Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

τραγῳδός*] ἡ τραγῳδία πεπλήρωται συμφορῶν. ἐπεὶ οὖν ἐν συμφορᾷ νῦν ὁ Ζεύς ἐστιν, εἰκότως αὐτὸν ὡς τραγῳ

δὸν ὑποτίθεται· διὰ τοῦτο γὰρ καὶ διὰ ἰάμβων τραγικῶν διαλέγονται αὐτῷ Ἥρα καὶ Ἀθηνᾶ, καὶ αὐτὸς δὲ δι’ ἰάμβων πρὸς αὐτὰς ἀποκρίνεται. ~ ΓVΟΩΔ

μεγαλοσμαράγου*] ἀδιανόητος ὅλος ὁ στίχος, ὡς τοῦ Διὸς καὶ τὸ τραγῳδεῖν ἀγνοοῦντος. ~ VΓΟΩΔ

ὑποδραματουργεῖν*] τὸ δραματουργεῖν τοῦ ὑποδραματουργεῖν ταύτῃ διαφέρει· δραματουργεῖ μὲν γὰρ ὁ ποιητὴς καὶ τῆς ὑποθέσεως ὅλης καὶ τῶν ἐπῶν, ὡς Εὐριπίδης, Εὔπολις, Ἀριστοφάνης καὶ εἴ τις τοιοῦτος· ὑποδραμα τουργεῖ δὲ ὁ τὰ ὑπὸ τῶν δραματουργῶν τούτων εἰρημένα λαμβάνων κατὰ καιρὸν καὶ τοῖς οἰκείοις αὐτὰ πάθεσιν ἐναρμόττων ἅτε τοῖς ἤδη πεπραγμένοις ἀφομοιούμενα. ~ VOΩΔ

σάτυρον: δασεῖαν ἢ καταφερῆ Δωρικῶς. καὶ σατύριον πόα τις συνεργὸς πρὸς τὰς ἀφροδισίους ἀφορμάς, καὶ ζῷόν τι τετράπουν λιμναῖον. καὶ σάτυρος ἤτοι [ἡ] χορευτὴς ἢ ἔντασις. ~ Δ

ἐπὶ ξυροῦ* ἕστηκεν] παροιμία ἐπὶ τῶν ἐν ἐσχάτῳ ὄντων κινδύνῳ λεγομένη διὰ τὸ μὴ δύνασθαι τὸν ξυρὸν ἵστασθαι. ~ VΓΟΩΔ

τὰ νέρθεν*] τὰ κάτωθεν ἀπὸ τῶν καταχθονίων· ἐκεῖ γάρ, ὡς λέγουσιν, οἱ Τιτᾶνες ἐδέδεντο. ~ VΓΔ

Πῶλος* ἢ Ἀριστόδημος] οὗτοι τραγῳδίας ἦσαν ὑποkριταί. ἐπειδὴ οὖν ὁ Ζεὺς τραγικοὺς ἰάμβους ἔλεγεν αὐτοῖς, διὰ τοῦτο εἶπεν ὅτι ἀντὶ Διὸς Πῶλος ἐφάνης ἢ Ἀριστόδημος. ~ ΓVΔ

— ] ἄλλως. Ἀρέθα. Πῶλος καὶ Ἀριστόδημος ὑποκριταὶ

περιφανεῖς. ὑπεκρίνοντο οὖν ἐν ταῖς τραγῳδίαις καὶ ταῖς κωμῳδίαις καὶ θεούς· καὶ τοῦτο νῦν Ἥρα γυναικείᾳ κρατουμένη ὀλιγωρίᾳ καὶ ὅτι ὅλως θεῶν ὑπεισέρχονται πρόσωπα ὑποκνιζομένη περιπαθῶς τῷ Διὶ ὑποτίθεται. ~ ΔCVOΩ

μετέωροι] πρὸς ἀκρόασιν. ~ ΓV

ἀγνοήσεται: ἀντὶ τοῦ ἀγνοηθήσεται. σκόπει δέ, ὅτι τὸ τοῖς ἄρχουσι κατ’ ἰδίαν τι πράττειν καὶ μὴ τοῖς ἀρχομένοις αὐτὸ κοινοῦσθαι τυραννικὸν δοκεῖ. ~ ΔVΟΩ

