Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

μέτοικός* εἰμι] ἐπειδὴ ἄνθρωπος ὤν, ὡς λέγουσι, πρῴην γέγονε θεὸς καὶ εἰς οὐρανὸν μετῴκησεν. ~ ΓVΟΩΔ

Ἡράκλεις ἰώ*] τοῦτο εἰώθασιν ἐπὶ θαυμασμοῦ λέγειν. ~ ΓVΟΩΔ

— ] τὸ Ἡράκλεις ἐπίφθεγμα ἐκπληκτικόν. ἐκπληττόμενος οὖν τοῦτο πρὸς Ἡρακλέα φησίν. ~ ΔVΟΩ

Βοιώτιον*] οἱ γὰρ Βοιωτοὶ ἐπὶ ἀνοίᾳ διαβάλλονται, Βοιωτὸς δὲ ὁ Ἡρακλῆς. ~ ΓΔ

—: εἰς ἀμαθίαν ἐσκώπτοντο οἱ Βοιωτοί· ἀφ’ οὗ καὶ ἡ παροιμία Βοιωτία ὗς. ἐπεὶ οὖν Ἡρακλῆς Βοιωτός Ἀλκμήνης ἐξ γάρ —, δριμέως πάνυ ἐπέσκωπται· τὸ μὲν γὰρ προφανὲς τὸ ἀπὸ τοῦ τόπου ἐπισημαίνεται, τὸ δὲ νοούμενον εἰς ἀμαθίαν αὐτὸν διασύρει ὡς Βοιωτόν. ~ VΟΩΔ

στοάν* — Κυναιγείρῳ] ἐν ταύτῃ γὰρ τῇ στοᾷ τῇ λεγομένῃ Ποικίλῃ τὰ κατὰ Μαραθῶνα ἐγέγραπτο, ἐν Μαραθῶνι δὲ Ἀθηναῖοι Πέρσας ἐνίκησαν. Κυναίγειρος δὲ εἷς τῶν ἀριστευσάντων ἐν Μαραθῶνι κατὰ Περσῶν, ὁ δὲ Μιλτιάδης στρατηγὸς ἦν τότε τῶν Ἀθηναίων. ~ ΓCVΟΩΔ. Addunt VΔ: διασύρει δὲ καὶ τοὺς κατ’ ἐκεῖνο καιροῦ ῥήτορας ὡς συχνότερον τούτων μεμνημένους οὐδὲν δέον ἐν ταῖς δημηγορίαις ἀλλ’ ἐκπλήξεως χάριν τοῦ χυδαίου ὁμίλου, ὥσπερ καὶ αὐτὸς οὗτός φησι διαπαίζων ἐν τῷ Ῥητόρων διδάσκαλος [c. 18]. ~

εὖ γε*, οἴκοθεν ὁ μάρτυς] παροιμία ἐπὶ τῶν καθ’ ἑαυτῶν φερόντων μάρτυρας, τὸ ἐν τῇ συνηθείᾳ ἐξ οἴκου ἡ μαρτυρία. καλῶς οὖν ἐχρήσατο αὐτῇ, ἐπειδὴ κατὰ τῶν θεῶν νῦν ὁ Ἡρακλῆς ἐλάλησεν. ~ ΓVΟΩΔ

ἀγοραῖος*] Ἑρμῆς ὁ ἀγοραῖος ἐτιμᾶτο παρὰ τοῖς Ἀθηναίοις ὡς ἐν τῇ ἀγορᾷ ἱδρυμένος. εἰκότως δὲ ἀδελφὸν ἐκάλεσε τοῦ Ἑρμοῦ τὸ ἄγαλμα αὐτοῦ. ~ ΓVΟΩΔ

πίττης γοῦν ἀναπέπλασται*] οἱ γὰρ ποιοῦντες τοὺς ἀνδριάντας καὶ τὰ ἀγάλματα ἔθος ειἶχον περιπλάττειν τὸ ἄγαλμα τοῦ Ἑρμοῦ πίσσῃ καὶ οὕτω λαμβάνειν ἐξ αὐτοῦ ἐκτύπωμα, ἵνα πρὸς αὐτὸ ποιήσωσιν. ~ ΓVΟΩΔ

ὁσημέραι*] καθ’ ἑκάστην ἡμέραν. ~ ΓΔ

πισσούμενος: περιπλαττόμενος. ~ Γ

πιττούμενος] πίσσῃ πλαττόμενος. ~ V

κεκράκτας*] τοὺς τὰ μεγάλα κράζοντας. ~ ΓVΔ

Δᾶμίν* τε καί] μέλλοντος εἰπεῖν Ἑρμοῦ Δᾶμίν τε καὶ Τιμοκλέα ὁ Ζεὺς τὸ πρᾶγμα νοήσας ἀνακόπτει αὐτόν. ~ ΓVΟΩΔ

εἰ πάλαι*] εἰ ἐκ πολλοῦ. ~ ΓV

ἀκροβολισμοῖς*] ἀκροβολισμός ἐστιν, ὅτε, πρὶν συμβάλλουσιν οἱ πολέμιοι, ἀλλήλους βάλλουσι τοῖς βέλεσι καὶ τοῖς λίθοις. ~ ΓVΟΩΔ

παρὰ πολύ*] κατὰ πολύ. ~ Γ

εἶτ’* οἱ ἄνθρωποι] εὗρον οὕτως ἰὤνθρωποι, ἵν’ ιἦ σχετλιαστικὸν ἐπίρρημα συναληλιμμένον τῷ ἄνθρωποι. εἰώθασι δὲ οἱ μετρικοὶ τοῦτο ποιεῖν κἀν ταῖς παραθέσεσιν. ~ VΟΩ

ἰὤνθρωποι] τὸ ἐντελὲς ἰὼ ἄνθρωποι, σχετλιαστικὸν ἐπίρρημα συναληλιμμένον τῷ ἄνθρωποι. εἰώθασι δὲ οἱ μετρικοὶ τοῦτο ποιεῖν κἀν ταῖς παραθέσεσιν, ὁποῖον καὶ τὸ ἀληθινὰ ’γώ καὶ τὸ [Arist. Pac. 145]

ἐν Πειραιεῖ δήπου ’στὶ Κανθάρων λιμήν.
καὶ ἔτι οἱ καταλογάδην χρῶνται τῷ τοιούτῳ, ὡς καὶ Πλάτων [Clit. 407 A] ποῖ φέρεσθε, ὤνθρωποι; ἔστι γὰρ τὸ ἐντελὲς ὦ ἄνθρωποι. ~ Δ

