Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἀποκαλύψαι κτλ.] ὡραῖον. ~ ΓV

τὸν ἐπὶ σκηνῆς* ἑκάστου βίον] τὴν ἑκάστου κατοικίαν λέγει, εἰ μὴ δριμέως καὶ τοῦτο λέγει δραματουργῶν ὡς ἐπὶ σκηνῆς ἑκάστου τῶν ἀνθρώπων διαβιοῦντος, ἅτε ἄλλου μὲν ὄντος, ἄλλου δὲ ἀξιοῦντος δοκεῖν. ~ ΔVφΩ

ἵνα*] τοπικὸν τοῦτο, ἀντὶ τοῦ ὅπου. ~ VφΩΔ

φυσικοὺς ἐκεῖνος κτλ.] ὡραῖον. ~ Γ

ὁ δὲ Ζεὺς κτλ.] ὡραῖον. ~ ΓV

τιτανῶδες*] καταπληκτικὸν καὶ φοβερόν, ἀπὸ τῶν Τιτάνων· Τιτᾶνες δὲ οἱ παλαιοὶ θεοί. ~ ΓVφΩΔ

ἐμβεβροντημένος*] ἐξηχωθείς. ~ ΓφΔ

ἀπαγορεύσαιμι*] ἀτονήσαιμι. ~ ΓVΔ

διασπώμενος ὑπὸ τῶν λόγων] ὑπὸ διαφόρων δοξῶν ἀνθελκόμενος. ~ ΓVφΩΔ

ὑπανείς: ὑποχαλάσας. ~ φΔ

Ὤτου* πέρι καὶ Ἐφιάλτου] Ὤτος καὶ Ἐφιάλτης ἠθέλησαν θεομάχοι ὄντες εἰς τὸν οὐρανὸν ἀνελθεῖν καὶ δὴ ὄρη ἐπάνω ἀλλήλων βάλλοντες ἀνέβαινον, ἕως ὅτε τούτους ὁ Ἀπόλλων ἐτόξευσεν. καὶ ὁ μὲν μῦθος οὗτος. ἡ μέντοι ἀλληγορία· Ὤτος καὶ Ἐφιάλτης φυσικοὶ φιλόσοφοι Θεσσα

λοὶ Ἀλωέως παῖδες πρῶτοι ἀναμετρεῖν ἐπειράθησαν τὰ διαστήματα σελήνης ἀπὸ τῆς γῆς καὶ ἡλίου ἀπὸ σελήνης. καὶ ἐπεὶ τοῦτο ἀπὸ ὀπτικῆς συμβαίνει ἐπιστήμης, αὕτη δὲ ἐξ ἀναλογίας θηρᾷ τοῦτο καὶ ἀπὸ σκιᾶς τῆς ἀπὸ τῶν ὑψηλῶν ὀρῶν ἡλίου ἀνίσχοντος ἀπορρεούσης, τοιαῦτα δὲ κατὰ Θετταλίαν ὑψηλότατα ὄρη ἡ Ὄσσα, τὸ Πήλιον, ὁ Ὄλυμπος, ἀφ’ ὧν τῆς σκιᾶς ἐδόκουν ἀναλογίαν τινὰ τῆς ἀναμετρήσεως λαμβάνειν, καὶ δὴ πρὸς τοῖς ἀκρωτηρίοις γενόμενοι τῶν ὀρῶν τούτων ἐπὶ τῷ ἀναλογίζεσθαι τὴν σκιὰν κατακρημνισθέντες ἀπώλοντο, κατεφήμισαν τοῦτο, ὡς τὰ ὄρη ταῦτα συντιθέντες, ὡς ἀναβατὸν ποιήσαιεν τὸν οὐρανόν, κατετοξεύθησαν ὑπὸ τοῦ Ἀπόλλωνος ἤτοι τοῦ ἡλίου. ~ ΓVφΩΔ. Addit Δ: ὡς ἱστορεῖ Δημώ. ~

χρηματίσαντες*] διοικήσαντες. ~ ΓVΔ

Διάσια: ἑορτὴ Ἀθήνησιν, ἣν ἐπετέλουν μετά τινος στυγνότητος θύοντες ἐν αὐτῇ Διὶ Μειλιχίῳ. τὸ δὲ Ὀλύμπιον, ὅπερ ἐστὶν ἱερὸν τοῦ Ὀλυμπίου Διὸς ἐν Ἀθήναις, διὰ μεγαλουργίαν ἀπορούντων Ἀθηναίων χρημάτων εἰς τὴν κατασκευὴν πλεῖον τῶν τ′ ἐτῶν παρέτεινε κτιζόμενον, ὡς καὶ ὁ ἐν Κυζίκῳ νεώς, καὶ οὐκ ἂν συνετελέσθησαν ἄμφω, εἰ μὴ Ἀδριανὸς ὁ αὐτοκράτωρ Ῥωμαίων δημοσίοις ἀναλώμασι συναντελάβετο τῶν ἔργων. ~ CV φUΩΔ

Ὀλύμπιον*] ἱερὸν τοῦ Ὀλυμπίου Διός. ~ Γ

ἐν Δωδώνῃ*] Δωδώνη πόλις ἐστὶ Θετταλίας, ἐν ᾗ ἱερὸν τοῦ Διὸς καὶ μαντεῖον. ~ ΓVΔ. Addit Δ: ὡσαύτως καὶ Πῖσα πόλις ἐν Ἤλιδι τῆς Πελοποννήσου, ἐν ᾗ ἱερὸν Ὀλυμπίου Διὸς καὶ ἀγὼν πενταετηρικός, 〈ὃς〉 Ὀλύμπια