ἁπλοϊκά*] εὐτελῆ, ἁπλούστατα. ~ ΓΟΩΔ

εἰς ἀγορήν*] πρὸς τῇ λοιπῇ δεισιδαιμονίᾳ μᾶλλον δὲ μανίᾳ τῇ περὶ τοὺς λεγομένους θεοὺς καὶ Πρίαπόν τινα θεὸν εἶναι Ἕλληνες μεμυθολογήκασιν, ὃν οἱ μὲν αὐτῶν τὸν αὐτόν φασιν εἶναι τῷ Διονύσῳ ἐπιθετικῶς αὐτοῦ τούτου δῆθεν Πριάπου καλουμένου, ἄλλοι δὲ Διονύσου μὲν υἱόν, μητρὸς δὲ ἢ Ἀφροδίτης ἢ Διώνης. Μνασέας δὲ ὁ Παταρεὺς [fr. 35. F. H. G. III 155 Müller] ἑρμαφρόδιτον τὸν Πρίαπον λέγει, ἄλλοι δὲ Ἀφροδίτης υἱόν, ἣ ἔρριψεν αὐτὸν εἰς τοὺς λειμῶνας ἐπὶ τῇ ἀμορφίᾳ τῶν μήδεων αἰδοῖ ἐχομένη· εἶχε γάρ, φασί, γλῶσσαν μεγάλην καὶ γαστέρα καὶ αἰδοῖον, λεχθῆναι δ’ ἐπ’ αὐτῷ, ὅτι σημαίνει τὸ ἄγαλμα αὐτοῦ, ὡς ὁ κρατῶν γλώσσης καὶ γαστρὸς καὶ μίξεως ἄμεμπτον ἕξει τὸν βίον. ~ ΓVΟΩΔ . Addunt ΟΩ : τὸν δὲ Ἄνουβιν λόγος κυνοπρόσωπον εἶναι (cf. p. 60, 2. 3). ~

νώνυμνοι*] ἄνευ ὕμνων. ~ ΓVΔ

Φειδίου* κτλ.] οὗτοι ἀγαλματοποιοὶ ἦσαν ἄριστοι. ~ ΓVΔ

ἐπηυγάζεσθαι*] γράφεται καὶ ἐπηλυγάζεσθαι. διὰ τοῦ η̄ γραπτέον· ἀπὸ τοῦ ἠλύγη γάρ ἐστι συντεθειμένον, ὃ σημαίνει τὴν σκοτίαν. ~ Δ

Βενδῖς* κτλ.] οὗτοι παρ’ Αἰγυπτίοις ἐτιμῶντο. ~ ΓΟΩΔ

— ] ὅτι ἡ μὲν Βενδῖς Θρᾳκεία θεός, ὁ δὲ Ἄνουβις Αἰγύπτιος, ὃν οἱ λόγοι καὶ κυνοπρόσωπον εἶναι, ὁ Μίθρας Περσικός, ὁ Μὴν Φρύγιος. ~ CVΔ

Μίθρης*] παρὰ Πέρσαις. ὁ αὐτὸς δὲ οὗτος τῷ Ἡφαίστῳ, ἄλλοι δὲ τῷ Ἡλίῳ φασίν. ~ ΓVΩ. Addit V, quod est etiam in Δ (post 1. 4 Φρύγιος): ἐπεὶ οὖν οἱ βάρβαροι πλούτῳ ἐκόμων, εἰκότως καὶ πολυτελῶς τοὺς ἑαυτῶν θεοὺς κατεσκεύαζον. ~

