Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Κορύβαντες*] οὐ μάτην τοὺς Κορύβαντας ἐπὶ τῇ ἐκπλήξει ἐμβοᾶται, ἀλλ’ ὡς ἐπὶ παραδόξῳ καὶ μανιώδει δῆθεν τῷ συγκυρήματι. ~ VΩΔ

— ] διὰ τὸ παράδοξον καὶ τεράστιον τοῦ θησαυροῦ τοὺς Κορύβαντας ἐπικαλεῖται. ~ Γ2M

ἄνθρακας εὕρω ἀνεγρόμενος*] κατὰ τὸ ὑπὸ τῶν πολλῶν τερατευόμενον. ~ ΓVMΔ

ἐπίσημον] ἀντὶ τοῦ κεχαραγμένον. ~ Δ

Ἐλέου* βωμός] ἵδρυτο γὰρ παρ’ Ἀθηναίοις Ἐλέου βωμὸς ἐπὶ συμπάθειαν καὶ φιλανθρωπίαν αὐτοὺς καλῶν. ~ VΓ2CΜΩΔ

Πανί*] ἐπὶ ταῖς ἐσχατιαῖς γὰρ καὶ τοῖς ἐρημοτέροις τῶν χωρίων εἰώθεσαν Ἕλληνες τὸν Πᾶνα ἱδρύεσθαι. ~ VCΩΔ

ἀποφράς*] ἦσαν παρ’ Ἕλλησιν ἡμέραι ἀπραξίαν εἰσηγούμεναι παντὸς καὶ ἀργίαν, ἃς ἀποφράδας ἐκάλουν. ἐν ταύταις οὐδὲ προσεῖπεν ἄν τίς τινα οὐδὲ καθάπαξ φίλος ἐπεμίγνυτο φίλῳ· ἀλλὰ καὶ τὰ ἱερὰ ἀχρημάτιστα ἦν αὐτοῖς. ἐτελεῖτο δὲ ταῦτα κατὰ τὸν Φεβρουάριον μῆνα, ὅτε καὶ τοῖς καταχθονίοις ἐνήγιζον. καὶ πᾶς οὗτος ὁ μὴν ἀνεῖτο τοῖς κατοιχομένοις μετὰ στυγνότητος πάντων προϊόντων ἕτερον τρόπον, ὃν καὶ τὰ Διάσια στυγνάζοντες ἦγον Ἀθηναῖοι. ἐντεῦθεν καὶ πάντα τινὰ τῶν ἀπαισίων ἀποφράδα ἐκάλουν, οἱονεὶ ὃν μηδὲ φράσαι μηδὲ προσειπεῖν ἄξιον νομίσαι δι’ ὑπερβάλλουσαν κακίαν. ~ VΓ2MΔ. Addit Γ2: ἐν τῷ κατὰ Τιμάρχου λόγῳ οὗτος αὐτὸς ὁ Λουκιανὸς τί ἐστιν ἀποφρὰς πάνυ σαφῶς δηλοῖ [Pseudol. s. De apophr. c. 1 sq.]. ~

ἢ τό* γε κτλ.] ἀντὶ τοῦ ἢ τοῦτο μόνον παρανομήσωμεν, ἢ ἀντὶ τοῦ βραχὺ ἢ ὀλίγον παρανομήσωμεν. ~ ΓVMΩΔ

ἴσχαιμον*] ἐπέχον τὸ αἷμα. ~ VMΔ

ἀναφαλαντίας] ἤγουν ὁ φαλακρός. ~ M

καὶ ὅπως κτλ.] προσυπακουστέον τὸ μέμνησο Ἀττικῇ συνηθείᾳ. ~ VΜΩ

καίτοι σύ γε κτλ.] ὡραῖον. ~ V κατέαγα κτλ.] ὡραῖον. ~ Γ

— ] Ἀττικὴ ἡ σύνταξις τὸ κατέαγα τοῦ κρανίου, ὡς Ἰουστῖνός φησιν. ~ Γ2M

— ] καὶ τοῦτο Ἀττικόν· αὐτοὶ γὰρ ἀεὶ ἐπὶ μέρους εἰώθασι λέγειν, ἔφαγον τοῦ ἄρτου, ἔπιον τοῦ οἴνου, οὕτως οὖν καὶ κατέαγα τοῦ κρανίου. ~ CVΜΩΔ