καί σε μετίασιν*] καί σε μετέρχονται, ὅ ἐστι τιμωροῦνται. ~ ΓV

Ἀρέθα. σὺ δὲ τάξιν αὐτῶν ὀνομάζεις τὴν ἀνάγκην. τίνα ταύτην, βέλτιστε Δᾶμι, φῂς τὴν ἀνάγκην; ἔστι τις ἀνάγκη χηρεύουσα τοῦ καταναγκάζοντος; οὐκ ἂν σὺ πάντως ἐρεῖς σωφρονῶν, ὅτι μηδὲ διάθεσις τοῦ διατι

θέντος ἐκτὸς μηδὲ κίνησις τοῦ κινοῦντος χωρίς, μὴ ὅτι ἂν εἴποι τις τῶν ἐνυφισταμένων ἢ παρυφίστασθαι λεγομένων. εἰ δὲ καὶ φήσεις, ἤτοι ἐξ αὐτομάτου ἐρεῖς ἢ οὐκ ἐξ αὐτομάτου, καθότι μηδ’ ἔστι τούτων δυνατὸν μεταξὺ ἄλλο ἐπινοεῖν. ἀλλὰ ταύτην γε τὴν ἀνάγκην εἰ μὲν ἐξ αὐτομάτου, πρῶτον μὲν πῶς καὶ τί τὸ αὐτόματον τοῦτο, ὃ ταῖς ῥοπαῖς προσχρησάμενον τῶν στοιχείων καὶ ταῖς ποιότησιν οὕτως ἐντέχνως καὶ καταλλήλως τὰ διὰ τούτων ἀποτελεῖ; καὶ ἔτι τούτων τῶν ἀνωτέρω τίς τὰς ποιότητας ἢ πόθεν προαγαγὼν εἶτα κεράσας προσήγορον συνδρομὴν εἰς γένεσιν τῶν ἁπλουστέρων ἀπείργασται σωμάτων, ἀφ’ ὧν ἅπασι τοῖς ἐγκοσμίοις ἡ σύνθεσις, καὶ τὸ τοῖον πόθεν ἀλλὰ μὴ τοῖον εἶναι [καὶ] ἑκάστῳ ἀποκεκλήρωται, καὶ ταῦτα μιᾶς ἁπάντων φύσεως ἠρτημένων, ὅσον εἰς ὅρασιν καὶ ἁφὴν ἥκειν καὶ τόπῳ περιστοιχίζεσθαι; ἢ σύ μοι ἑώρακας πώποτε ξύλον εἰς χρυσὸν μεταβάλλον ἢ λίθον εἰς ξύλον καὶ ἔμπαλιν ἢ ἀνθρωπόμορφον λέοντα ἢ ῥύγχος ἄνθρωπον συὸς περικείμενον; πότε δὲ ἢ ποῦ σὺ τεθέασαι φυτὰ μὴ κατὰ ταὐτὰ τὴν βλάστην ἀεὶ καὶ τὰς ῥίζας ποιούμενα ἢ μὴ τῇ παρ’ ἀλλήλων διαδοχῇ τὸ ὁμοφυὲς διασώζοντα; ζῷα δὲ τίς τὸ παράπαν κατέλαβεν οὐχὶ κατὰ λόγον καὶ ὡς ἂν ὁ λόγος αἱρῇ δεδημιουργημένα κἀκεῖνα πάλιν τοῖς μετ’ αὐτὰ τὴν ὁμοιότητα παραπέμποντα; καὶ ἵνα πάλιν πρὸς τὰ ἀρχοειδέστερα τὸν λόγον ἀνάξωμεν φιλοτιμότερον, τίς αὐτοῖς ἐνέθηκε τοῖς στοιχείοις ῥοπὴν ἢ ταῖς καταλλήλοις ποιότησιν ἕκαστον τούτων κεράσας ταῖς αὐταῖς ταύταις καὶ
μάχεσθαι πρὸς ἄλληλα παρεσκεύασε καὶ πάλιν συνδεῖσθαι τοῖς ἐναντίοις νόμῳ φιλίας καὶ τάξεως; οὐκ ἂν γὰρ διέσῳζε ταῦτα τοὺς αὑτῶν ὅρους τὴν πρὸς τὸ ἕτερον ὑποστάντα κοινωνίαν, ἀλλὰ διέφθειρεν ἄλληλα τῶν κατακρα5 τουμένων ἀεὶ μερῶν ὁποτέρου τούτων θατέρῳ τῷ κατακρατοῦντι ἀφανιζομένων καὶ ταύτῃ τοῦ ἀλληλοφθόρου ἀνευρίσκοντος τὸ παρρησιάζεσθαι, οὐδὲ αὖ τὴν πρὸς τὸ ἀντίπαλον ἀνάκρασιν καὶ αὖθις διάλυσιν κατεδέχετο, μή τινος κρείττονος αἰτίας ἠπίως ἐνεισδιδούσης αὐτοῦ συγκρίνεσθαί τε καὶ διακρίνεσθαι καὶ πρὸς τὴν οἰκείαν ἠρέμα φύσιν ἀποκαθίστασθαι, τοῦ συγκεχύσθαι καὶ συμπεφύρθαι ἄγαν εὐκρινῶς προμηθουμένης τῷ διαστέλλοντι. σπένδεται γοῦν ξηρότης ὑγρότητι ψυχρότητος † πρὸς θερμότητα μεσιτευούσης ὑγρότητος ἐξανύονται, ἤδη καὶ πρὸς συμβάσεις ἀπεῖδεν ὑγρότητος ἡ ξηρότης θερμότητος ἐπικηρυκευσαμένης, καὶ τὸ θερμὸν αὖθις τῷ ψυχρῷ προσενείρει τὸ φίλιον ξηρότητος κατεργασαμένης τὸν σύνδεσμον. ἦ γὰρ οὐχὶ ξηρὰ μὲν ἡ γῆ καὶ ψυχρά, ψυχρὸν δὲ τὸ ὕδωρ καὶ ὑγρόν, ὑγρὸς δὲ ἀὴρ καὶ θερμός, θερμὸν δὲ τὸ πῦρ καὶ ξηρόν; ἀλλὰ ταῖς ἐναντίαις ταύταις ποιότησι καὶ μαχομέναις πῂ μὲν τὸ εἰρηναῖον διοικεῖται καὶ ἀστασίαστον ἡ ἐν γειτόνων τεταγμένη ποιότης, τῷ καταλλήλῳ προσαγομένη τὰ τέως διάφορα καὶ πρὸς ἐνώπιον σχέσιν τῆς τοῦ παντὸς διακοσμήσεως συμβιβάζουσα, τῇ δὲ τοῖς ἀσυμβάτοις τὴν ἔχθραν κρατύ
νασα ἐν ὅροις μένειν οἰκείοις ἐθέσπισε τῷ ἀπροσμίκτῳ τῶν πέλας οἰκονομοῦσα τὸ τούτοις σωτήριον. καὶ ὅτι μὲν οὐχὶ τὸ αὐτόματον τὴν σοφὴν ταύτην ἀνάγκην ὑπέστησε, δῆλον ἐντεῦθεν καὶ ὅτῳ μικρὸν συνέσεως μέτεστι. λείπεται δὴ τοῦ μὲν αὐτομάτου τῆς τοιαύτης παρεωσμένου ἀνάγκης ἑτέραν τινὰ ταύτης αἰτίαν πρεσβυτέραν ἐπιζητεῖν εἱρμῷ τινι καὶ λόγῳ σοφίας τὸ πᾶν καταναγκάζουσαν φέρεσθαι καὶ δύναμιν ἀκάματον τῇ προαγωγῇ τῶν ὄντων ἐντιθεῖσαν. εὕρηται δὲ τοῖς πάλαι σοφοῖς ὀργανική τις τῷ ὄντι ὑπὸ σοφῷ ταττομένη τεχνίτῃ, ἣν φύσιν ἤρεσε κατονομάζειν ἄτε τῶν φυομένων ἤτοι προαγομένων ὀργανικὴν αἰτίαν καὶ τελεσιουργὸν οὖσαν τῷ προσεχεῖ τῆς ποιήσεως. οὔκουν ἐξ αὐτομάτου τὰ τῆς ἀνάγκης· οὐδὲ γὰρ ἂν οὕτως εὐτάκτως προῄει τὰ παραγόμενα οὐδ’ εἰς ἀεὶ ὡσαύτως ἔχοντα, ἀλλ’ ἀνεπέφυρτο πάντα καὶ συνεκέχυτο καὶ τοῦτο ἐκεῖνο τὸ Δημοκρίτου ὁμοῦ πάντα χρήματα, καθότι καὶ τὸ αὐτόματον ἄστατον ἐν πρακτέοις αἰτίαν οἱ περὶ ταῦτα δεινοὶ ἀφορίζονται. εἰ δ’ οὐκ ἐξ αὐτομάτου τὸ τάξει προϊὸν ἀμηχάνῳ (πῶς γάρ;), οὐδ’ ἂν αὐτόματος ὁ κόσμος. ἀπολυόμενος δὲ τῆς αὐτομάτου ἀλόγου αἰτίας οὐδὲν ἄλλο τὴν ἀνάγκην ἡμᾶς δίδωσιν ἐπιγινώσκειν ἢ τὴν φύσιν
τῶν ὄντων ὑπὸ σοφῷ τῷ καταναγκάζοντι ὡς ὄργανον ταττομένην· ὃν δὴ θεὸν καὶ δημιουργὸν ὁ εὐσεβὴς ἀνευρηκὼς λογισμὸς ἔφορον καὶ τεχνίτην τοῦ παντὸς προευτρέπισεν. ~ Δ Mosq. 315