Ἄττις*] τὸν Ἄττιν Φρύγες σέβονται τὸν αὐτὸν ὄντα τῷ Διονύσῳ. φασὶ δὲ αὐτὸν καὶ θηλυδρίαν ὑπὸ Ῥέας τῆς τῶν θεῶν ἀποκοπέντα μητρός, ἐφ’ ᾧτε ἐρώμενον αὐτῆς ὑπάρξαι. ἔνιοι δὲ καὶ γνήσιον υἱὸν αὐτῆς ὄντα τοῦτο δι’ ἐκεῖνο παθεῖν αὐτόν φασι. τούτῳ οἱ ἱερατικῶς λειτουργοῦντες ἐκτεμνόμενοι πρότερον τὰ γεννητικὰ ἄρθρα ἀνετίθεντο οὕτως. διὰ ταῦτα καὶ νῦν παίζεται τοῦτο κατὰ πάντων εὐνούχων ὡς τῷ Ἄττιδι ἐπιτηδείων ἀνακεῖσθαι· ἁρμοδιώτερον δέ, εἰ κιναιδεύοιντο, καθότι καὶ αὐτὸς Ἄττις τοιοῦτος ἐπ’ ἀμφοτέρῳ τῷ μύσει ἐξεταζόμενος. ~ ΓCVΟΩΔ

λημῶ*] λήμας ἔχω. λήμη δέ ἐστιν ὁ ἐν τοῖς ὄμμασι ῥύπος. ~ ΓVΔ

Πεντέληθεν*] ἀπὸ Πεντέλης. Πεντέλη δέ ἐστι λίθος παρ’ Ἀθηναίοις εἰς ἀγάλματα πεποιημένος. ~ ΓVΟΩΔ

Πραξιτέλει*] Πραξιτέλης ἀγαλματοποιὸς ἄριστος, ὅστις κατεσκεύασε τὸ ἐν Κνίδῳ τῆς Ἀφροδίτης ἄγαλμα. ~ ΓVOΩΔ

χρυσῆν ἔλεγεν Ὅμηρος τὴν Ἀφροδίτην ἀντὶ τοῦ καλήν. αὕτη δὲ ἦλθε προκαθίσαι, ὅσον ἐκ τοῦ ὀνόματος. ~ ΓVΟΩΔ

κόλλοπας*] τὰ κολλάβια. ~ Γ

— ] οὓς κολλάβους φασίν. εἰσὶ δὲ οἱ πασσαλίσκοι, οἷς ἀποτείνονται αἱ νευραί. ~ CVΟΩΔ

θητικῷ*] θῆτες ἐκαλοῦντο παρὰ τοῖς Ἀθηναίοις οἱ πάντων πενέστεροι, ἀπὸ τοῦ θητεύειν, ὅ ἐστι μισθῷ δουλεύειν, τρεφόμενοι. ἐν τῷ θητικῷ οὖν ἐκκλησιάζειν λέγει ἀντὶ τοῦ ἐν τῷ πενιχρῷ τάγματι. ~ ΓVΟΩΔ

τελέσματος] δαπανήματος. ~ VΔ

πεντακοσιομεδίμνους*] εἰς τέσσαρα διῄρητο τάγματα πᾶσα ἡ πόλις τῶν Ἀθηναίων, εἰς πεντακοσιομεδίμνους, οἵτινες ἦσαν πάνυ πλούσιοι, εἰς ἱππεῖς ἧττον πλουσίους, εἰς ζευγίτας ἔτι ἥττονας, εἰς θῆτας τοὺς πένητας. εἰπὼν οὖν ἀνωτέρω [c. 10] τὴν Ἀφροδίτην ὡς πενιχρὰν εἰς τὸ θητικὸν τελεῖν εἰς πεντακοσιομεδίμνους εἶπε τοῦτον ὡς πλούσιον. ~ ΓVΟΩΔ. Addit Δ: οἱ γὰρ πεντακόσιοι μέδιμνοί εἰσι λιτρῶν ια′ χιλιάδες καὶ σν′, κεντηνάρια ριβ′. ~

πνύκα*] πνὺξ λέγεται ἡ ἐκκλησία τῶν Ἀθηναίων παρὰ τὸ πεπυκνῶσθαι τοὺς συνερχομένους ἐν αὐτῇ. ~ ΓCVΟΩΔ

Ἡράκλεις*] εἰώθεσαν οἱ ἄνθρωποι ἐν κακοῖς ὄντες ἐπικαλεῖσθαι τὸν Ἡρακλέα ὡς ἀλεξίκακον. εὐμόρφως οὖν ὁ Λουκιανὸς τὸν Ἑρμῆν ἐποίησεν ἐπικαλούμενον τὸν Ἡρακλέα παρὰ τῶν θεῶν ἐνοχλούμενον. ~ VΓΟΩΔ