γινόμενον*] ὀφειλόμενον. ~ S

τὸ μέγα ὄφελος κτλ.] ὡραῖον. ~ Γ

μιᾶς ἡμέρας κτλ.] σημείωσαι. ~ Γ

ἐθεώρησα*] ἀντὶ τοῦ θεωρὸς ἐγενόμην. ~ S

Ἡλιαίᾳ*] δικαστήριον Ἀθήνησιν ἡ Ἡλιαία εἰς ὕπαιθρον προκαθημένων τῶν δικαστῶν, παρ’ ὃ καὶ Ἡλιαία ἐκαλεῖτο, παρὰ τὸ ἡλιοῦσθαι τοὺς ἐκεῖ ἀθροιζομένους. ~ VΓ2CMΩΔ

χρυσοῦν ἀναστῆσαι*] ἀνέστησε τὸν ἅγιον ἀντὶ τοῦ ἐζωγράφησε. ~ S

κεραυνὸν — ἔχοντα κτλ. ] κεραυνὸν μὲν ὡς ἴσον δῆθεν τῷ Διί, ἀκτῖνας δὲ ὡς τῷ Ἀπόλλωνι. ~ VΩΔ

πλουτεῖς τὸν ὀπισθόδομον* διορύξας] ὡς ἱερόσυλον διαβάλλων ταῦτά φησιν· ὁ γὰρ ὀπισθόδομος ἱερόν. ~ VΓ2MΩΔ. Addunt VMΩΔ : τὸ ὄπισθεν δὲ τοῦ ἀδύτου οὕτως ἐλέγετο. ~

— ] ὅτι ὁ ὀπισθόδομος ἱερόν. τὸ ὄπισθεν τοῦ ἀδύτου οὕτως ἔλεγον, ἐν ᾧ καὶ τὰ δημόσια ἀπέκειτο χρήματα. ~ C

τὸ σχῆμα κτλ.] ὡραῖον. ~ Γ

Σωφρονίσκος*] οἷον τοῦτο πέπαιχεν ἀπὸ τοῦ Σωφρονίσκου παρῳδήσας. ~ VΩΔ

ἰκτῖνος] ζῷον ἁρπακτικόν. ~ M

καρύκης*] βρῶμα Λύδιον ἐξ αἵματος ἡ καρύκη. ~ ΓVΜΩΔ

μυττωτοῦ*] μυττωτὸς τρίμμα ἐξ ἀρτυμάτων πολλῶν συντεθειμένον. ἐκάλουν δὲ καί τι ὑπότριμμα διὰ σκορόδων, ὡς Ἀριστοφάνης ἐν Εἰρήνῃ [273]. ἔοικε δὲ νῦν μυττωτὸν τὸν ἀπὸ τῶν κρεῶν ἐν τῷ ζωμῷ γλοιὸν καλεῖν, ὃς τοῦ ζωμοῦ ἐκλελοιπότος τῷ τρυβλίῳ περικάθηται. ~ ΓCVΜΩΔ

ἡ γοητεία* προηγεῖται] οὐδὲ Ζεῦξις ἢ καὶ Παρράσιος οὕτως ἡμῖν διὰ φαρμάκων φιλόσοφον γοητείαν καὶ τερατείαν γράψας διετυπώσατο, ὡς οὗτος ἀπαραλλάκτως διὰ τοῦ προκειμένου Θρασυκλέους θρασύτητά τε καὶ μιαρίαν ἠθῶν ψευδοσόφων ἀνδρῶν ὡς ἐπὶ πίνακος ἐναργῶς τῷ λόγῳ ἀπηκριβώσατο. ~ VΔ

σοῦ δὲ αὐτοῦ κτλ.] σημείωσαι. —

μνᾶν] ἡ μνᾶ λίτραι δύο πρὸς τῷ ἡμίσει. ~ MΔ

ξυμφορήσας*] συνάξας. ~ S subscriptio: Διώρθωσα ἐγὼ Ἀλέξανδρος μετὰ τοῦ οὗ μέμνημαι συνιερέως καὶ συνεπισκόπου ἀδελφοῦ. ~ Γ2