ὑπομόχθηρον*] ἀνόητον. ~ ΓVΟ

κηλεῖν*] θέλγειν. ~ ΓV

ἡ θυγάτηρ* καὶ ὁ ἀδελφὸς καὶ ἡ γυνή] ἡ Ἀθηνᾶ καὶ ὁ Ποσειδῶν καὶ ἡ Ἥρα. ~ ΓV

ἐξαπατᾷ κτλ.] πάντα ταῦτα Ὅμηρος περὶ τοῦ Διὸς εἶπε. καλῶς δὲ πάνυ τὸν Ὅμηρον αὐτὸν κατὰ τῶν Ἑλλήνων ἤνεγκε μάρτυρα. ~ ΓVΟΩ

οἱ θεοὶ ἐμονομάχουν κτλ.] ἐξεπίτηδες κατάπτυστα ταῦτα προσεπιβύεται τῇ διαλέξει, τὸν λόγον δολῶν καὶ ἵνα δοκῇ τι λέγειν ταῦτα ληρῶν. ~ Δ

σῶκος*] οὕτως ἐκαλεῖτο ὁ Ἑρμῆς οἱονεὶ σωσίοικος. ~ ΓVΟΩΔ

ἐριούνιος] ὠφελιμώτατος. ~ Δ

παρεκδύς*] παρεξελθών. ΓV

Πῶλον* κτλ.] οὗτοι ὑποκριταὶ ἦσαν ὑποκρινόμενοι τὰ τῶν τραγῳδιῶν δράματα. ~ ΓVΔ

ἐμβάτας*] τὰ ξύλα, ἃ ἐμβάλλουσιν ὑπὸ τοὺς πόδας οἱ τραγῳδοί, ἵνα φανῶσι μακρότεροι. ~ ΓVΟΩΔ. Addit Δ: οἱ λεγόμενοι Σπάνοι. ~

ποδήρεις*] τὰ μέχρι τῶν ποδῶν ἑλκόμενα ἱμάτια. ~ ΓVΔ. Addit : οὕτω γὰρ καὶ οἱ Σπάνοι παίζουσιν. ταῦτα δ’ εἰσὶν ὀνόματα τῆς σκηνικῆς σκευῆς, ιἧ ἐχρῶντο οἱ ὑποκριταί. ~

Εὐριπίδης* κτλ.] ἀλλ’ οὐδὲ τοῦτο ὡς ἐκ προσώπου Εὐριπίδου, μάταιε, ἀλλ’ ἐξ ἑτέρας ἀθεότητος εἰσηγουμένης. ποῦ

