Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἄοικος ἑστώς*] πρὸ τούτου, φησίν, εἰς τὸ σῶμα τοῦ Πυθαγόρου ἐπλανώμην οἶκον ζητῶν, ὅ ἐστι σῶμα, ἕως ὅτε Μνήσαρχος ὁ πατὴρ ὁ ἐμὸς ἔκτισέ μοι οἶκον, τουτέστιν ἔσπειρέ με. ~ ΓVΩΔ

ὧ τάν*] ὦ ἑταῖρε. ~ ΓVΩ

— ] σημαίνει τὸ ἑταῖρε καὶ γίνεται παρὰ τὸ ἔτης, ὅ σημαίνει τὸν συγγενῆ, κασίγνητοί τε ἔται τε [Hom. Π456]. ἐξ αὐτοῦ γίνεται ἐτητάν, ὡς μέγιστος μεγιστάν, καὶ ἐν συγκοπῇ ἐτάν καὶ κλητικῶς ὦ ἐτάν καὶ ἀποβολῇ τοῦ ε̄ 〈ὦ〉 τάν. ~ Δ

ἐν Βάκτροις*] χώρα Περσική. ~ ΓV

Αἴαντα κτλ. ] ὅρα, οἷά φησιν, εἰ καὶ ὡς περισύρων τὰ τοῦ Ὁμήρου καὶ ἐν σχήματι παιδιᾶς, ἀλλ’ ὅμως ἐναντία τοῖς ἐκείνῳ συγγραφεῖσι καὶ παραδοθεῖσιν ἡμῖν καὶ μάλιστα περὶ τῆς Τροίας, ὅτι πρῴην ὑφ’ Ἡρακλέους κατεσχέθη ἡ Τροία. ~ φ

πόθεν* γὰρ πολέμιος ὤν] ὁ γὰρ Εὔφορβος τῶν Τρώων, ὁ δὲ Ἀχιλλεὺς τῶν Ἑλλήνων. ~ ΔΓ VΩ

σοφιστής*] καθόλου σοφιστὰς ἐκάλουν τοὺς ἀπατῶντας διὰ τῶν λόγων. ~ ΓφΩΔ

οὐδὲν ὑγιὲς κτλ.] ὡραῖον. ~ ΓV

καταγελᾷς μου καὶ σὺ ἐν τῷ μέρει κτλ.] κἂν εἰς μέρος, φησί, καταγελάσω σου, ὅσον κατεγέλασα Κροτωνιατῶν καὶ τῶν ἄλλων. ~ ΓVΦΩΔ

ὁ Τειρεσίας, ὡς λέγουσιν, εἶδε τὴν Ἀθηνᾶν λουομένην, κἀκείνη ὀργισθεῖσα μετέβαλεν αὐτὸν εἰς γυναῖκα. ~ ΓCVΔ

ὁ Καινεὺς πρότερον, ὥς φασιν, γυνὴ ἦν. ἠράσθη ταύτης ὁ Ποσειδῶν, ἡ δὲ οὐκ ἄλλως ἔφη συγγίνεσθαι αὐτῷ, εἰ μὴ ὀμόσῃ αὐτῇ πρότερον ποιήσειν, ὃ βούλεται. ὀμόσαντος δὲ τοῦ Ποσειδῶνος εἶπεν ὅτι ἄνδρα με ποίησον. ὁ δὲ διὰ τὸν ὅρκον ποιήσας οὐκ ἠδυνήθη συγγενέσθαι. ~ ΓCVΦΩΔ

— ] λέγεται τὸν Καινέα ἐκ γυναικὸς εἰς ἄνδρα μεταβαλλόμενον καὶ γενναιότατον γενέσθαι, ὑπὸ Κενταύρων γε μὴν ὀλέσθαι ἐλάταις ἀλοώμενον. ~ VφΩΔ . Addit Δ: ὥς φησιν Ἀπολλώνιος ἐν Ἀργοναυτικοῖς [1, 59]. ~

Τειρεσίᾳ*] ἠμφισβήτησαν ἀλλήλοις ὁ Ζἐὺς καὶ ἡ Ἥρα, τίς τῆς λαγνείας μᾶλλον ὀρέγεται, ἀνὴρ ἢ γυνή, καὶ ἔλαβον δικαστὴν τὸν Τειρεσίαν ὡς ἔμπειρον ὄντα τῶν δύο. ὁ δὲ ἔφη, ὡς ἐνναπλάσιον ἡ γυνὴ τοῦ ἀνδρὸς ὀρέγεται· καὶ ὀργισθεῖσα ἡ Ἥρα ἐτύφλωσεν αὐτόν. ~ ΓCVΦΩΔ. Addit Δ: ὁ δὲ Ζεὺς παρεμυθήσατο τῇ μαντικῇ. ~

