Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

⸢Συμπόσιον ἢ Λαπίθαι ἐπιγέγραπται⸣· ἀφωμοίωται γὰρ τῷ πολέμῳ τοῖς ἐπὶ τῶν γάμων τοῦ Πειρίθου τετελεσμένοις· κἀκεῖ γὰρ οἱ ⸢Κένταυροι με⸣θυσθέντες εἶτα ταῖς τῶν Λαπιθῶν γυναιξὶν ὑβριστικῶς ἐπιθέμενοι μέχρι τραυμάτων καὶ φόνων προὐχώρησαν, ἀφ’ οὗ καὶ πρὸς πόλεμον προὔβησαν ἄσπονδον. ~ ⸢V⸣ΜΟΩΔ

ἐν Ἀρισταινέτου] οἰκίᾳ. ~ Γ

ἔξω βέλους*] δεξιώτατα κέχρηται τούτῳ ἀπὸ τῶν πολέμων ἐπὶ τὴν προκειμένην ὑπόθεσιν μεταλαβών· ἐπὶ μὲν γὰρ τῶν πολέμων ἔξω φασὶ βέλους τοὺς ἀπωτέρω τυγχάνοντας βολῆς. ἐνταῦθα δέ, ἐπειδὴ πρὸς τῇ ἑστιάσει πόλεμος μεθυόντων συνερρώγει, εἶτα τἀκεῖ γεγενημένα διηγεῖσθαι καθ’ ἡσυχίαν προὔκειτο, παίζων φησὶν ὅτι διηγοῦ ἡμῖν προθύμως ὑπ’ οὐδενὸς ἅτε διοχλούμενος τῶν πεπραγμένων· ἔξω γὰρ τυγχάνομεν ὄντες τοῦ χθεσινοῦ πολέμου καὶ τῆς ἐκεῖ παροινίας. ~ VMΟΩΔ

ἑωλοκρασίαν*] ἡνίκα συνέπινον ἀλλήλοις παρ’ Ἀθηναίοις οἱ νέοι, ἐπὶ ἑκάστου κρατὴρ οἴνου ἐτίθετο, καὶ εἴ τις ἐκαθεύδησε μὴ πιὼν τὸν ἴδιον κρατῆρα, πρωὶ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἐξεχέετο καὶ ἐκαλεῖτο τοῦτο ἑωλοκρασία·

ἕωλον γάρ ἐστι τὸ χθεσινόν. εἴρηται οὖν ἐνταῦθα μεταφορικῶς ἀντὶ τοῦ ὕβριν. ~ ΓVMΟUΩΔ

ἀμυστί*] ἄνευ τοῦ μῦσαι καὶ κλεῖσαι τὸ στόμα. ~ ΓVΜΟΩΔ

ἀλλὰ ἥξεις κτλ.] σημείωσαι. ~ Γ2

τὸ μηδὲν πρὸς ὀργήν καὶ τὸ ἀλλ’ ὅπως μὴ πρὸς πολλοὺς ἐρεῖς τὰ δύο κῶλα ἐλλείπουσι τῶν αὐτοτελῶν ῥημάτων κατ’ ἔθος Ἀττικόν· τὸ μὲν πρῶτον τοῦ σχοίης ἐλλείπει, τὸ δὲ τοῦ σκόπει. ~ VMOΩΔ. Addit Δ: ὡς πολλάκις παρεθέμεθα. ~

λαβύρινθος ἦν οἴκημα σκολιώτατον· καὶ ἐπεὶ σκολιὸς ἦν ἐν ταῖς ζητήσεσι, διὰ τοῦτο ἐπεκλήθη Λαβύρινθος. ~ ΓVΟΩΔ

κοπίδα*] μάχαιραν. ~ ΓV

θεοπρεπὴς κτλ.] σημείωσαι. ~ Γ2VΟ