τὸ τοῦ ποιητοῦ πρόσωπον ἡ δραματουργία πώποτε ἐνεφάνισεν; ~ Δ

ἄλλοι ἄλλα νομίζουσι, Σκύθαι μὲν Ἀκινάκῃ θύοντες κτλ.] Ἀρέθα. ἀλλ’ οὐκ ἀπὸ τῆς πλάνου περὶ τὸ θεῖον ὑπολήψεως, ὦ τάν, τῶν γνώμην παρακεκινημένων 5 ἀνθρώπων ἤδη καὶ πρόφασιν ἂν θείημεν τοῦτο ἀνυπαρξίας, ὅτι μηδ’ ἀπὸ τῶν ἀποτευγμάτων φύσεως ἡ τέχνη μωμεῖται καὶ πρὸς ἀναίρεσιν τοῦ εἶναι ἐπηρεαστικῶς ἀποσκυβαλίζεται· οὐδὲ γὰρ γένεσις ζῴων ἀπὸ τῶν ἀμβλωμάτων καὶ τῶν τεράτων, οὐκ ὀφθαλμῶν ὄψις ἀπὸ τῶν καμόντων τε καὶ λημώντων καὶ τῶν ἀμβλυωττόντων, οὐμενοῦν· οὐ δεσπότης οἰκίας, εἴ τις τὸν θυρωρὸν ἢ τὸν τοῖς πταίσμασι διακονούμενον τῆς στροφῆς κατάρχειν αὐτῆς ἀλλ’ οὐ τὸν οἰκοδεσπότην οἴοιτο τῷ ὄντι ἐμβροντησίᾳ καταληπτός. οὐ πολλῷ πλέον ἡ γραφική, εἴ τις ἐμπλήκτως ἀπὸ καλαμίδος καὶ τῶν ὁμοίων αὐτῇ μέμφοιτο, ὁὶ μηδὲ τὰ γραφικὰ φάρμακα κεράσασθαι ἀξιόπιστοι καὶ ἱκνούμενοι τῇ τέχνῃ, οὐχ ὅτι καὶ εἶδος τὸ προτεθὲν ἐμμορφώσασθαι καὶ καταλλήλως τῇ φύσει τὴν μίμησιν συμπεράνασθαι. οὐκοῦν οὐδὲ τὸ θεῖον ἀναιρήσεις ἐκ τούτων ἐπισφαλῶς ἢ τῆς καθ’ ἡμᾶς αὐτὸ προνοίας ἀποσχολάσεις ἀπὸ τῶν ὡσπερεὶ μεθύοντα τὸ περὶ αὐτὸ σέβας κιβδηλευσάντων κνωδάλων θεοποιήσει τε καὶ ἀνιερώσει καὶ προσέτι ἀνθρώπων ἀκολάστων καὶ παλαιῶν. ~ Δ

Ἀκινάκῃ*] φρυγάνων φακέλους οἱ Σκύθαι συννήσαντες καὶ ὑπ’ αὐτῶν τῷ ὄγκῳ ἀκινάκην ἱδρύσαντες σιδήρεον θυσίας ἐπετείους προσάγουσι προβάτων καὶ ἵππων νομίζοντες αὐτὸν εἶναι τοῦ Ἄρεως τὸ ἄγαλμα. ~ ΓCVΟΩΔ

ἀμφηχής*] ἐκ τῶν δύο μερῶν ἠχῶν, τουτέστι βοῶν·

οὐδεὶς γὰρ ἤδει, περὶ τίνος ἔλεγεν, ὅτι τὸν Ἅλυν διαβὰς τὴν ἀρχὴν καταλύσει. διὰ τοῦτο δὲ καὶ διπρόσωπος. ~ ΓVΩΔ. Addunt VΩΔ: γράφεται δὲ ἀμφήρης, ἵν’ ᾖ ἀφ’ ἑκατέρου ἔριδα ποιῶν. ~

οἷοί εἰσι καὶ τῶν Ἑρμῶν ἔνιοι: οἱ Ἑρμαῖ τετράγωνοί τινες κίονες ἦσαν παρὰ τὰς ὁδοὺς ἱδρυμένοι ἄνω πρὸς τὸ ἄκρον εἰς κεφαλὴν ἔχοντες ἀνθρώπου μεμιμημένον τὸν λίθον. ἐνίοτε μὲν οὖν ἓν πρόσωπον εἶχεν ἡ κεφαλὴ ὡς πάντων ἀνθρώπων, ἔστι δ’ ὅτε καὶ δύο ἀφ’ ἑκατέρου μέρους. ᾐνίττετο δὲ αὐτοῖς ὁ Ἑρμῆς οὗτος τετράγωνος ὢν καὶ παρὰ τὰς ὁδούς. Ἑρμῆν τὸν λόγον βούλονται εἶναι. ἐσήμαινον οὖν τὸν βίον, ὃν διὰ τῆς ὁδοῦ παρεδήλουν, σὺν λόγῳ καὶ μετὰ λόγου πορεύεσθαι καὶ τοῦτον ἀληθῆ καὶ ἑδραῖον τὸ τετράγωνον ἀπεσάφει τοῦ σχήματος. διπρόσωπος δὲ ἐποιεῖτο εἰς ἔμφασιν τοῦ χρῆναι τοῖς φίλοις ἤτοι τοῖς τὴν αὐτὴν ἡμῖν ὁδὸν τοῦ βίου ἰοῦσι καὶ παροῦσι καὶ ἀποῦσιν ὁμοίως κατὰ διάθεσιν μένειν. ~ VΔ

— ] ὡραῖον. ~ Γ

Σαρδιανός*] ὁ ἀπὸ Σάρδεων· ἐν Σάρδεσι γὰρ ἦν τὰ τοῦ Κροίσου βασίλεια. ~ ΓVΩΔ

ἀμφιδέξιον*] ἀμφιδέξιος λέγεται ὁ ταῖς δύο χερσὶν ὡς δεξιαῖς χρώμενος. ἀμφιδέξιον οὖν ἐνταῦθα τὸ ἐκ τῶν δύο μερῶν νοούμενον. ~ ΓVΩΔ

ἕδη τὰ ἀγάλματα λέγει, παρὰ τὸ ἡδράσθαι. ~ VΩΔ

Ἀρτέμιδος*] ἐν γὰρ τῇ Σκυθίᾳ τοὺς κρατουμένους ξένους ἔθυον τῇ Ἀρτέμιδι. ~ ΓCVΩ

ἀνὴρ φείδεται κτλ.] ὡραῖον. ~Γ

ἐξ ἁμάξης*] ἐν τῇ ἑορτῇ τῶν Διονυσίων παρὰ τοῖς Ἀθηναίοις ἐπὶ ἁμαξῶν καθήμενοι ἔσκωπτον ἀλλήλους καὶ ἐλοι

δοροῦντο πολλά. παροιμία οὖν ἐκράτησεν ἐπὶ τοῦ ὑβριστικῶς κεχρημένου τὰ ἐξ ἁμάξης. ~ ΓVΩ