τὴν Ἑλλήνων*] ἀντὶ τοῦ τὴν Ἑλληνικὴν γλῶσσαν. ~ ΓVΟΩΔ

εὐπροσωποτάτη*] εὐπρεπής. ~ ΓV

προὔσεσθαι] ἀντὶ τοῦ προέσεσθαι. ~ VΩ

διαμέλλεις*] βραδύνεις. ~ ΓVΟΩ

πεπαρῴνηται*] ὑβριστικῶς πέπρακται. ~ ΓVΟΩΔ

ὀλιγώρως*] καταφρονητικῶς. ~ ΓVΟΩ

Καφηρέα*] ἀκρωτήριον τῆς Εὐβοίας. ~ ΓVΟΩ

— ] ἔχει μὲν ἰδίως καὶ Εὔβοια πρὸς τῇ ἔξω θαλάσσῃ Καφηρέα. Καφηρεὺς δὲ λέγεται τόπος θαλάττης πρὸς τοῖς αἰγιαλοῖς τραχὺς καὶ τεναγώδης σκοπέλοις διειλημμένος καὶ ἕρμασι καὶ τὰ πρὸς ἀπόβασιν ἀπορώτατος ἅτε κρημνοῖς περιστοιχιζόμενος καὶ πρὸς τοῖς ἄλλοις κακοῖς ἔτι καὶ διηνεκέσι τοῖς ἀνέμοις καταπνεόμενος, ὡς ὁ παρ’ Ὁμήρῳ [Β 396] προβλὴς σκόπελος, τὸν οὔποτε κύματα λείπει παντοίων ἀνέμων Καφηρεὺς ὢν καὶ αὐτός. καὶ ἴσως εἴρηται Καφηρεὺς ἀπὸ τοῦ καταπνεῖσθαι ἀνενδότως· κάπος γὰρ τὸ πνεῦμα, ἀφ’ οὗ καὶ Ὅμηρος [Η 313] Αἴαντ’ εἰς Ἀγαμέμνονα δῖον ἄγει κεκαφηότα νίκῃ, οἱονεὶ πνευστιῶντα ἤτοι τῷ τοῦ πολεμικοῦ ἀγῶνος καμάτῳ ἢ τῇ ἀγερωχίᾳ τῆς νίκης, τῆς χαρᾶς αὐτῷ τοὺς ἀναπνευστικοὺς πόρους κατευρυνάσης καὶ πέρα τοῦ συνήθους ἐπισπᾶσθαι τὸ πνεῦμα κατεπειγούσης· παρ’ ὃ δὴ καί τινες ἔλαθον τελείως ἐκπεπνευκότες μὴ δυνηθέντες τοσοῦτον τὸ ἔκτοθεν ἐπισπάσασθαι πνεῦμα, ὅσον ἐξήρκεσε τὴν ἀπὸ τῆς χαρᾶς εὐρυχωρίαν πληρῶσαι. ~ VΔ. Addit V: ἢ ὅτι συναπέρχεται τῇ εὐρύτητι τοῦ συμπτώματος πᾶν τὸ ψυχικὸν πνεῦμα ὡς ἀπό τινος παρὰ λόγον ἐκραγέντος στόματος ἀμέτρως ἐκχεόμενον. ~

Κεραμεικῷ*] δύο ἦσαν Κεραμεικοὶ παρ’ Ἀθηναίοις, ὁ μὲν ἐν τῇ πόλει, ὁ δὲ ἔξω τῆς πόλεως. ἐνταῦθα οὖν τὸν ἐν τῇ πόλει λέγει τόπον. ~ ΓCVΟΩΔ

τὴν μικρολογίαν*] τὴν κνιπότητα. ~ ΓCVΟΩ

κορυζῶντα*] ὑπὸ τοῦ γήρως μύξας ἐκχέοντα· κόρυζαι γὰρ αἱ μύξαι. ~ ΓVΟΩΔ

ἑρμάτων*] ὑφάλων πετρῶν. ~ ΓVΟΩ

Ποικίλην*] Ποικίλη στοὰ ἦν παρ’ Ἀθηναίοις· ἐκαλεῖτο δ’ οὖν οὕτως ἐκ τῆς ποικίλης ἐν αὐτῇ ζωγραφίας. ~ ΓVΟΩΔ

