Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Στωικῶν] οἷα φῂς περὶ Στωικῶν, ἄνθρωπε. ~ φ

— ] σημείωσαι. ⸤ Στ⸥ωικῶν ⸤ ⸥εῖ ⸤ ⸥· ~ Γ

Ἀκαδημαϊκούς*] οὐκ ἀκριβῶς ἄγαν τοὺς Ἀκαδημαϊκοὺς τοῖς Ἐφεκτικοῖς συνάπτεις, Λουκιανέ. ~VΓφ ΟUΩ

μίσγονται μὲν ἀναφανδόν] Ἡρόδοτον [3, 101] κωμῳδεῖ Ἰνδοῖς τοιοῦτον γίνεσθαι ἱστοροῦντα. ~ S

ἦ μήν*] ἀντὶ τοῦ ὄντως δή. ~ VΟ UΩ

Πλατωνικώτατοι] ⸢διὰ⸣ τὸ λέγειν τὸν Πλάτωνα [Reip. V 457 C] κοινὰς εἶναι τὰς γυ⸢ναῖκας⸣. ~ ⸢S⸣Κ

κατεγίνωσκον*] σημείωσαι διὰ τὴν σύνταξιν· τὸ γὰρ καταγινώσκω γενικῇ συντάσσεται οἷον καταγινώσκω σοῦ τῆς φλυαρίας, ὁ δὲ πρὸς αἰτιατικὴν ἀπέδωκεν κατεγίνωσκον τὴν ψυχρολογίαν. ἤτοι οὖν Ἀττικῶς οὕτως συνέταξεν — αὐτοὶ γὰρ καὶ ἐπὶ ἄλλων πολλῶν τοῦτο φιλοῦσι ποιεῖν τῇ κοινῇ ἐναντιούμενοι συνηθείᾳ — ἢ τὸ καταγινώσκω ἀντὶ τοῦ διαγελᾶν ἢ διασύρειν εἴληπται. ~ VCΚΟSUΩ

τυφλός*] ἱστορεῖ γὰρ τοῦτο Ἡρόδοτος ἐν τῷ περὶ τοῦ Ὁμήρου βίῳ [c. 8. Biogr., ed. Westermann, p. 4]. ~ VΟΩ

πυγμὴ δὲ ἴση κτλ.] τάχα διὰ τὸ πληγαῖς βάλλεσθαι τοὺς πυγμάχους, ὃ ἐκεῖσε ἀργόν, παρ’ ὅσον ἀπαθὴς ὁ ἐν Ἅιδου βίος ἅτε σωμάτων ἀπηλλαγμένος. ~ VφΟUΩ

Σωκράτης* κτλ.] τὰ περὶ Σωκράτους ἱστορούμενα διασύρει. ~ VΟUΩ

παράδεισος*] τινὲς τῶν ἄκρως βουλομένων ἑλληνίζειν εἰς τὸ νόθον τῆς Ἑλληνίδος φωνῆς ἀποπέμπουσι τὸ παράδεισος ὄνομα. ~ VΟUΩ

ἐπινῶς*] σημείωσαι· ἀντὶ τοῦ ἐφελκυστικῶς, ὁρμητικῶς· ἐπεὶ καὶ τὸ ἐπινάζει τὸ ἐφέλκεται σημαίνει. ~ VCOSUΩ

παρήμην*] οὐ παρῆν, ὡς ἐν ἄλλοις κεῖται καὶ ἡ τέχνη ζητεῖ. ~ V

ἐποτνιώμην*] ἠνιώμην. ~ Γ

μείνας* κτλ.] ἐνήλλαξε τὴν σύνταξιν τὸ μέν τι ταύτης κατὰ τὴν κοινὴν χρησάμενος, τὸ δὲ καὶ ἀττικίσας· κοινὸν μὲν γὰρ τὸ μείνας ἐκείνην τὴν ἡμέραν, Ἀττικὸν δὲ τὸ τῆς ἐπιούσης. ἦν δὲ καὶ τὸ πρῶτον Ἀττικόν, εἰ οὕτως εἶπεν μείνας ἐκείνης τῆς ἡμέρας· τὸ γὰρ ἐπὶ μέρους λέγειν Ἀττικόν. ~ VΟSUΩ

μεγίστας* ἀπασῶν τιμωρίας ὑπέμενον οἱ ψευσάμενοι] εἶτα σοί, βωμολόχε, γόης, τί ἐποφείλεται τούτων ἕνεκεν; ~ VΓΟUΩ