— ] ἐν τοῖς Διονυσίοις ἔθος εἶχον σκώπτειν ἀλλήλους συνιόντας καὶ τούτων ἀπάρχεσθαι τῷ παρακαλέσαντι δαίμονι μέθης ἐφόρῳ καὶ τοιούτοις ἀεὶ χαίροντι. καὶ ἵνα τοῦτο περιφανέστερον δρῷτο, ἐφ’ ἁμαξῶν ἀνέβαινον καὶ οὕτως ἔσκωπτον, ὡς ἐξ ὑπερδεξίου μᾶλλον εὐηκοώτεροι ὦσι. τοῦτο καὶ νῦν φησιν· ἐπεκράτησε γὰρ ἐξ ἐκείνων εἰς παροιμίαν χωρεῖν ἐπὶ τῶν ἀδεῶς ταῖς ὕβρεσι χρωμένων καὶ οὕτω λέγειν τὰ ἐξ ἀμάξης παρρησιάζειν. ~ Δ

τάφον*] τάφος ἦν ἐν τῇ Κρήτῃ καὶ ἐπεγέγραπτο ἐν αὐτῷ τοῦ Διὸς τάφος’ καὶ πρὸς αὐτὸν νῦν ἀποτείνεται. ~ ΓVΩΔ

ἀκάτια οἱ μὲν τοὺς μεγάλους καὶ μέσους καλοῦσιν ἱστούς, ὡς καὶ Πολυδεύκει τῷ ὀνοματολόγῳ [1, 91] δοκεῖ· εἰσὶ δ’ οἳ καὶ τὰ παρ’ ἡμῖν λεγόμενα κάρυα ἀκάτιά φασιν, οἷς ἡ κεραία ἀνέλκεται. ~ VCΩΔ

ἀλλ’ ὦ θεοφιλέστατε Τιμόκλεις, τὸν μὲν κυβερνήτην ἐκεῖνον εἶδες ἂν ἀεὶ τὰ ξυμφέροντα ἐπινοοῦντα καὶ πρὸ τοῦ καιροῦ παρασκευαζόμενον καὶ προστάττοντα τοῖς ναύταις, ἀλυσιτελὲς δὲ οὐδὲ ἄλογον οὐδὲν εἶχέ τι ἡ ναῦς, ὃ μὴ χρήσιμον πάντως καὶ ἀναγκαῖον ἦν πρὸς τὴν ναυτιλίαν αὐτοῖς· ὁ δὲ σὸς οὗτος κυβερνήτης, ὃν τῇ μεγάλῃ ταύτῃ νηὶ ἐφεστάναι ἀξιοῖς, καὶ οἱ ξυνναῦται αὐτοῦ οὐδὲ εὐλόγως οὐδὲ κατὰ τὴν ἀξίαν διατάττουσι κτλ.]

