Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

κνισᾷ — βωμούς*] καπνὸν ἐν τοῖς βωμοῖς ἀπεργάζεται. ~ ΓV

μόνων καρπουμένων*] μόνων ἑστιωμένων. ~ Δ

ὑπέρσχῃ*] ὑπερβάλῃ, νικήσῃ. ~Δ

ἐξ Ὀλυμπίας*] γράφεται ἐκ Πίσης. ~ VΓ2ΟΩ

ἐκ Πίσης*] γράφεται ἐξ Ὀλυμπίας. ~Δ

— ] Πῖσα πόλις τῆς Ἠλιακῆς μοίρας Πελοποννήσου, καθ’ ἣν καὶ ἀγὼν ἐτελεῖτο τὰ Ὀλύμπια. ~ CVΟΩΔ

μνᾶν*] ἡ μνᾶ ἓξ δραχμὰς ἔχει, ἡ μνᾶ δὲ εἶχεν ἡ Ἀττικὴ δραχμὰς ρ’, ὥς φησι Πολυδεύκης [9, 59]. Εὔπολις Κόλαξιν [fr. 149. C. A. F. I 298 Κ.] ’δεῖπνον θὲς ρ′ δραχμάς’ καὶ ἐπιφέρει ’κόλαξιν οἶνον θὲς ἑτέραν μνᾶν’, δηλῶν, ὅτι μνᾶν εἴρηκε καὶ τὰς προτέρας ρ′ δραχμάς. ἡ μέντοι δραχμὴ εἶχεν ὀβολοὺς ϛ′ ὅθεν καὶ ἐπωβελία τὸ ἕκτον τοῦ τιμήματος. ~ ΓCVΟΩΔ

Γεραιστῷ*] Γεραιστὸς πόλις Εὐβοίας οὕτω μέχρι νῦν λεγομένη καὶ ὁ Ὠρεὸς πόλις Εὐβοίας, οὗ οἱ πολῖται Ὠρεῖται λέγονται. ~ ΔCVΟΩ. Addit Δ: μέμνηται Δημοσθένης [4, 34 cet. 8, 59 cet.]. ~

ἐρήμης*] ἐρήμη λέγεται, ἡνίκα ὁρισθείσης περὶ τῆς δίκης ἡμέρας ὁ εἷς τῶν ἀντιδίκων ἀπολειφθείη· τότε γὰρ οἱ δικασταὶ καταδικάζουσι τοῦ ἀπολειφθέντος ἐρήμην. ~ ΓVΟΩΔ

θυννῶδες*] ἐπειδὴ τὰς θύννας οὐ λόγῳ καὶ ἀμφισβητήσει νικῶμεν ἀλλὰ τριαίναις ἀναιροῦμεν, εἰκότως τὸ φονεῦσαι τὸν Δᾶμιν θυννῶδες ὠνόμασεν. ~ ΓVΟΩΔ

ἀμφήριστον*] ἀμφισβητήσιμον. ~ ΓV

χάριεν*] γελοιῶδες, ἀνόητον. ~ ΓVΟΩ

ἐς τὸ τῶν δώδεκα: ἀφ’ οὗ οἱ δώδεκα θεοὶ ἄρχειν ἐτάχθησαν, δηλονότι παυθείσης τῆς Κρόνου ἀρχῆς. ~ VΟΩΔ

ληξιαρχικόν*] δύο ἦσαν γραμματεῖα παρὰ τοῖς Ἀθηναίοις καὶ ἐν τῷ ἑνὶ ἐνεγράφοντο ἅμα τῷ γεννηθῆναι, ἐν δὲ τῷ ἑτέρῳ, ἡνίκα τῆς ἐννόμου ἡλικίας ἐγένοντο· τοῦτο δὲ ἐκαλεῖτο ληξιαρχικόν, ἐπειδὴ οἱ ἐγγραφόμενοι ἐν αὐτῷ κύριοι ἐγίνοντο τότε τῆς πατρῴας λήξεως, τουτέστι τοῦ κλήρου καὶ τῆς ὑποστάσεως. ~ ΓVΟΩΔ. Addit V: λῆξις γὰρ ἐκαλεῖτο ἡ πατρῴα κληρονομία. ἐπὶ οὖν τῶν ὀρφανῶν καταλειπομένων ὑπὸ ἐπιτρόπους παρεπέμπετο τὰ πατρῷα, ὡς ἂν αὐτῶν διεπόντων μὴ φθείροιτο τὰ τῶν ὀρφανῶν· εἶτα ἐπειδὰν ἐπὶ διετὲς οἱ ὀρφανοὶ ἥβησαν, ἐξῆν αὐτοῖς ἀπὸ τῶν νόμων εἰς τὸ ληξιαρχικὸν ἐγγραφέντας ἀναλαμβάνειν τὰ πατρῷα. τόδε ἦν τὸ τῆς λήξεως ἤτοι τῆς ἑαυτοῦ ἄρχειν κληρονομίας. τοῦτο νῦν ἐνταῦθα εἰς τὸν Ἀπόλλωνά φησιν ὁ Ζεὺς ὡς εἰ καὶ ἀγένειος εἶ καὶ τοῦτο αἰτιᾷ τὸ μὴ ἐξὸν εἶναί σοι λέγειν, ἀλλ’ οὖν ἔξεστι· πάλαι γὰρ τῆς αὐτεξουσιότητος ἐπελάβου, ὡς καὶ ὑπὲρ ἄλλου καὶ ὑπὲρ ἑαυτοῦ ἐξεῖναί σοι λέγειν καὶ γνώμην εἰσηγεῖσθαι τῷ βουλομένῳ. τὸ δὲ ὀλίγου δεῖν τῆς ἐπὶ Κρόνου βουλῆς ὤν ἀντὶ τοῦ σχεδὸν τῶν ἐπὶ Κρόνου τὴν βουλὴν συμπληρούντων θεῶν· ὀκτὼ γὰρ ἦσαν οἱ πάλαι θεοί, ὡς καὶ Ἡροδότῳ δοκεῖ τῷ Ἁλικαρνασσεῖ [cf. 2, 43]. ~