συνενεγκοῦσαν*] ἐπὶ συμφέροντι γενομένην. ~ ΓVφΟΩ

Διοσκόρω*] καὶ τοῦτο θαυμαστικῶς ἀναφωνεῖ. τοὺς Διοσκόρους δὲ παραλαμβάνει ὡς σωτῆρας δῆθεν, ὡς ἂν μὴ τῇ μεταβολῇ τῶν βίων ναυάγιον ὑποσταῖεν ὡς οἱ ἀπὸ γῆς πρὸς τὴν θάλασσαν μεταποιούμενοι. ~ VΦΩΔ

ποτνιωμένου] ὀδυρομένου. ~ ΓV

οἰσυίνην*] οἰσυίνη ἡ ἐκ λύγων ἀρχαιοτρόπως πεπλεγμένη, ὁποῖα ἔσθ’ ὅτε καὶ ἐξ Αἰγύπτου κομίζεται κοιτίδια τοιαύτης ἐργασίας. ~ Δ

— ] τὴν ἀπὸ τῆς οἰσύας. οἰσύα δέ ἐστιν ἀκανθώδης βοτάνη, ἀφ’ ἧς πλέκουσι τὰ σχοινία. ~ ΓVΦΩΔ

πονοῦσιν*] κατασκευάζουσιν. ~ ΔΓVφΩ

κατεχαλάζησας*] κατέχεας. ~ ΔΓVφ

διαπυκτεύων: ἀντὶ τοῦ διασκοπούμενος καὶ ἐξακριβῶν· ἐπεὶ καὶ οἱ πύκται περὶ πολλοῦ ποιοῦνται τὴν πρὸς τὸν ἀνταγωνιστὴν βολὴν κατακαίριον ποιῆσαι ἀλλὰ μὴ μάτην μηδὲ πρὸς ἀέρα δέρειν τὴν πυγμὴν πέμψαντα. ~ CVΦΩΔ

σαπέρδην*] εἶδός τι ἁλιστοῦ. οἱ δὲ τὸν Πόντον οἰκοῦντες τὸν κορακῖνον ἰχθύν. ~ ΓCΦ, cf. Δ

— ] εὐτελὲς βρῶμα ἀπὸ ἰχθύων μικρῶν τεταριχευμένων, οἷα νῦν τὰ ἀπὸ τῶν ἀφύων ἤτοι ἐγγραύλεων ἢ τῶν σαύρων διειρμένα καλάμοις πτύχια. ἔνιοι δὲ σαπέρδην εἰρήκασι τὸ ἐκ συὸς τάριχος, ὅ νῦν γόνδην Παφλαγόνες φασὶ καὶ χρῶνται. ~ VΦΩ, cf. Δ

μαινίδας*] τὴν καλουμένην μαινομένην. ~ ΓV

ἄθλιοι τί τῶν κακῶν κτλ.] ὡραῖον. ~ Γ

νοτίζεσθαι*] βρέχεσθαι. ~ ΓΔ

ἐπιεικεῖς] τὸ ἐπιεικές τρία δηλοῖ, τὸ τὸν τρόπον ἀγαθόν, ὡς ὅταν λέγωμεν ἐπιεικὴς ἄνθρωπος, καὶ τὸ σύμμετρον,

ὡς ὅταν λέγωμεν ὅτι ἐπιεικῶς ὅδε ζῇ ἀντὶ τοῦ συμμέτρως, καὶ τὸ πάνυ, ὡς ἐν τοῖς Ὀλυνθιακοῖς ὁ Δημοσθένης [Ι 4] οὐ μὴν ἀλλ’ ἐπιεικῶς τοῦθ’ ὃ δυσμαχώτατόν ἐστιν ἀντὶ τοῦ πάνυ δυσμαχώτατον. ~ Δ

Κροῖσος περιτετιλμένος* τὰ πτερά] ἀντὶ τοῦ καταλυθεὶς ἀπὸ τῆς βασιλείας. νικήσας δὲ αὐτὸν ὁ Κῦρος ἠθέλησεν αὐτὸν καῦσαι καὶ μετὰ ταῦτα ἐλεήσας ἔσωσεν. ~ ΓVΦΩΔ

τραγῳδία*] ἐπειδὴ τὰ ἐν τῇ τραγῳδίᾳ κομπά ἐστιν, εἰκότως τραγῳδίαν τὸν ἑαυτοῦ κόμπον ἐκάλεσεν. ~ ΔΓV

ἐφεστρίδα*] τὸ φορούμενον ἔξωθεν ἱμάτιον. ~ ΓVΩΔ

Φειδίας* κτλ.] οὗτοι ἀγαλματοποιοὶ ἦσαν. ~ VΓ

οὐδέπω — γόμφους* κτλ.] τουτέστιν οὔπω ἡμῖν εἶπας τὴν οὖσαν ἔνδον τῆς ἀρχῆς συμφοράν. ~ ΓVφΩΔ