Τοῦ αὐτοῦ πρὸς τὸ ὑπὸ τοῦ δυσσεβοῦς Λουκιανοῦ λήρημα ὡς φθονερὸν ὅτι τὸ θεῖον.
Καὶ τί τῶν ἀσυμφόρων, κατάρατε, ὁ καλὸς οὗτος διετάξατο
κυβερνήτης, εἰ, ὅ σοι φεύγει τὴν αἴσθησιν, οὐδ’ εἶναι τὴν ἀρχὴν ὁμολογεῖται; ἀλλ’ εἰ τοῦτο, οὐδὲν μὲν πλέον ἕξει τοῦ ἀποτελέσματος ὁ τεχνίτης, κενὸν δέ σοι καὶ τὸ σῶμα ψυχῆς, ὅτι μὴ κατὰ ταὐτὰ τοῖς οἰκείοις ἀεὶ μέλεσιν ἐνεργεῖ ἀλλὰ τῇ χρείᾳ συμπεριάγει καταλλήλως τὰ ὄργανα· οὔτε γὰρ ὀφθαλμῷ συμφέρον ἀτενὲς διαπαντὸς ἐνορᾶν οὔτε χειρὶ τὴν αὐτὴν χώραν καταλαμβάνειν ἢ τοῖς δακτύλοις τὸ συνεσπάσθαι μόνον καὶ ἐξηπλῶσθαι. εἰ δὲ καὶ στρατοπέδῳ ποτὲ περιέτυχες, ἆρά γε, καίτοι πάντες ἄνθρωποι, πάντας αὐτοὺς εἶδες ἐπὶ τῆς πρώτης τάξεως ἐφεστῶτας ἢ τοῖς αὐτοῖς τεύχεσιν ἐπαρηρότας, ἀλλ’ οὐχὶ τὸν μὲν ἐπὶ τῆς φάλαγγος τὸ γενναῖον ἐπιδεικνύντα, τὸν δὲ κατὰ βάθους γνωριζόμενον, τὸν δὲ τὸ δεξιὸν κέρας ἔχοντα, τὸν δὲ τὸν οὐραγόν, ἢ ὡς ἂν οὖν ἡ τάξις ἀεὶ τοῦ καιροῦ δίδωσι καὶ ἐφιστάμενον καὶ ἐφορμῶντα τοῖς ἀντιπάλοις; ἀλλ’ οὐ τὸν μὲν σφενδόνῃ, τὸν δὲ παλτῷ, εἰ τύχοι, ἄλλον (οὐ σύ γε πάντως ἐρεῖς) κοντῷ, μακρῷ ἕτερον εἰς τὸ νικᾶν προθυμούμενον, καὶ τῷ μὲν γυμνῷ θώρακος ἀριστεύειν ὑπόν, τὸν δὲ κατάφρακτον τοῖς ἐχθροῖς συμπλεκόμενον; ἆρ’ οὖν ἔσθ’ ὅστις λογισμοῦ κύριος διαστασιάζοντας ἀλλήλοις εἴποι γε τούτους ὁρῶν ἢ τῷ διαφόρῳ τῆς ἐνεργείας τὸ ἄτακτον τούτοις ἢ τὸ ἀπρομηθὲς ἐπικαλεῖν ἔχοι τῷ στρατηγῷ ὡς οὐχὶ πάντας τῆς αὐτῆς ἀξιώσαντι τάξεως; ἐγὼ μὲν οὐκ οἶμαι, εἰ μὴ καὶ προσεπαινέσεται τοῦτον, τῇ ποικιλίᾳ τῆς τάξεως καὶ τῷ δοκοῦντι ἀτάκτῳ τε καὶ ἀλυ
σιτελεῖ τὸ ἐν πολέμοις ἄμαχον κατορθοῦντος. σὺ δὲ τοσοῦτον ἐλλεβόρου προσδέῃ καὶ οὕτω κορύζης περίπλεως εἶ καὶ προσδεόμενος τίτθης, ἥ σε ἀπομύξει, καλῶς ἐκείνη γε νήπια ποιοῦσα, ὥστε τὴν ἀνθρωπίνην ζωὴν καὶ τὸ ταύτης εὔδαιμον ἐν τῇ τοῦ λαιμοῦ τίθεσθαι ἀπολαύσει καὶ τῶν κατὰ σῶμα ἡδέων· χοιρώδης ὡς ἔοικεν ἄνθρωπος εἶ γαστρὶ τὸ ἀγαθὸν περιορίζων καὶ πλέον οὐδὲν οἰόμενος τῶν παρόντων ἀλλὰ συγκαταλύειν τῷ βίῳ καὶ τὴν ψυχήν. τοιούτῳ δ’ ἀνδρὶ οὐδεὶς φθόνος καὶ τούτων ἀλογιστότερα τερατεύεσθαι. καίτοι γε — εἰρήσεται γὰρ οὐχ ἕνεκά γε σοῦ ἀλλὰ τῶν ἐντυγχανόντων — οὐδὲ ταῦτα ἃ διακομίζεις γενναῖά σου καὶ σοφὰ ὑποδείγματα τοσοῦτόν σοι τὸ βούλημα κατανύσσει, ὅσον προΐσταται, καὶ εἰς τὸ ἐναντίον περιτρέπει τὰ πράγματα. εἰ γάρ σοι ἡ κατὰ τὸν παρόντα βίον εὔροια τῶν πραγμάτων τῆς ἀνθρωπίνης ἀρετῆς ἀντάλλαγμα ὑπισχνεῖται καὶ τοῦτο μόνον τὴν πρόνοιαν ἐμπεδοῖ καὶ διὰ τοῦτό σοι Καλλίας μὲν καὶ Σαρδανάπαλος καὶ εἴ τις ἄλλος κατ’ ἐκείνους ἁβρὸς καὶ ἀκόλαστος καὶ ὑπὸ τρυφῆς διαρρέων παρὰ πάντα τὸν βίον τῆς τοῦ παντὸς ἐποπτείας τὸν σοφὸν ἀπελαύνουσι κυβερνήτην, λέγεις μέν τι, οὐ μέντοι γε καὶ ὅσον σοφὸς ἂν οἰηθείη ἀνήρ. οὔτε γὰρ τὸ κατὰ ῥοῦν τι συμφέρεσθαι τὴν τύχην ἀνθρώπου ἀρετῆς ἀμοιβή (ἦ γὰρ ἂν οὐδεὶς τὸ παράπαν ἀρετῇ προεῖχε Σαρδαναπάλου) οὔτε τὸ πένεσθαι πονηρᾶς καὶ ἀνοσίου τεκμήριον βιοτῆς· τί γὰρ ἂν Σωκράτους. ὀλεθριώτερον ἢ μοχθηρότερον ἐπ’ αὐτὸ τὸ τῆς ἀπορίας βάραθρον κατεσπασμένου; ἀλλὰ τὰ μὲν ἀδιάφορα, καὶ εἴ τι σοὶ ταῦτα σφάλλει τὴν πρόνοιαν, ἐπανορθούτω πάλιν μυρίων μὲν πονηρῶν κολαζομένη κακοπραγία, οἵ γε δὴ μέχρι τυμπάνων καὶ βρόχων προάγονται καὶ σταυρῶν ἀκουσίων καὶ
εἴ τι ἄλλο κολαστήριον ὑπολείπεται ὄργανον, ἀμυθήτων δὲ ἀνδρῶν ἀγαθῶν εὐποτμία, οἷς γε οὐ μόνον τὸ παρὰ πάντων τῶν ἄλλων κατὰ τὰ παρόντα σεβάσμιον ἀπέχρησε (τοσοῦτον αὐτῶν τὸ παρὰ πᾶσι ζηλωτὸν καὶ μακάριον), ἀλλά γε δὴ καὶ δικασταὶ τοῖς ἐν Ἅιδου ἀνθρώποις κατέστησαν, καὶ ταῦτα οὐδὲ ἠπειρώτιδός τινος γῆς οὐδὲ περιφανοῦς ἐκ δὲ νήσων Αἰγίνης οἶμαι καὶ Κρήτης ὁρμώμενοι. οὔκουν τὸ βίου σπανίζειν κακὸν οὐδὲ τὸ πᾶσιν ἐνευθηνεῖσθαι μακάριον οὐδ’ ἀμοιβαὶ ταῦτα τῶν βεβιωμένων οὐδ’ ἐκ παντὸς μεταδιωκτέα τοῖς σωφρονοῦσιν, οἵ γε καὶ διαβέβληνται πρὸς τὸ σῶμα σθένει παντὶ καὶ τὰς τούτου περιίστανται ἡδονὰς ὡς ἐμπόδιον σπουδαίῳ καὶ φιλοσόφῳ καὶ πόρρω πέμπειν ἀρετῆς ἐπισταμένας· οἳ δὴ ταῦτα φευκτέα ἡγούμενοι πολύν σου τὸν λῆρον κατασκεδάσουσιν, εἴ γε αὐτὴν ἀξιοῖς ἆθλον ἀρίστου βίου τὴν ἀκόλαστον προτιθέναι ζωήν. τί γὰρ ἐμποδὼν ἐθελήσασι μόνον τὰ τῆς τύχης Ἀριστείδῃ μὲν καὶ Φωκίωνι δωροδοκοῦσι, Σωκράτει δὲ καταδεχομένῳ τὸ ἐκ Περσῶν ἢ Ἀρχελάου βασιλέως χρυσίον; ἀλλ’ οὐκ ἐποίησαν ταῦτα οὐδ’ ἐγγὺς τούτων· εὖ γὰρ ᾔδεσαν τὴν ἀνειμένην ζωήν, οὐ μόνον οὐκ ἀρετῆς ἆθλον ἀλλὰ καὶ ἐμπόδιον τῆς ὡς ἀληθῶς ἀνθρώπου ζωῆς, παράγουσαν τὸν ἡγεμόνα νοῦν τῆς ἑαυτοῦ ἀσχολίας καὶ πρὸς τὴν ἄλογον περισπᾶσθαι βιοτὴν κατεπείγουσαν, ποτῶν καὶ σιτίων καὶ τῶν ἄλλων ἡδυπαθειῶν τὸν ἑσμὸν ὑποτιθεμένην. εἰ τοίνυν ὡς ἀνθρώποις σωφρονοῦσι ταῦτα βδελυκτά τε καὶ ἀποτρόπαια, πόσῳ, εἰ μὴ καὶ πλεῖστον ὅσον, θεὸν τούτων ὑπερανεστηκότα οὐκ ἐμπληξίας μὴ ταῦτα παρέχειν βροτοῖς τῆς τῶν γηίνων περιορίζειν προνοίας; φθονεροῦ γοῦν ἀλλ’ οὐκ ἀγαθοῦ δήπουθεν δεῖγμα, ἐν οἷς
ἀπρακτεῖν πέφυκε τὰ καλά, ταῦτά γε τοῖς ἀρετὴν μετιοῦσιν ἐπιδαψιλεύεσθαι. ὁρᾷς, οὗ σοι τὰ σοφά, Λουκιανέ, περιτρέπεται ὑποδείγματα· ἃ γὰρ σχολήν σοι δοκεῖ θεοῦ προνοίας περιποιεῖν, ὅτι μὴ τοῖς ἀγαθοῖς βραβεύεται τῶν ἀνθρώπων, ταῦτά σοι φθονερὸν τὸν παρέξοντα ἀποφαίνει. ἀλλ’ οὔτε φθόνου τὸ θεῖον (ἄπαγε) οὔτε τινὸς ἄλλου πάθους ἡ μόνη μακαρία τε φύσις καὶ ἀνώλεθρος ἐντὸς κατασταίη· οἷς δὲ τὸ εὐδόκιμον κατὰ ἕκαστον ἡμῶν ἀπενέγκασθαι προορᾷ, τούτοις αὐτὸν καὶ μεθίεται συγκροτεῖν. καὶ διερρύηκέ σοι, μᾶλλον δὲ περιτέτραπται, τὸ γενναῖον ὑπόδειγμα, ὑφ’ οὗ τὴν πρόνοιαν ἐπῆλθεν ἀναιρεῖν, προνοίας τὰ πάντα ἀποδεδειγμένα μεστά. εἰ δέ τινες παρ’ ἑκάτερον. τὸ πλουτεῖν φημι καὶ τὸ πένεσθαι, κακῶς ἑάλωσαν ἀρετῇ κεχρημένοι, ἐννόησον, ὁπόσον ἂν οὗτοι κάκιον διεγένοντο πρὸς τὸ τοῦ βίου ἀντίθετον μετατεταγμένοι. ταῦτά σοι πρὸς τοὺς παρόντας λήρους, ὡς ἂν μήτ’ αὐτὸς κατεπαίροιο πρὸς ἄμαχόν τινα λόγων ἰσχὺν διεξάγων τοὺς λόγους μήθ’ οὓς βούλει ἐντὸς τῶν σεαυτοῦ καταστήσας ἀρκύων τύχῃς τοῦ σκοποῦ. ~ Mosq. 315