τῆς ἐπὶ Κρόνου* βουλῆς] ὁ Κρόνος, ὡς οἱ Ἕλληνες λέγουσι, πρῴην ἐβασίλευε τῶν θεῶν καὶ εἶχεν ἄλλους ια′ τοὺς σὺν αὐτῷ διοικοῦντας. διωχθεὶς δὲ τῆς βασιλείας ἐκ τοῦ Διὸς τοῦ ἰδίου υἱοῦ ἐβλήθη εἰς τὸν Τάρταρον καὶ μετὰ τοῦτο ἄλλη συνέστη βουλὴ τοῦ Διός. ~ ΓVΩΔ ἐφιέναι] συγχωρεῖν, ἐπιτρέπειν. ~ ΓV Ἑλικῶνι*] Βοιωτίας ὄρος, ἐν ᾧ διατρίβειν αἱ Μοῦσαι ἐλέγοντο. ~ ΓVΩΔ

γέλωτα ὀφλισκάνει*] γέλωτα χρεωστεῖ, ἀντὶ τοῦ γελᾶται. ~ ΓVΟΩΔ

βατταρίζων] τὸ ἐν τῇ συνηθείᾳ βερβερίζων. ~ CVΟΩΔ

— ] ὁ Βάττος· οὗτος τῆς κατὰ Κυρήνην ἀποικίας ἡγήσατο μογιλάλος τις ὤν. ἀπὸ τούτου καὶ τοὺς μὴ εὐθυστόμους μηδὲ τρανῇ κεχρημένους τῇ γλώσσῃ ἀλλ’ ἐπισεσυρμένως φθεγγομένους καὶ παρασήμως βατταρίζειν φασίν. ~ VΔ

συνεῖναι μὲν γάρ: ἀντὶ τοῦ διδάσκειν, ἐκπαιδεύειν. ~ VΟΩ

τοῦτο μὲν κτλ.] ἴδε, γόης τῷ ὄντι ἀμίμητος Λουκιανὸς οὑτοσί. ~ Δ

λοξὸς καλεῖται ὁ Ἀπόλλων διὰ τὸ λοξὰ μαντεύεσθαι, ὅ ἐστι στρεβλὰ καὶ ἄδηλα. ~ ΓVΟΩΔ

γριφώδης*] γρῖφός ἐστι τὸ προτεινόμενον δύσλυτον ζήτημα. γριφώδης οὖν εἶπεν ἀντὶ τοῦ ἀσαφής. ~ ΓVΟΩΔ

πλίνθους* χρυσᾶς] Κροῖσος γὰρ ὁ Λυδῶν βασιλεὺς χρυσᾶς αὐτῷ πλίνθους προσήγαγεν. ~ ΓVΟΩΔ

ἐν Δελφοῖς* κτλ.] ἐν τούτοις γὰρ τοῖς τόποις ὁ Ἀπόλλων, ὡς λέγουσιν, ἐμαντεύετο. ἔστι δὲ οἱ μὲν Δελφοὶ ἐν Φωκίδι, ἡ δὲ Κολοφὼν ἐν Ἀσίᾳ. ~ ΓVΟΩΔ

ἄρνεια κρέα κτλ.] τοῦτο γὰρ ὁ Κροῖσος ποιήσας ἔπεμψεν ἐρωτῶν αὐτόν, τί διαπράττεται, ἀποπειράζων. ~ ΓΟΩ

— ] Κροῖσος γὰρ ἀποπειρώμενος τοῦ ἐν Δελφοῖς μαντείου, εἰ ἀληθὲς εἴη, ἐποίει τοιοῦτο· θεοπρόπους εἰς Δελφοὺς ἀποστέλλων ἔταξεν αὐτοῖς ῥητὴν ἡμέραν μετὰ τὸ ἀφικέσθαι κατὰ ταύτην τὴν ἐμπρόθεσμον ἀνερέσθαι τὴν Πυθίαν, τί νῦν διατελεῖ πράττων ὁ Κροῖσος. ἐποίει δὲ ταῦτα τηνικάδε Κροῖσος· λέβητα εἰς λέβητα ἐπεμβαλών, εἶτα χελώνης κρέα καὶ ἀρνειοῦ συγκατακόψας καὶ τῷ λέβητι τῷ διπλῷ