διατεινομένους*] ἀμφισβητοῦντας. ~ ΓVΟΩΔ

τὸν πώγωνα ἐπισπασάμενος*] ἐπισύρας, χαλάσας. ~ ΓVΟΩΔ

Ἐπικούρειον*] Ἐπικούρειοι καὶ Στωικοὶ δύο γένη φιλοσόφων. τούτων οἱ μὲν Ἐπικούρειοι ἄνευ προνοίας ἔλεγον διοικεῖσθαι τὰ πράγματα, οἱ δὲ Στωικοὶ ὑπὸ προνοίας. ~ ΓVΟΩΔ

τὸν ἐπίτριπτον*] τὸν ἄξιον τοῦ ἐπιτριβῆναι, τουτέστι πληγῆναι. ~ ΓCVΟΩΔ

σαρδάνιον*] σαρδώνιος γέλως λέγεται ὁ ἐν ὑποκρίσει γινόμενος. ~ ΓVΟΩΔ

παρομαρτῶν] συνακολουθῶν. ~ V

τὸ κήρυγμα* τὸ ἐκ τοῦ νόμου] τοῦτο λέγεται, ὅτι, καθὼς ὁ συμβουλευτικὸς ὑφηγεῖται νόμος, ὃς ἱκανὸς γνώμην εἰσφέρειν, ἀνιστάσθω ἐρῶν, ὅτι καὶ ἔχει. ~ VΟΩΔ

τελείων*] νόμος ἐκέλευε παρ’ Ἀθηναίοις πρώτους λέγειν τοὺς ὑπὲρ τὰ πεντήκοντα ἔτη γεγονότας καὶ μετ’ αὐτῶν τοὺς λοιπούς. οὐκ ἐξῆν δὲ δημηγορῆσαι οὔτε τοῖς ἀτίμοις οὔτε τοῖς ξένοις οὔτε τοῖς μὴ καταλαβοῦσι τὴν ἔννομον ἡλικίαν. τὸ οὖν γινόμενον παρ’ Ἀθηναίοις παρὰ τοῖς θεοῖς νῦν ὑποτίθεται. ~ ΓCVΟΩΔ

τά γε ἀπὸ καρδίας*] λόγιον ἐπὶ τῶν ἀνεπικρύπτως καὶ ἀπερικαλύπτως λεγομένων μηδὲν ὑποβλεπομένου τοῦ λέγοντος, ἀλλ’ ὡς ἔνι τὸ πρᾶγμα διεξιόντος. ~ ΔVΟΩ

Θέμιν*] Θέμις ἐστὶν ἡ δίκη. καλῶς δὲ τὴν δίκην ὤμοσεν ὡς δικαίως τῶν θεῶν ἀπολαμβανόντων, ὅτι αὐτοὶ ἥμαρτον. ~ ΓVΟΩΔ

Ἅλυν*] Κροίσῳ τῷ Λυδῶν βασιλεῖ ἐρωτήσαντι, εἰ διαβῇ τὸν Ἅλυν κατὰ Κύρου τοῦ Περσῶν βασιλέως, ἀπεκρίνατο, ὅτι διαβὰς μεγάλην ἀρχὴν καταλύσει. ὁ δὲ ἀγνοήσας, ποίαν ἀρχήν, διαβὰς τὸν Ἅλυν τὴν ἰδίαν ἀπώλεσεν. ~ ΓVΟΩΔ

ὧ θεία Σαλαμίς*] Περσῶν καὶ Ἐλλήνων ναυμαχεῖν ἐν Σαλαμῖνι μελλόντων ἔχρησε τοῖς Ἕλλησιν ὁ Ἀπόλλων τοῦτον τὸν χρησμόν. λέγεται δὲ αὐτὸν Θεμιστοκλῆς ὁ Ἀθηναῖος νοῆσαι· οὐκ ἂν γάρ, φησί, θείαν ἐκάλει τὴν Σαλαμῖνα, εἰ ἐν αὐτῇ πίπτειν ἔμελλον Ἕλληνες, πόλιν οὖσαν Ἑλληνικήν· ὥστε τὸν τῶν Περσῶν προεμαντεύσατο θάνατον. ~ ΓVΟΩΔ

