Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

πλάσματα*] τὸν Προμηθέα γὰρ λέγουσιν Ἕλληνες τοὺς ἀνθρώπους δημιουργῆσαι. ~ ΓVΦΔ

ἀπότομοι*] ἀποτετμημέναι, μηδεμίαν ἔχουσαι διάβασιν. ~ ΓVφΟΩΔ

Κρόνε* κτλ.] ὁ μὲν Κρόνος πατὴρ ἦν τοῦ Διός, ὁ δὲ Ἰαπετὸς ἀδελφὸς Προμηθέως. ἦσαν δὲ τῶν διωχθέντων ὑπὸ Διὸς θεῶν, καὶ διὰ τοῦτο αὐτοὺς καλεῖ. ~ ΓVφΩΔ

ἐγχειρισθείς*] ἐμπιστευθείς. ~ ΓV

ἔοικας ὦ Ἑρμῆ κτλ.] ὡραῖον. ~ ΓV τ

ῆς ἐν πρυτανείῳ* σιτήσεως — ἐτιμησάμην ἂν ἐμαυτῷ] ἄξιον ἐμαυτὸν ἔλεγον. πρυτανεῖον δέ ἐστιν, ἐν ᾧ οἱ πρῶτοι συνήγοντο τῶν βουλευτῶν, ὅθεν καὶ τῆς σιτήσεως ἀπέλαυον. ~ ΓVφΩΔ

— ] ⸤τοὺς γάρ⸥ τι μέγα εἰργασμένους ⸤τῶν πο⸥λιτικῶν καλῶν ταύτῃ ⸤τῇ δ⸥ωρεᾷ οἱ πάλαι ⸤ἐτί⸥μων. ~

⸤B⸥VφΩΔ ἕωλον*] ψυχρὰ καὶ ἀνωφελής. ~ ΓVφΩ

Δ ἔφεσιν*] ἔφεσίς ἐστιν ἡ ἀπὸ δικαστηρίου εἰς ἄλλο δικαστήριον μετάβασις, ἣν καλοῦσι νῦν ἔκκλητον. φησὶν οὖν ὅτι ἀνωφελής σοί ἐστιν ἡ ἔφεσις· μετὰ γὰρ τὴν ψῆφον τοῦ Διὸς οὐδὲν ποιῆσαι ἄλλο δυνάμεθα. ~ ΓVΦΩΔ

— ] ⸤ἔφεσιν οἱ δικανικοί⸥ φασιν, ⸤ἡνίκα ὁ κρινόμ⸥ενος μεῖζον δικαστήριον ἐξαιτεῖται. ~ ⸤B⸥VφΩΔ

μοιρᾶσαι*] διαμερίσαι. ~ ΓV

διασιλλαίνειν*] σίλλος ἐπὶ σκωμμάτων, κατὰ τροπὴν τοῦ τ̄ εἰς σ̄, τίλλοι τινές· τίλλειν δέ ἐστι τὸ σκώπτειν. δηλοῖ δὲ καὶ χλευαστικὸν ποίημα παρὰ τὸ διασείειν τοὺς ἴλλους καὶ διασύρειν τῷ σχήματι τῶν ὀφθαλμῶν· ἴλλοι γὰρ οἱ 25 ὀφθαλμοὶ παρὰ τὸ εἰλεῖσθαι ἐν αὐτοῖς τὰς κόρας. ~ Δ

ἀλλ’ ὅμως ἐκείνων κτλ.] ὡραῖον. ~ ΓV

ἡ ἐξέτασις*] ἀντὶ τοῦ ἡ παράθεσις. ~ BVφΩΔ

εὐδαιμονέστερον ἀποφαίνειν*] τοῦ θείου δηλονότι. ~ ΓVΩΔ

ταῦτά ἐστι κτλ.] βαρύτητος ὁ λόγος. ~ BVφΩΔ

ἀκαμῆ: ἀντὶ τοῦ ἀκατασκεύαστον, ἀπεριποίητον, ἀκατέργαστον. ~ BCVφΔ

μεσταὶ δὲ Διὸς κτλ.] Ἀράτου [Phaen. 2]. ~ Δ

— ] οἷον ἐπικαιρότατον τοῦτο προήνεγκεν. ~ B νῦν δ’ εἰς τὸ κοινὸν — Ἀπόλλωνος] κατ’ εἰρωνείαν. ~ ΓVΩ

τἀμαυτοῦ μόνα σκοπῶ κτλ.] καὶ τοῦτο βαρύτητος· εἰρωνεία γάρ. ~ BVφΩ

παραθῶμεν πρὸς ἔλαττον : ἀντὶ τοῦ ἐξετάζοιμεν, συγκρίνοιμεν, παραβάλλοιμεν. ~ CBVΩΔ

διατριβήν*] ⸤ἡ διατριβὴ ἐνταῦθα τὴν ἄνεσιν σημαίνει καὶ τὴν κατὰ σ⸥χολὴν ἀπόλαυσιν. ~ V⸤Β⸥φΩΔ

ταῦροι* κτλ.] ταῦτα πάντα ὁ Ζεὺς γέγονε, δι’ Εὐρώπην ταῦρος, δι’ Ἀντιόπην Σάτυρος, διὰ Λήδαν κύκνος. ~ VΓΦΩΔ

μέτειμι*] μετελεύσομαι. ~ Δ

ἐναυσαμένου*] ἅψαντος. ~ ΓV

ἐάων*] τῶν ἀγαθῶν. ~ ΓVΔ

κνισᾶν ἀγυιάς: ἀντὶ τοῦ θύειν. ~ BΔ

— ] θυμιᾶν. ~ ΓV

ὤνησο*] εὐφράνθητι. ~ ΓV. Addit V: ὡμοίωσο. ~

ἓξ καὶ δέκα: Ἀττικῶς τ⸤ὸ ξ̄⸥ ἐφυλάχθη· αὐτοὶ γὰρ ⸤ἐπὶ⸥ τῆς τῶν ἀριθμῶν συνθέ⸤σεως⸥ τὰ τέλη φυλάττουσι τῶν ἁπλῶν. ~ ⸤B⸥CVΩΔ

σὸς ἀδελφός] Ἡρακλῆ λέγει. ~ B

Θέτιν*] λέγουσιν, ὅτι ὁ Ζεὺς ἐρασθεὶς Θέτιδος ἐδίωκε

φθεῖραι βουλόμενος. ὡς δὲ ἐγένοντο κατὰ τὸν Προμηθέα, ὁ Προμηθεὺς ἔφη πρὸς τὸν Δία ὅτι ἐὰν συγγένῃ τῇ Θέτιδι, ὁ ἐξ αὐτῆς γεννώμενος ἀναιρεῖ σε, ὡς ἀνεῖλες σὺ τὸν πατέρα σου Κρόνον. καὶ αἰσθόμενος ὁ Ζεύς, ὅτι ἀληθῆ εἶπε, τὴν μὲν Θέτιν ἔζευξε τῷ Πηλεῖ, τὸν Προμηθέα δὲ δ’ Ἡρακλέους τῆς συμφορᾶς ἔλυσεν. ~ ΓVΦΩΔ