ἐμβαλὼν ἥψει. ἅπερ ἅπαντα ἡ Πυθία ἀνεῖλεν ὡς ἐπράττετο, μάλιστα περὶ τῶν τῆς χελώνης κρεῶν
ὀδμή μ’ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης.
~ VΔ Addit Δ: ἡ ἱστορία πλατύτερον μετὰ τοῦ χρησμοῦ παρὰ Ἡροδότῳ [1, 47]. ~

κορυβαντῶδες*] μανιῶδες· οἱ γὰρ Κορύβαντες δαίμονές εἰσι περὶ τὴν Ῥέαν. ~ ΓVΟΩΔ

κατόχιμα*] μανιώδη. ~ ΓV

φρικώδη] φοβερά. ~ ΓV

ἐχέτλης*] ἐχέτλη τοῦ ἀρότρου τὸ κράτημα. ~ Δ

Θεμιστοκλέους*] καὶ γὰρ μόνος ὁ Θεμιστοκλῆς συνῆκε τοῦ δοθέντος Ἀθηναίοις χρησμοῦ, ὅτε περὶ Ἀθηνῶν ἐπὶ Ξέρξου ἐμαντεύοντο Ἀθηναῖοι, εἰ ἄμεινον αὐτοῖς ἐκλιπεῖν τὸ ἄστυ, καὶ ἀνεῖλεν ἡ Πυθία τὸ τεῖχος δὲ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς Τριτογενείῃ καὶ ὦ θεία Σαλαμίς, ἀπολεῖς δέ συ τέκνα γυναικῶν. ὡς οὖν μόνου Θεμιστοκλέους ἀνευρόντος, ὅτι καὶ λέγει ὁ χρησμός, τοῖς δ’ ἄλλοις ἀσυνέτου ὄντος, τοῦτο καὶ νῦν διασύρει ὁ Μῶμος, ὅτι σαφέστερα ταῦτα τοῦ χρησμοῦ ἐκείνου, ὡς μὴ δεῖσθαι Θεμιστοκλέους ἐξηγητοῦ. ~ VΔ. Addit Δ: ἡ ἱστορία πλατύτερον παρ’ Ἡροδότῳ [7, 141 sq.]. ~

μέτοικός* εἰμι] ἐπειδὴ ἄνθρωπος ὤν, ὡς λέγουσι, πρῴην γέγονε θεὸς καὶ εἰς οὐρανὸν μετῴκησεν. ~ ΓVΟΩΔ

Ἡράκλεις ἰώ*] τοῦτο εἰώθασιν ἐπὶ θαυμασμοῦ λέγειν. ~ ΓVΟΩΔ

— ] τὸ Ἡράκλεις ἐπίφθεγμα ἐκπληκτικόν. ἐκπληττόμενος οὖν τοῦτο πρὸς Ἡρακλέα φησίν. ~ ΔVΟΩ

Βοιώτιον*] οἱ γὰρ Βοιωτοὶ ἐπὶ ἀνοίᾳ διαβάλλονται, Βοιωτὸς δὲ ὁ Ἡρακλῆς. ~ ΓΔ

—: εἰς ἀμαθίαν ἐσκώπτοντο οἱ Βοιωτοί· ἀφ’ οὗ καὶ ἡ παροιμία Βοιωτία ὗς. ἐπεὶ οὖν Ἡρακλῆς Βοιωτός Ἀλκμήνης ἐξ γάρ —, δριμέως πάνυ ἐπέσκωπται· τὸ μὲν γὰρ προφανὲς τὸ ἀπὸ τοῦ τόπου ἐπισημαίνεται, τὸ δὲ νοούμενον εἰς ἀμαθίαν αὐτὸν διασύρει ὡς Βοιωτόν. ~ VΟΩΔ

στοάν* — Κυναιγείρῳ] ἐν ταύτῃ γὰρ τῇ στοᾷ τῇ λεγομένῃ Ποικίλῃ τὰ κατὰ Μαραθῶνα ἐγέγραπτο, ἐν Μαραθῶνι δὲ Ἀθηναῖοι Πέρσας ἐνίκησαν. Κυναίγειρος δὲ εἷς τῶν ἀριστευσάντων ἐν Μαραθῶνι κατὰ Περσῶν, ὁ δὲ Μιλτιάδης στρατηγὸς ἦν τότε τῶν Ἀθηναίων. ~ ΓCVΟΩΔ. Addunt VΔ: διασύρει δὲ καὶ τοὺς κατ’ ἐκεῖνο καιροῦ ῥήτορας ὡς συχνότερον τούτων μεμνημένους οὐδὲν δέον ἐν ταῖς δημηγορίαις ἀλλ’ ἐκπλήξεως χάριν τοῦ χυδαίου ὁμίλου, ὥσπερ καὶ αὐτὸς οὗτός φησι διαπαίζων ἐν τῷ Ῥητόρων διδάσκαλος [c. 18]. ~