Πέρσην κτλ.] Ἀρταξέρξου Περσῶν βασιλεύοντος Κῦρος ὁ ἀδελφὸς τὴν βασιλείαν ἀποσπάσαι βουλόμενος διὰ Κλεάρχου πολὺ συνῆξε στρατόπεδον. ~ ΓVΔ

ξενολογῶν*] ξένους στρατιώτας συνάγων. ~ ΓVφΩ

πρὸς οὖς — κοινολογούμενος*] ἰδίᾳ ἀνακοινούμενος. ~ ΓVφ

ἄλλον Παρμενίων* ἐπαινούμενος] τὸν Φίλιππον λέγει· τούτου γὰρ στρατηγὸς ὢν ὁ Παρμενίων πάνυ ηὐδοκίμει. ~ ΓVφ ΩΔ

Περδίκκαν Πτολεμαῖος καὶ Πτολεμαῖον* Σέλευκος] οὗτοι οἱ τρεῖς διάδοχοι ἦσαν Ἀλεξάνδρου, καὶ ὁ μὲν Περδίκκας συνδιῴκει Ἀριδαίῳ τῷ βασιλεύοντι μετ’ Ἀλεξάνδρου ἀσθενεῖ ὄντι τὴν βασιλείαν, ὁ δὲ Πτολεμαῖος ἦρχεν Αἰγύπτου καὶ Σέλευκος τῶν περὶ Βαβυλῶνα τόπων, ὡς ἱστορεῖ Δέξιππος [F. H. G. III p. 668 Müller]. ~ ΓVΩΔ

ἁμάρτοι τῆς τομῆς κτλ.] τὸ ἑξῆς· τῆς ἐπ’ εὐθὺ τομῆς. ~ V

προσκρούσας*] κενεμβατήσας. ~ Γ

ἐμβάδων*] κοθόρνων. ~ Γ

ταῖς* φυσικαῖς ἐπιθυμίαις] πάνυ καταλλήλως τοῖς φυσικοῖς τῶν ζῴων ἤθεσι τὰ τῶν ἀνθρώπων ἐπιτηδεύματα ἥρμοσε, τῷ πρὸς τὰς θηλείας πλεονεκτικῷ τοῦ ἵππου τὸ τοῦ τελώνου ἄπληστον, τῇ τῶν βατράχων φλυαρίᾳ τὸ συκοφαντικόν, τῷ κωτίλῳ τῶν κολοιῶν καὶ θορυβώδει τὸ σοφιστικόν, τῷ δηκτικῷ τῶν κωνώπων καὶ παντὸς οὑτινοσοῦν προσαπτικῷ τὸ μαγειρικόν, τῷ πρὸς ὀχείαν ἑτοίμῳ τοῦ ἀλεκτρυόνος τὸ τῆς κιναιδίας ἀκόλαστον. ~ VΩΔ

Τίβιος*] οἰκέτου ὄνομα. ~ ΔΓVΩ

τάριχος*] ἁλιστόν. ~ ΓΔ

ἐλλόβιον*] ἐνώτιον τὸ ἐν τῷ λοβῷ, ὅ ἐστι τῷ τοῦ ὠτὸς ἄκρῳ, βαλλόμενον. ~ ΓVΩΔ

σπαθῶσι*] μετὰ τρυφῆς δαπανῶσιν. ~ ΓVΩΔ

περίειμι*] περιελεύσομαι. ~ Δ

σίλφην*] ζωύφιον ἐοικὸς κανθάρῳ. λέγεται δὲ καὶ τίλφη. ~ ΓVφΔ

ἐμπίδα*] ζωύφιον ἐοικὸς κώνωπι γινόμενον ἐν τοῖς ὕδασιν. ~ ΓVφΔ. Addit Δ: οἱ δὲ ἐμπίδα τὴν νυκτερίδα φασίν. ~

ἀνέῳγε*] ἰδοὺ καὶ αὐτὸς ἀνέῳγεν ἐπὶ τοῦ παθητικοῦ εἶπεν· καὶ ποῦ σοι νῦν ἡ ἐθελακρίβεια, ᾗ σολοικίζειν ἀπηυθαδίζου τὸν κακοδαίμονα σοφιστήν [Soloec. c. 8]; ~ Δ

καταπυγοσύνην τινά: καὶ οὐ συνήδομαί γε τῇ ἀσελγείᾳ· οὐκοῦν οὐδὲ ἀνθρωπίνην εἶναι νομίζω. ~ Δ

τὸ λυκαυγές*] τὸ ἑωθινόν, ἔτι μικρᾶς σκοτίας οὔσης. ~ ΓVΩΔ