ἀγαπᾶν*] ἀρκεῖσθαι, εὐχαριστεῖν. ~ ΓVΔ

παρεγγράπτων*] πάντες οἱ πολῖται παρ’ Ἀθηναίοις ἐν γραμματείῳ ἐνεγράφοντο. εἴ τις οὖν μὴ ὢν πολίτης ἐνεγράφη παρ’ ἀξίαν, παρέγγραπτος ἐκαλεῖτο. διὰ τοῦτο τούτους παρεγγράπτους ὠνόμασεν. ~ ΓCVΟΩΔ

Θησεύς*] ὁ Αἰγεὺς Ἀθηναῖος ὢν ἐν Τροιζῆνι πόλει τῆς Πελοποννήσου συνεκαθεύδησεν Αἴθρᾳ τῇ θυγατρὶ τοῦ Πιτθέως, ἡ δὲ Αἴθρα ἐγέννησε τὸν Θησέα. ὁ τοίνυν Θησεὺς εἰς τὰς Ἀθήνας πρὸς τὸν πατέρα ἐρχόμενος πολλοὺς λῃστὰς εὑρὼν πάντας ἀπέκτεινεν ἐν τῇ ὁδῷ πορευόμενος. ~ ΓVΟΩΔ

Σκείρωνα* κτλ.] λῃσταὶ ἦσαν οὗτοι κατὰ τὴν ὁδὸν τὴν ἀπὸ Τροιζῆνος εἰς τὰς Ἀθήνας διάγοντες. ~ ΓVΟΩ

Πιτυοκάμπτην*] Φάλαρις ὁ Ἀκραγαντῖνος· οὗτος χαλεπωτάτας ἐπενόει κολάσεις. Βούσιρις ὁ Αἰγύπτιος· οὗτος ὠμὸς ἦν ὡς καὶ ἀνθρώπους ἐσθίειν. Διομήδης ὁ Θρᾷξ· οὗτος ἀνθρωποφάγους ἵππους εἶχε, καὶ οὓς ἐκράτει, ἔβαλλεν αὐτοῖς. Σκείρων ὁ λῃστής· οὗτος ἠνάγκαζε τοὺς παριόντας πλύνειν τοὺς πόδας ἐπὶ τῆς θαλάσσης καθημένους καὶ λακτίζων εἰς θάλασσαν ἔρριπτε καὶ ἡ χελώνη δεχομένη κατήσθιεν. Πιτυοκάμπτης· οὗτος λῃστὴς ὢν ἔκαμπτε πίτυς καὶ ἠνάγκαζε τοὺς παριόντας κρατεῖν, οἱ δ’ ἀναρριπτούμενοι ἀπώλλυντο. Λιτυέρσης· οὗτος σπείρων ἠνάγκαζε τοὺς παριόντας θερίζειν τοῦ θέρους ἐνισταμένου, εἰ δὲ ἀντέτειναν, ἔκτεινεν αὐτούς· Ἡρακλῆς δὲ τοῦτον ἀπέκτεινεν. Κερκυών· οὗτος ἄδικος ἦν τἆλλα ἐς τοὺς ξένους καὶ παλαίειν τὸν οὐ βουλόμενον διέφθειρεν· καὶ ὁ τόπος παλαίστρα ἐκαλεῖτο, ἐν ᾧ ᾤκει, πλησίον Ἐλευθερῶν· διέ φθειρε δὲ πάντας τοῦς καταστάντας αὐτῷ ἐς πάλην πλὴν Θησέως, Θησεὺς δὲ κατεπάλαισεν αὐτὸν σοφίᾳ πλέον· παλαιστικὸς γὰρ εὑρέθη Θησεὺς μεγέθει πρῶτον καὶ ῥώμῃ χρώμενος ἐς τὰς πάλας. Ἔχετος τῆς Ἠπείρου βασιλεὺς τιμωρητικώτατος. ~ ΓCVΟΩΔ

ἐργατικόν*] τὸν Ἡρακλέα. ~ ΓV