πρότονος*] τὸ σχοινίον, εἰς ὃ δεσμοῦσι τὸν ἱστόν. ~ ΓVΩΔ

χηνίσκος*] τὸ τῆς πρῴρας μέρος, οὗ ἀπήρτηνται αἱ ἄγκυραι, ὃ καὶ τῆς τρόπιδός ἐστιν ἀρχή. ~ ΓVΩΔ. Addit Δ: εἰσὶ δ’ οἱ μᾶλλον τὸ τῆς πρύμνης ἔφασαν ἄκρον, πρὸς ὃ ἐπιζεύγνυνται αἱ ἐπωτίδες τῆς νεώς. πλήν, ὁποτέρως ἔχοι,— quae sequuntur, etiam in V leguntur — χηνίσκος ἐλέγετο, ὅτι χηνὸς κεφαλὴν μορφοῦντες οἱ ναυπηγοὶ ἐπετίθεσαν τῷ ἄκρῳ, τάχα τὸ πλοῖον εἰς χῆνα ἀπεικάζοντες

ἢ τοῦ εὐοιωνιστοῦ χάριν, ὡς ἀβάπτιστος αὐτοῖς ἡ ναῦς διατελοίη τρόπον χηνὸς ὑπερνέουσα τῶν κυμάτων. ~

διμοιρίτην*] ὁ τοῦ διμοίρου τῶν ἐν τῇ νηὶ ἄρχων. ~ ΓVΩΔ

τριμοιρίτην*] ὁ τοῦ τρίτου μέρους ἄρχων. ~ ΓVΩ

— ] οὕτως ἐλέγοντο οἱ μὴ τὸν ἐντελῆ μισθὸν λαμβάνοντες στρατιῶται τῷ μὴ εἶναι τὴν στρατιῶτιν ἀρετὴν τέλειοι. ~ VΩΔ

κατακολυμβῆσαι* κτλ.] πάντα ταῦτα λέγει ὡς ὀνόματα τῶν ἐν τῷ πλοίῳ σκευῶν, ἃ μεταφορικῶς ἐπὶ ἀνθρώπων νοητέον, ὅτι οἱ μὲν ὀφείλοντες καλῶς πράττειν ἀτυχοῦσιν, οἱ δὲ ἄδικοι εὖ πράττουσιν. ~ VΓΩΔ

Σωκράτης καὶ Φωκίων Ἀθηναῖοι ἦσαν ἀμφότεροι ἐπ’ ἀρετῇ θαυμαζόμενοι, ὁ μὲν φιλόσοφος, ὁ δὲ στρατηγός. ~ ΓVΩΔ

ὁ μὲν Καλλίας οὗτος, ὡς Κρατῖνος Ἀρχιλόχοις [fr. 11. C. A. F. I K.] φησίν, Ἱππονίκου υἱὸς ἦν τὸν δῆμον Μελιτεύς, ὡς Ἀριστοφάνης Ὥραις [fr. 572. C.A.F. I 538 Κ.], πλούσιος καὶ πασχητιῶν καὶ ὑπὸ πορνιδίων διαφορούμενος καὶ κόλακας τρέφων. εἰς δὲ στιγματίαν αὐτὸν Κρατῖνος [fr. 11] κωμῳδεῖ ὡς ἕνα τῶν καταχρέων· οἱ γὰρ δανειζόμενοι τὰς κτήσεις ὑπετίθεσαν καὶ ἐπέγραφον αὐτὰς πρὸς τὸ γινώσκεσθαι, ὅτι ὑποθῆκαί εἰσιν· ὅθεν καὶ Μένανδρος [fr. 968. C. A. F. III 247 K.] ἄστικτον χωρίον εἰώθει λέγειν τὸ ἀνεπιδάνειστον. κωμῳδεῖ δὲ αὐτὸν Κρατῖνος [fr. 11] καὶ ὡς Φώκου γυναῖκα μοιχεύσαντα καὶ τρία τάλαντα δόντα εἰς τὸ μὴ κριθῆναι. — ὁ δὲ Μειδίας ὀρτυγοκόπος ἦν, ὡς Πλάτων Περιάλγει [fr. 108. C. A. F. I 630 Κ.],