ἐκαλεῖτο, οὗ κατήρξατο ὁ Ἡρακλῆς, καθά φησι Πίνδαρος [Ol. 2, 5] Ὀλύμπια δ’ ἔστησεν Ἡρακλῆς. ~

παίζεις ἔχων*] τὸ ἔχων φράσεως ἕνεκα κεῖται μηδὲν ση μαῖνον. ~ ΓVΩΔ

τὸ δὲ φιλόκαινον* αὐτῶν] ὅτι ἀεὶ φιλοῦσι τὰ ξένα. ~ ΓVΩ

Πῖσα*] ἔνθα ἐτελεῖτο τὰ Ὀλύμπια πρὸς τιμὴν τοῦ Διός. ~ ΓV

τοιγαροῦν* κτλ.] ἐπεὶ καὶ οἱ Πλάτωνος νόμοι ἐν γράμμασι μόνοις καὶ ἡ πολιτεία ἐν πλάσμασι λόγων, ὡσαύτως καὶ οἱ Χρυσίππου συλλογισμοὶ σοφισματώδεις ὄντες καὶ οὐδὲν ἧττον τῶν Πλάτωνος νόμων τὸ χρειῶδες ἐπιφαίνοντες ἀργοὶ κεῖνται καὶ ἀνεπίσκεπτοι μηδενὸς ἀνθρώπων μεταχειρίζεσθαι προθυμουμένου τούτους διὰ τὸ ἀνωφελές τε καὶ ἄκαρπον. ~ VφΔ

ἀκριβῶς ἐξετάζων κτλ.] ὡραῖον. ~ ΓV

Ἀκαδημαϊκόν* – Πύρρων] οὐκ ἀκριβῶς τὴν Ἀκαδημίαν τοῖς Πυρρωνείοις ἤτοι Ἐφεκτικοῖς ἀπονέμεις, Λουκιανέ· ἀντιδιαστέλλονται γὰρ τούτοις οἱ ἐξ Ἀκαδημίας, ὡς αὐτῶν ἔστιν ἐκείνων τῶν Πυρρωνείων ἀκοῦσαι ἐν ταῖς Ὑποτυπώσεσιν. ἔπασχον γοῦν τοῦτο ὑπὸ τῆς ἰσοσθενείας τῶν ἀντιπάλων λόγων οὐκ ἔχοντες, ὁποτέρῳ παράσχοιεν αὑτοὺς εἰς συγκατάθεσιν. ~ VΓφΩΔ

μετοίκους] ἐξ ἀνθρώπων γὰρ οὗτοι θεοὶ ἐνομίσθησαν. ~ VφΩΔ

Ὅμηρός που λέγει* κτλ.] ὦ βωμολόχε καὶ ψωμοκόλαξ· ὥσπερ Ὅμηρος, οὕτω καὶ Μένιππος τὰ οὐράνια εἶδε, καὶ ὡς Μένιππος, οὕτω καὶ σύ, ὁ Λουκιανός. ~ VΩΔ

αὑτῇ κνίσῃ*] σὺν αὐτῷ τῷ λίπει. ~ ΓVφ

κόρδακα*] κόρδαξ ἐστὶν ἡ μετὰ μέθης ὄρχησις. ~ ΓVφΩΔ

πρώτην ᾠδὴν — Πινδάρου] τὸ ἄριστον μὲν ὕδωρ [Ol. 1, 1]. ~ VφΩΔ

ὑποβεβρεγμένος*] ἀντὶ τοῦ μεθύων. ~ VΔ

κατέδραθον] κατεκοιμήθην. ~ Δ

ὑπόμορον] δυσθανές. ~ ΓVΩΔ

τετυφωμένον*] ὑπερήφανον. ~ ΓVΩΔ

Περιπατητικοὺς κτλ.] ὡραῖον. ~ ΓV

ἢν ἔρῃ*] ἂν ἐρωτήσῃς. ~ ΓVΔ

Μῶμος*] τοῦτον τὸν Μῶμον ὁ Λουκιανὸς θεὸν ὑποτίθεται μεμφόμενον τὰ ὑπὸ τῶν θεῶν γινόμενα. ~Δ

διετεθρύλλητο*] θορύβου καὶ ταραχῆς ἐπληροῦτο. ~ ΓVφ

τὴν ἐκεχειρίαν*] τὴν πρὸς ὀλίγον εἰρήνην. ~ ΓVφΔ

ἐς νέωτα] εἰς τὸ ἑξῆς. ~ ΓVφΩΔ. Addunt Vφ ΩΔ: ἤτοι τὸ ἐπερχόμενον ἔτος. ~ Addit Δ: ἔστι δὲ χρόνου δηλωτικὸν ἐπίρρημα τοῦ μέλλοντος· τοῦ μὲν γὰρ παρῳχημένου δηλωτικὸν τὸ πέρυσι, τοῦ δὲ ἐνεστῶτος τὸ τῆτες, τοῦ δὲ μέλλοντος ἐς νέωτα.

περὶ* δὲ τοῦ Μενίππου κτλ.] καὶ τί τὸ κωλῦον καὶ αὖθις ἀναλαβόντα ἀετοῦ πτέρυγας καὶ γυπῶν ἀναπτῆναι ταύταις καὶ πάλιν; ~ Δ

ὁ Κυλλήνιος*] ὁ Ἑρμῆς ὁ ἐν Κυλλήνῃ τιμώμενος. ~