εὖ γε*, οἴκοθεν ὁ μάρτυς] παροιμία ἐπὶ τῶν καθ’ ἑαυτῶν φερόντων μάρτυρας, τὸ ἐν τῇ συνηθείᾳ ἐξ οἴκου ἡ μαρτυρία. καλῶς οὖν ἐχρήσατο αὐτῇ, ἐπειδὴ κατὰ τῶν θεῶν νῦν ὁ Ἡρακλῆς ἐλάλησεν. ~ ΓVΟΩΔ

ἀγοραῖος*] Ἑρμῆς ὁ ἀγοραῖος ἐτιμᾶτο παρὰ τοῖς Ἀθηναίοις ὡς ἐν τῇ ἀγορᾷ ἱδρυμένος. εἰκότως δὲ ἀδελφὸν ἐκάλεσε τοῦ Ἑρμοῦ τὸ ἄγαλμα αὐτοῦ. ~ ΓVΟΩΔ

πίττης γοῦν ἀναπέπλασται*] οἱ γὰρ ποιοῦντες τοὺς ἀνδριάντας καὶ τὰ ἀγάλματα ἔθος ειἶχον περιπλάττειν τὸ ἄγαλμα τοῦ Ἑρμοῦ πίσσῃ καὶ οὕτω λαμβάνειν ἐξ αὐτοῦ ἐκτύπωμα, ἵνα πρὸς αὐτὸ ποιήσωσιν. ~ ΓVΟΩΔ

ὁσημέραι*] καθ’ ἑκάστην ἡμέραν. ~ ΓΔ

πισσούμενος: περιπλαττόμενος. ~ Γ

πιττούμενος] πίσσῃ πλαττόμενος. ~ V

κεκράκτας*] τοὺς τὰ μεγάλα κράζοντας. ~ ΓVΔ

Δᾶμίν* τε καί] μέλλοντος εἰπεῖν Ἑρμοῦ Δᾶμίν τε καὶ Τιμοκλέα ὁ Ζεὺς τὸ πρᾶγμα νοήσας ἀνακόπτει αὐτόν. ~ ΓVΟΩΔ

εἰ πάλαι*] εἰ ἐκ πολλοῦ. ~ ΓV

ἀκροβολισμοῖς*] ἀκροβολισμός ἐστιν, ὅτε, πρὶν συμβάλλουσιν οἱ πολέμιοι, ἀλλήλους βάλλουσι τοῖς βέλεσι καὶ τοῖς λίθοις. ~ ΓVΟΩΔ

παρὰ πολύ*] κατὰ πολύ. ~ Γ

εἶτ’* οἱ ἄνθρωποι] εὗρον οὕτως ἰὤνθρωποι, ἵν’ ιἦ σχετλιαστικὸν ἐπίρρημα συναληλιμμένον τῷ ἄνθρωποι. εἰώθασι δὲ οἱ μετρικοὶ τοῦτο ποιεῖν κἀν ταῖς παραθέσεσιν. ~ VΟΩ

ἰὤνθρωποι] τὸ ἐντελὲς ἰὼ ἄνθρωποι, σχετλιαστικὸν ἐπίρρημα συναληλιμμένον τῷ ἄνθρωποι. εἰώθασι δὲ οἱ μετρικοὶ τοῦτο ποιεῖν κἀν ταῖς παραθέσεσιν, ὁποῖον καὶ τὸ ἀληθινὰ ’γώ καὶ τὸ [Arist. Pac. 145]

ἐν Πειραιεῖ δήπου ’στὶ Κανθάρων λιμήν.
καὶ ἔτι οἱ καταλογάδην χρῶνται τῷ τοιούτῳ, ὡς καὶ Πλάτων [Clit. 407 A] ποῖ φέρεσθε, ὤνθρωποι; ἔστι γὰρ τὸ ἐντελὲς ὦ ἄνθρωποι. ~ Δ

καί σε μετίασιν*] καί σε μετέρχονται, ὅ ἐστι τιμωροῦνται. ~ ΓV

Ἀρέθα. σὺ δὲ τάξιν αὐτῶν ὀνομάζεις τὴν ἀνάγκην. τίνα ταύτην, βέλτιστε Δᾶμι, φῂς τὴν ἀνάγκην; ἔστι τις ἀνάγκη χηρεύουσα τοῦ καταναγκάζοντος; οὐκ ἂν σὺ πάντως ἐρεῖς σωφρονῶν, ὅτι μηδὲ διάθεσις τοῦ διατι

