Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

καταίροντος*] καταπλέοντος, κατερχομένου. ~ V

παρήκουον] ὅρα τὸ παρήκουον. ~ φ

οὐκ ἀγαπῶν*] οὐκ ἀρκούμενος. ~ ΓVφMΩ

ἐν ἴσῳ δὲ κεῖσθαι τοῦ φόβου] ἀντὶ τοῦ διηνεκῆ κεκτῆσθαι τὸν φόβον μηδὲν πλεονεκτούσης τῆς ἀφοβίας ἀλλ’ ἐν ἴσῳ ταλαντευομένης τῷ φόβῳ. ~Γ2 VφMΟΩ

κισήρεως* καὶ κεφαλαργίας] κίσηλις γὰρ τινές φασι καὶ κεφαλαλγία. ~ VΓ2ΜΟΩ

γναφείῳ*] κναφεῖον μὲν γὰρ γράφεται. γνάφαλα δὲ τὰ ἀποξύσματα. ~ VΓ2φMΟΩ

μόγις*] μόλις ἡ κοινή, μόγις δὲ Ἀθηναῖοι. ~ VΓ2MΟΩ

Λυσίμαχος] οὗτος γὰρ πρῶτος ἤρξατο τῆς τοῦ σ̄ εἰς τὸ τ̄ μεταβολῆς τέτταρα κατατολμήσας εἰπεῖν καὶ τήμερον. ~ VφMΟΩ

ἀνέκαθεν] ἄνωθεν. ~ V

ἀφαιρουμένῳ*] ἀντὶ τοῦ ἀποστερουμένῳ. ἢ καὶ ὅτι τὸ ἀφελέσθαι αἰτιατικῇ συντάσσεται. Ὅμηρος [Α 299]

ἐπεί μ’ ἀφέλεσθέ γε δόντες.
~ VΓ2φMΟΩ

γρύζειν*] γρύττειν γὰρ λέγεται. ~ VφΟΩ

τὸ μέρος*] ἀντὶ τοῦ ὅσον τὸ κατ’ αὐτό. ~ VφΟΩ

versus fin.: δεινοὺς ὁ δεινὸς ἐξερεύγεται λόγους. ~ V

subscript.: Διώρθωσα ἐγὼ Ἀλέξανδρος ἐπίσκοπος Νικαίας μετὰ τοῦ προειρημένου διακόνου. ~ Γ2