποβάντα τὸ πεπονηκὸς τῆς οἰκίας τὸν στῦλον πρότερον παρωσάμενον ἐκείνους τε σῶσαι καὶ ἑαυτὸν ἀκέραιον ὑπεξαγαγεῖν. ἔτι δὲ καὶ τοῦ⸤το⸥ ὅ δὴ καὶ τοῦ ζῆν αὐτὸν ἀπήλλαξεν, ὡς βαδίζοι ποτὲ παρ’ ὕλην τινὰ οὗτος καὶ παραβαίη μὲν τὴν ὁδὸν ἐπὶ πολύ, περιτύχοι δὲ κορμῷ μεγάλῳ κατεσφηνωμένῳ, ὅν βιαζομένου πρὸς τὴν διάστασιν τοὺς σφῆνας μὲν καταπεσεῖν, αὐτὸν δὲ περισχεθέντα τῇ συμπτώσει τῶν μερῶν ἀφύκτῳ πάγῃ θηρίων ὑπάρξαι θοίνην. ~ Γ⸤Β⸥CΩΔ

σοὶ τὸν Μίλωνα κτλ.] ὡραῖον. ~ Γ

ἀμαχωτάτου*] ἀναλωτοτάτου. ~ Γ

τὴν τὸ τριπλοῦν τεῖχος] προσυπακουστέον τὸ ἔχουσαν. ~ Ω

ἕρμαιον: τὸ εὕρημα προπαροξυτόνως, τὸ δὲ Ἑρμοῦ κτητικὸν προπερισπᾶται. ~ ΔM

εὖ γε παρῴδεις*] καλῶς γε ἄλλην ᾖσας ᾠδήν. ~ Δ

πανευδαίμονα*] εὐτυχία εὐδαιμονίας διαφέρει· ἡ μὲν γὰρ εὐτυχία ἐπὶ ἑνὸς ἀγαθοῦ λαμβάνεται, ἡ δὲ εὐδαιμονία ἐπὶ πάντων τῶν ἀγαθῶν ἤγουν ἀρετῶν ἢ χρημάτων. ~ ΔΜ

καὶ τὰ μὲν κτλ.] σημείωσαι. ~ Δ

φέρουσι τὸ ὑποδεέστερον κτλ.] ὡραῖον. ~ Γ

καὶ κληρονομῆσαί γε — αἰωρούμενος] ὡραῖον πάνυ. ~ Δ

ὅτι θνητοί τέ εἰσι κτλ.] ὡραῖον. ~ Γ

ἔζων τε ἂν σωφρονέστερον κτλ.] σημείωσαι. ~ Δ

ἢ τί γὰρ — c. τῶν ματαίων πόνων] ὡραῖον ὅλον πάνυ τὸ χωρίον. ~ Δ

εἰ δ’ εὐθὺς ἐξ ἀρχῆς ἐνενόουν ὅτι θνητοί τέ εἰσιν ... ἢ τί * γὰρ οὐκ ἂν ποιήσειεν ἐκεῖνος ὁ τὴν οἰκίαν σπουδῇ οἰκοδομούμενος κτλ.] ἀμφότερα ταῦτα εἴδομεν ἐφ ’ ἡμῶν τέλος ἐσχηκότα· καὶ γὰρ Στυλιανὸς ὁ Ζαούτζης οἴκημα πρὸς τὸ παλάτιον κατασκευάσας φιλοτίμως τοσοῦτον ἀπέλαυσεν αὐτοῦ, ὥστε τὸν ἐγκαινισμὸν τοῦ οἴκου ἀρχὴν αὐτῷ τοῦ θανάτου καὶ τέλος ὑπάρξαι τοῦ βίου, Λέων τε ὁ Βασιλείου τὴν τοῦ υἱοῦ γένεσιν λαμπρῶς ἑστιάσας αὐτὸς μὲν οἴχεται, μετέωροι δ’ αἱ ἐπὶ τῷ υἱῷ ἀποβάσεις. ~ BΔ

ὑφ’ ὧν ἐπιόντων ἀγγέλων] ἀντὶ τοῦ ὑπὸ τῶν ἐπιόντων. ~ ΔΜΩ

πομφόλυγας ἐν ὕδατι] ἄγαν εὐφυὲς τὸ παράδειγμα. ~ BΔ

ἀεὶ τὸν θάνατον — c. τί οὖν ἐκεῖνοι] ὡραῖον τὸ χωρίον. ~ Δ

καὶ οἷα τὰ παρ’ ἡμῖν κτλ.] σημείωσαι. ~ Δ