θέντος ἐκτὸς μηδὲ κίνησις τοῦ κινοῦντος χωρίς, μὴ ὅτι ἂν εἴποι τις τῶν ἐνυφισταμένων ἢ παρυφίστασθαι λεγομένων. εἰ δὲ καὶ φήσεις, ἤτοι ἐξ αὐτομάτου ἐρεῖς ἢ οὐκ ἐξ αὐτομάτου, καθότι μηδ’ ἔστι τούτων δυνατὸν μεταξὺ ἄλλο ἐπινοεῖν. ἀλλὰ ταύτην γε τὴν ἀνάγκην εἰ μὲν ἐξ αὐτομάτου, πρῶτον μὲν πῶς καὶ τί τὸ αὐτόματον τοῦτο, ὃ ταῖς ῥοπαῖς προσχρησάμενον τῶν στοιχείων καὶ ταῖς ποιότησιν οὕτως ἐντέχνως καὶ καταλλήλως τὰ διὰ τούτων ἀποτελεῖ; καὶ ἔτι τούτων τῶν ἀνωτέρω τίς τὰς ποιότητας ἢ πόθεν προαγαγὼν εἶτα κεράσας προσήγορον συνδρομὴν εἰς γένεσιν τῶν ἁπλουστέρων ἀπείργασται σωμάτων, ἀφ’ ὧν ἅπασι τοῖς ἐγκοσμίοις ἡ σύνθεσις, καὶ τὸ τοῖον πόθεν ἀλλὰ μὴ τοῖον εἶναι [καὶ] ἑκάστῳ ἀποκεκλήρωται, καὶ ταῦτα μιᾶς ἁπάντων φύσεως ἠρτημένων, ὅσον εἰς ὅρασιν καὶ ἁφὴν ἥκειν καὶ τόπῳ περιστοιχίζεσθαι; ἢ σύ μοι ἑώρακας πώποτε ξύλον εἰς χρυσὸν μεταβάλλον ἢ λίθον εἰς ξύλον καὶ ἔμπαλιν ἢ ἀνθρωπόμορφον λέοντα ἢ ῥύγχος ἄνθρωπον συὸς περικείμενον; πότε δὲ ἢ ποῦ σὺ τεθέασαι φυτὰ μὴ κατὰ ταὐτὰ τὴν βλάστην ἀεὶ καὶ τὰς ῥίζας ποιούμενα ἢ μὴ τῇ παρ’ ἀλλήλων διαδοχῇ τὸ ὁμοφυὲς διασώζοντα; ζῷα δὲ τίς τὸ παράπαν κατέλαβεν οὐχὶ κατὰ λόγον καὶ ὡς ἂν ὁ λόγος αἱρῇ δεδημιουργημένα κἀκεῖνα πάλιν τοῖς μετ’ αὐτὰ τὴν ὁμοιότητα παραπέμποντα; καὶ ἵνα πάλιν πρὸς τὰ ἀρχοειδέστερα τὸν λόγον ἀνάξωμεν φιλοτιμότερον, τίς αὐτοῖς ἐνέθηκε τοῖς στοιχείοις ῥοπὴν ἢ ταῖς καταλλήλοις ποιότησιν ἕκαστον τούτων κεράσας ταῖς αὐταῖς ταύταις καὶ
μάχεσθαι πρὸς ἄλληλα παρεσκεύασε καὶ πάλιν συνδεῖσθαι τοῖς ἐναντίοις νόμῳ φιλίας καὶ τάξεως; οὐκ ἂν γὰρ διέσῳζε ταῦτα τοὺς αὑτῶν ὅρους τὴν πρὸς τὸ ἕτερον ὑποστάντα κοινωνίαν, ἀλλὰ διέφθειρεν ἄλληλα τῶν κατακρα5 τουμένων ἀεὶ μερῶν ὁποτέρου τούτων θατέρῳ τῷ κατακρατοῦντι ἀφανιζομένων καὶ ταύτῃ τοῦ ἀλληλοφθόρου ἀνευρίσκοντος τὸ παρρησιάζεσθαι, οὐδὲ αὖ τὴν πρὸς τὸ ἀντίπαλον ἀνάκρασιν καὶ αὖθις διάλυσιν κατεδέχετο, μή τινος κρείττονος αἰτίας ἠπίως ἐνεισδιδούσης αὐτοῦ συγκρίνεσθαί τε καὶ διακρίνεσθαι καὶ πρὸς τὴν οἰκείαν ἠρέμα φύσιν ἀποκαθίστασθαι, τοῦ συγκεχύσθαι καὶ συμπεφύρθαι ἄγαν εὐκρινῶς