καὶ περὶ τὰ ὅμοια δεινός· καὶ ὡς πονηρὸν δὲ καὶ κόβαλον καὶ τῶν δημοσίων νοσφιστὴν Φρύνιχος [fr. 41. C. A. F. I 381 Κ.] καὶ Πλάτων [cf. fr. 108] διαβάλλουσιν. — ὁ δὲ Σαρδανάπαλος υἷὸς ἦν Ἀνακυνδαράξου τοῦ Μήδου καὶ βασιλεὺς Ἀσσυρίων τρυφῇ πεπραμένος καὶ γυναιξὶ τὸν πάντα βίον ἐκδαπανῶν· διὸ καὶ ἐπὶ τούτου ἡ τῶν Ἀσσυρίων κατελύθη ἀρχή. ~ VΔ. Addit Δ: ὁ δὲ Φῶκος οὗτος μοιχαλίδα εἶχε γυναῖκα, ἐφ’ ᾗ καὶ ἑάλω Καλλίας. ~

τοίχου*] τοῖχος λέγεται οὐ μόνον ἐπὶ οἴκου ἀλλὰ καὶ ἐπὶ πλοίου. ~ ΓVΩΔ

κατὰ* ῥοῦν προχωρεῖ] κατὰ ῥοῦν φέρεται. ἐπὶ τῶν εὐπλοούντων ὁ λόγος, ὅτε πρὸς ῥεῦμα φερόμενοι τὸν ἴδιον πλοῦν ἀνύουσιν. ~ ΓCVΩΔ. Addunt CVΩΔ: διότι δὲ ἀπὸ τοῦ πλοῦ τὸ παράδειγμα, διὰ τοῦτο καὶ νῦν τῷ πλησίστιος ἐχρήσατο. ~

ἱερὰν — ἄγκυραν*] ἄγκυρά ἐστιν ἐν τῇ νηὶ ἡ μεγίστη, ἣν καλοῦσιν ἱεράν. αὕτη δέ, ὅτε μέγας καταλάβῃ κίνδυνος, τελευταία βάλλεται. εἶπεν οὖν τοῦτο ὡς μέλλων τελευταῖον εἰπεῖν ἐπιχειρημάτων τὸ πάντων μέγιστον. ~ ΓVΩΔ

τυμβωρύχε* κτλ.] καλῶς πάνυ εἰσήγαγε τὸν Τιμοκλέα πρὸς ὕβρεις τραπέντα· τοῦτο γὰρ ἔθος τοῖς ἡττωμένοις. ~ VΓΩΔ

κατατρυφῶντα*] πάνυ ἐπὶ τῆς νίκης ἐπιγελῶντα. ~ ΓVΩ

σύρφαξ: ὑποκορισμὸς τοῦ συρφετοῦ. ~ CVΔ

Ζωπύρου*] τοῦ Δαρείου πολιορκοῦντος τὴν Βαβυλῶνα καὶ μὴ δυναμένου παραλαβεῖν αὐτὴν ὁ Ζώπυρος κόψας ἑαυτοῦ τὰ ὦτα καὶ τῆν ῥῖνα καὶ μαστιγώσας ἑαυτὸν

προσῆλθε τοῖς Bαβυλωνίοις ὡς παρὰ Δαρείου ταῦτα παθών. οἱ δὲ νομίσαντες αὐτὸν ἀληθῆ λέγειν κατεπίστευσαν αὐτῷ τὴν πόλιν, ὁ δὲ προέδωκε τῷ Δαρείῳ τὴν Βαβυλῶνα. καὶ διὰ τοῦτο ἰδὼν αὐτὸν ὁ Δαρεῖος εἶπεν ἠβουλόμην σεσῳσμένον ἔχειν τὸν Ζώπυρον ἢ μυρίας μοι Βαβυλῶνας ὑπάρχειν. ~ ΓV

— ] Δαρείου τοῦ Μήδου Βαβυλῶνι τῇ πρὸς τὸν Εὐφράτην προσεδρεύοντος καὶ ἑλεῖν ταύτην δι’ ἰσχυρότητα καὶ ἀσφάλειαν μὴ δυναμένου Ζώπυρός τις ἀνὴρ τῶν ἐν τέλει Δαρείῳ προσελθὼν ἠξίου μαστιγώσαντα αὑτὸν καὶ λωβησάμενον ὤτων ἀφαιρέσει καὶ ῥινὸς ἀφεῖναι πορευθῆναι πρὸς Βαβυλῶνα τρόπον αὐτομόλου. οὕτως δὲ διαθεμένου αὐτὸν Δαρείου ἀπῄει φυγὰς δῆθεν πρὸς τοὺς Βαβυλωνίους. οἱ δὲ τὸ ἀνήκεστον ἰδόντες τοῦ πάθους ἐλπίσαντες ἀδιάλλακτα αὐτῷ τὰ πρὸς Δαρεῖον ἔσεσθαι καί τι καὶ δρᾶσαι τοῦτον ἀντάξιον τῆς τοιαύτης αἰκίας διανοηθῆναι πιστόν τε ἡγήσαντο ἑαυτοῖς Ζώπυρον καὶ ἐν τοῖς μάλιστα εὐεργέταις. καὶ δὴ φέροντες αὑτούς τε καὶ τὴν πόλιν ἐνεχείρισαν Ζωπύρῳ· ὅς μετ’ ὀλίγον Δαρείῳ ἑαυτὸν ἐνεχείρισεν αὐτῇ παραθήκῃ. ἐφ’ οἷς τοῦτο Δαρείῳ ἀνεφωνήθη τὸ ἐβουλόμην Ζώπυρον ἔχειν ἢ μυρίας Βαβυλῶνας εὐπορηκέναι. ~ Δ