προμηθουμένης τῷ διαστέλλοντι. σπένδεται γοῦν ξηρότης ὑγρότητι ψυχρότητος † πρὸς θερμότητα μεσιτευούσης ὑγρότητος ἐξανύονται, ἤδη καὶ πρὸς συμβάσεις ἀπεῖδεν ὑγρότητος ἡ ξηρότης θερμότητος ἐπικηρυκευσαμένης, καὶ τὸ θερμὸν αὖθις τῷ ψυχρῷ προσενείρει τὸ φίλιον ξηρότητος κατεργασαμένης τὸν σύνδεσμον. ἦ γὰρ οὐχὶ ξηρὰ μὲν ἡ γῆ καὶ ψυχρά, ψυχρὸν δὲ τὸ ὕδωρ καὶ ὑγρόν, ὑγρὸς δὲ ἀὴρ καὶ θερμός, θερμὸν δὲ τὸ πῦρ καὶ ξηρόν; ἀλλὰ ταῖς ἐναντίαις ταύταις ποιότησι καὶ μαχομέναις πῂ μὲν τὸ εἰρηναῖον διοικεῖται καὶ ἀστασίαστον ἡ ἐν γειτόνων τεταγμένη ποιότης, τῷ καταλλήλῳ προσαγομένη τὰ τέως διάφορα καὶ πρὸς ἐνώπιον σχέσιν τῆς τοῦ παντὸς διακοσμήσεως συμβιβάζουσα, τῇ δὲ τοῖς ἀσυμβάτοις τὴν ἔχθραν κρατύ
νασα ἐν ὅροις μένειν οἰκείοις ἐθέσπισε τῷ ἀπροσμίκτῳ τῶν πέλας οἰκονομοῦσα τὸ τούτοις σωτήριον. καὶ ὅτι μὲν οὐχὶ τὸ αὐτόματον τὴν σοφὴν ταύτην ἀνάγκην ὑπέστησε, δῆλον ἐντεῦθεν καὶ ὅτῳ μικρὸν συνέσεως μέτεστι. λείπεται δὴ τοῦ μὲν αὐτομάτου τῆς τοιαύτης παρεωσμένου ἀνάγκης ἑτέραν τινὰ ταύτης αἰτίαν πρεσβυτέραν ἐπιζητεῖν εἱρμῷ τινι καὶ λόγῳ σοφίας τὸ πᾶν καταναγκάζουσαν φέρεσθαι καὶ δύναμιν ἀκάματον τῇ προαγωγῇ τῶν ὄντων ἐντιθεῖσαν. εὕρηται δὲ τοῖς πάλαι σοφοῖς ὀργανική τις τῷ ὄντι ὑπὸ σοφῷ ταττομένη τεχνίτῃ, ἣν φύσιν ἤρεσε κατονομάζειν ἄτε τῶν φυομένων ἤτοι προαγομένων ὀργανικὴν αἰτίαν καὶ τελεσιουργὸν οὖσαν τῷ προσεχεῖ τῆς ποιήσεως. οὔκουν ἐξ αὐτομάτου τὰ τῆς ἀνάγκης· οὐδὲ γὰρ ἂν οὕτως εὐτάκτως προῄει τὰ παραγόμενα οὐδ’ εἰς ἀεὶ ὡσαύτως ἔχοντα, ἀλλ’ ἀνεπέφυρτο πάντα καὶ συνεκέχυτο καὶ τοῦτο ἐκεῖνο τὸ Δημοκρίτου ὁμοῦ πάντα χρήματα, καθότι καὶ τὸ αὐτόματον ἄστατον ἐν πρακτέοις αἰτίαν οἱ περὶ ταῦτα δεινοὶ ἀφορίζονται. εἰ δ’ οὐκ ἐξ αὐτομάτου τὸ τάξει προϊὸν ἀμηχάνῳ (πῶς γάρ;), οὐδ’ ἂν αὐτόματος ὁ κόσμος. ἀπολυόμενος δὲ τῆς αὐτομάτου ἀλόγου αἰτίας οὐδὲν ἄλλο τὴν ἀνάγκην ἡμᾶς δίδωσιν ἐπιγινώσκειν ἢ τὴν φύσιν
τῶν ὄντων ὑπὸ σοφῷ τῷ καταναγκάζοντι ὡς ὄργανον ταττομένην· ὃν δὴ θεὸν καὶ δημιουργὸν ὁ εὐσεβὴς ἀνευρηκὼς λογισμὸς ἔφορον καὶ τεχνίτην τοῦ παντὸς προευτρέπισεν. ~ Δ Mosq. 315

ὑπομόχθηρον*] ἀνόητον. ~ ΓVΟ

κηλεῖν*] θέλγειν. ~ ΓV

ἡ θυγάτηρ* καὶ ὁ ἀδελφὸς καὶ ἡ γυνή] ἡ Ἀθηνᾶ καὶ ὁ Ποσειδῶν καὶ ἡ Ἥρα. ~ ΓV

ἐξαπατᾷ κτλ.] πάντα ταῦτα Ὅμηρος περὶ τοῦ Διὸς εἶπε. καλῶς δὲ πάνυ τὸν Ὅμηρον αὐτὸν κατὰ τῶν Ἑλλήνων ἤνεγκε μάρτυρα. ~ ΓVΟΩ

οἱ θεοὶ ἐμονομάχουν κτλ.] ἐξεπίτηδες κατάπτυστα ταῦτα προσεπιβύεται τῇ διαλέξει, τὸν λόγον δολῶν καὶ ἵνα δοκῇ τι λέγειν ταῦτα ληρῶν. ~ Δ

σῶκος*] οὕτως ἐκαλεῖτο ὁ Ἑρμῆς οἱονεὶ σωσίοικος. ~ ΓVΟΩΔ

ἐριούνιος] ὠφελιμώτατος. ~ Δ

παρεκδύς*] παρεξελθών. ΓV

Πῶλον* κτλ.] οὗτοι ὑποκριταὶ ἦσαν ὑποκρινόμενοι τὰ τῶν τραγῳδιῶν δράματα. ~ ΓVΔ

ἐμβάτας*] τὰ ξύλα, ἃ ἐμβάλλουσιν ὑπὸ τοὺς πόδας οἱ τραγῳδοί, ἵνα φανῶσι μακρότεροι. ~ ΓVΟΩΔ. Addit Δ: οἱ λεγόμενοι Σπάνοι. ~

ποδήρεις*] τὰ μέχρι τῶν ποδῶν ἑλκόμενα ἱμάτια. ~ ΓVΔ. Addit : οὕτω γὰρ καὶ οἱ Σπάνοι παίζουσιν. ταῦτα δ’ εἰσὶν ὀνόματα τῆς σκηνικῆς σκευῆς, ιἧ ἐχρῶντο οἱ ὑποκριταί. ~

Εὐριπίδης* κτλ.] ἀλλ’ οὐδὲ τοῦτο ὡς ἐκ προσώπου Εὐριπίδου, μάταιε, ἀλλ’ ἐξ ἑτέρας ἀθεότητος εἰσηγουμένης. ποῦ

τὸ τοῦ ποιητοῦ πρόσωπον ἡ δραματουργία πώποτε ἐνεφάνισεν; ~ Δ

ἄλλοι ἄλλα νομίζουσι, Σκύθαι μὲν Ἀκινάκῃ θύοντες κτλ.] Ἀρέθα. ἀλλ’ οὐκ ἀπὸ τῆς πλάνου περὶ τὸ θεῖον ὑπολήψεως, ὦ τάν, τῶν γνώμην παρακεκινημένων 5 ἀνθρώπων ἤδη καὶ πρόφασιν ἂν θείημεν τοῦτο ἀνυπαρξίας, ὅτι μηδ’ ἀπὸ τῶν ἀποτευγμάτων φύσεως ἡ τέχνη μωμεῖται καὶ πρὸς ἀναίρεσιν τοῦ εἶναι ἐπηρεαστικῶς ἀποσκυβαλίζεται· οὐδὲ γὰρ γένεσις ζῴων ἀπὸ τῶν ἀμβλωμάτων καὶ τῶν τεράτων, οὐκ ὀφθαλμῶν ὄψις ἀπὸ τῶν καμόντων τε καὶ λημώντων καὶ τῶν ἀμβλυωττόντων, οὐμενοῦν· οὐ δεσπότης οἰκίας, εἴ τις τὸν θυρωρὸν ἢ τὸν τοῖς πταίσμασι διακονούμενον τῆς στροφῆς κατάρχειν αὐτῆς ἀλλ’ οὐ τὸν οἰκοδεσπότην οἴοιτο τῷ ὄντι ἐμβροντησίᾳ καταληπτός. οὐ πολλῷ πλέον ἡ γραφική, εἴ τις ἐμπλήκτως ἀπὸ καλαμίδος καὶ τῶν ὁμοίων αὐτῇ μέμφοιτο, ὁὶ μηδὲ τὰ γραφικὰ φάρμακα κεράσασθαι ἀξιόπιστοι καὶ ἱκνούμενοι τῇ τέχνῃ, οὐχ ὅτι καὶ εἶδος τὸ προτεθὲν ἐμμορφώσασθαι καὶ καταλλήλως τῇ φύσει τὴν μίμησιν συμπεράνασθαι. οὐκοῦν οὐδὲ τὸ θεῖον ἀναιρήσεις ἐκ τούτων ἐπισφαλῶς ἢ τῆς καθ’ ἡμᾶς αὐτὸ προνοίας ἀποσχολάσεις ἀπὸ τῶν ὡσπερεὶ μεθύοντα τὸ περὶ αὐτὸ σέβας κιβδηλευσάντων κνωδάλων θεοποιήσει τε καὶ ἀνιερώσει καὶ προσέτι ἀνθρώπων ἀκολάστων καὶ παλαιῶν. ~ Δ

Ἀκινάκῃ*] φρυγάνων φακέλους οἱ Σκύθαι συννήσαντες καὶ ὑπ’ αὐτῶν τῷ ὄγκῳ ἀκινάκην ἱδρύσαντες σιδήρεον θυσίας ἐπετείους προσάγουσι προβάτων καὶ ἵππων νομίζοντες αὐτὸν εἶναι τοῦ Ἄρεως τὸ ἄγαλμα. ~ ΓCVΟΩΔ

ἀμφηχής*] ἐκ τῶν δύο μερῶν ἠχῶν, τουτέστι βοῶν·

οὐδεὶς γὰρ ἤδει, περὶ τίνος ἔλεγεν, ὅτι τὸν Ἅλυν διαβὰς τὴν ἀρχὴν καταλύσει. διὰ τοῦτο δὲ καὶ διπρόσωπος. ~ ΓVΩΔ. Addunt VΩΔ: γράφεται δὲ ἀμφήρης, ἵν’ ᾖ ἀφ’ ἑκατέρου ἔριδα ποιῶν. ~

οἷοί εἰσι καὶ τῶν Ἑρμῶν ἔνιοι: οἱ Ἑρμαῖ τετράγωνοί τινες κίονες ἦσαν παρὰ τὰς ὁδοὺς ἱδρυμένοι ἄνω πρὸς τὸ ἄκρον εἰς κεφαλὴν ἔχοντες ἀνθρώπου μεμιμημένον τὸν λίθον. ἐνίοτε μὲν οὖν ἓν πρόσωπον εἶχεν ἡ κεφαλὴ ὡς πάντων ἀνθρώπων, ἔστι δ’ ὅτε καὶ δύο ἀφ’ ἑκατέρου μέρους. ᾐνίττετο δὲ αὐτοῖς ὁ Ἑρμῆς οὗτος τετράγωνος ὢν καὶ παρὰ τὰς ὁδούς. Ἑρμῆν τὸν λόγον βούλονται εἶναι. ἐσήμαινον οὖν τὸν βίον, ὃν διὰ τῆς ὁδοῦ παρεδήλουν, σὺν λόγῳ καὶ μετὰ λόγου πορεύεσθαι καὶ τοῦτον ἀληθῆ καὶ ἑδραῖον τὸ τετράγωνον ἀπεσάφει τοῦ σχήματος. διπρόσωπος δὲ ἐποιεῖτο εἰς ἔμφασιν τοῦ χρῆναι τοῖς φίλοις ἤτοι τοῖς τὴν αὐτὴν ἡμῖν ὁδὸν τοῦ βίου ἰοῦσι καὶ παροῦσι καὶ ἀποῦσιν ὁμοίως κατὰ διάθεσιν μένειν. ~ VΔ

— ] ὡραῖον. ~ Γ

Σαρδιανός*] ὁ ἀπὸ Σάρδεων· ἐν Σάρδεσι γὰρ ἦν τὰ τοῦ Κροίσου βασίλεια. ~ ΓVΩΔ

ἀμφιδέξιον*] ἀμφιδέξιος λέγεται ὁ ταῖς δύο χερσὶν ὡς δεξιαῖς χρώμενος. ἀμφιδέξιον οὖν ἐνταῦθα τὸ ἐκ τῶν δύο μερῶν νοούμενον. ~ ΓVΩΔ

ἕδη τὰ ἀγάλματα λέγει, παρὰ τὸ ἡδράσθαι. ~ VΩΔ

Ἀρτέμιδος*] ἐν γὰρ τῇ Σκυθίᾳ τοὺς κρατουμένους ξένους ἔθυον τῇ Ἀρτέμιδι. ~ ΓCVΩ

ἀνὴρ φείδεται κτλ.] ὡραῖον. ~Γ

ἐξ ἁμάξης*] ἐν τῇ ἑορτῇ τῶν Διονυσίων παρὰ τοῖς Ἀθηναίοις ἐπὶ ἁμαξῶν καθήμενοι ἔσκωπτον ἀλλήλους καὶ ἐλοι

δοροῦντο πολλά. παροιμία οὖν ἐκράτησεν ἐπὶ τοῦ ὑβριστικῶς κεχρημένου τὰ ἐξ ἁμάξης. ~ ΓVΩ

— ] ἐν τοῖς Διονυσίοις ἔθος εἶχον σκώπτειν ἀλλήλους συνιόντας καὶ τούτων ἀπάρχεσθαι τῷ παρακαλέσαντι δαίμονι μέθης ἐφόρῳ καὶ τοιούτοις ἀεὶ χαίροντι. καὶ ἵνα τοῦτο περιφανέστερον δρῷτο, ἐφ’ ἁμαξῶν ἀνέβαινον καὶ οὕτως ἔσκωπτον, ὡς ἐξ ὑπερδεξίου μᾶλλον εὐηκοώτεροι ὦσι. τοῦτο καὶ νῦν φησιν· ἐπεκράτησε γὰρ ἐξ ἐκείνων εἰς παροιμίαν χωρεῖν ἐπὶ τῶν ἀδεῶς ταῖς ὕβρεσι χρωμένων καὶ οὕτω λέγειν τὰ ἐξ ἀμάξης παρρησιάζειν. ~ Δ

τάφον*] τάφος ἦν ἐν τῇ Κρήτῃ καὶ ἐπεγέγραπτο ἐν αὐτῷ τοῦ Διὸς τάφος’ καὶ πρὸς αὐτὸν νῦν ἀποτείνεται. ~ ΓVΩΔ