μήκωνες*] καταλλήλως ταῦτα ἐπλάσατο περὶ τὴν τῶν ὀνείρων πόλιν, καθότι ὑπνωτικὰ ταῦτα τὰ φυτὰ καὶ ναρκωτικά. ~ ΓVOSΩ

δύο* μὲν πρὸς τὸ τῆς Βλακείας πεδίον κτλ.] ἄγαν ἐμφρόνως πρὸς τὸ τῆς Βλακείας πεδίον ἀποκλίνειν πεπραγμάτευται τὰς δύο τῆς ὀνείρων πόλεως πύλας καὶ τούτων τὴν μὲν σιδηρᾶν εἶναι καὶ καρτεράν, τὴν δὲ κεραμίνην καὶ πολὺ τὸ εὔθρυπτον καὶ σαθρὸν ἔχουσαν, ἐπεί τοι καὶ αἱ ἐλπίδες τοῖς ἀργοῖς καὶ βλακώδεσι καὶ ῥᾳθύμοις αἱ μὲν πάντῃ κατὰ τὸ καρτερὸν καὶ ἀμετακίνητον ἐντίκτονται καὶ οὔποτ’ ἂν μεταβάλλεσθαι πεφυκυῖαι, ὅσοις περιουσίᾳ ἀνοίας τὸ τοιοῦτο πάθος ἐνίδρυται, τοῖς δὲ καὶ μετακινηθείη ἂν τὸ τῶν ἐλπίδων ἀστάθμητον, ὅσοις τῷ

περιλοίπῳ τῆς ἔμφρονος γνώμης ὀψέ ποτε τοῦ κάρου ἀνεννεγκεῖν περιγίνεται καὶ τῶν τοιούτων ἀπαλλαγῆναι ματαίων φροντίδων· φιλεῖ γὰρ ὡς ἐπίπαν καταλλήλως τῶν φροντίδων καὶ τὰ ἐνύπνια παρακολουθεῖν. ἄλλως τε καὶ κεραμίνην τὴν πύλην ἐκείνην ἀνέπλασεν, δι’ ἧς τὰ φοβερὰ τῶν ἐνυπνίων διέρχεται καὶ φρικώδη· ἅμα γὰρ τῷ ὕπνῳ καὶ αὐτὰ οἴχεται. ἔστι δὲ καὶ πλοῦτος καὶ δόξα τοιαῦτα καὶ τὰ καθ’ ὕπνους ἄλλα, τὰ μὲν δυσχερῆ τῷ ἀνιῶντι καὶ πρὸς ἀμνηστίαν εὔκολα, τὰ δὲ τερπνὰ καὶ ἐράσμια τῷ ἥδοντι καὶ εὐφραίνοντι ἐμμενετικά τε καὶ ἀναπόβλητα. ~ Vφ

ἐκείνῳ*] τουτέστι τῷ ἀλεκτρυόνι. ~ Ο

Καρεῶτιν] ἀπὸ τοῦ κάρου τοῦ ἐπιγινομένου τοῖς ὑπνοῦσι τὴν πηγὴν καταλλήλως ὠνόμασεν. ~ Γφ

αὐτῶν μέντοι κτλ.] τὸν Ὁμηρικὸν διαπαίζει ὄνειρον. ~ S

ἀγχωμάλως] ἴσως, ὁμοίως. ~ S

πληρώματα*] πλοῖα. ~ S

ἐλάθομεν*] ἀντὶ τοῦ ἀνεπαισθήτως. ~ VΟMΩ

ἁδρότερον] ἁδρὸς ὁ χονδρός. ~ S

ἱστός*] εἰς τὴν Ἀαρὼν ῥάβδον ὁ παιγνιήμων διαπαίζει. ~ VΟΩ

ἄβυσσον] ἀντὶ τοῦ ἄπειρον ἔχον βυθόν. ~ VMΟΩ

χάσματι* κτλ.] τάχα ὁ κενολόγος εἰς Μωσέα καὶ τὴν Ἐρυθρὰν θάλασσαν διαστᾶσαν κρειττόνων ἐπιπνοίᾳ ἐπισκώπτων αἰνίττεται. ~ VΓ ΟΩ

ἀτιμωρήτους*] ἀντὶ τοῦ ἀβοηθήτους. ποδεῶνας*] Ο

ὡς ἐπὶ κωδίου τὰ ἄκρα τῆς ὀθόνης ποδεῶνας εἴρηκε παίζων κἀνταῦθα. ~ ΟVSΩ

ad fin.: καὶ τὸ τέλος ψευδέστατον μετὰ τῆς ἀνυποστάτου ἐπαγγελίας. ~ VΟSUΩ

subscript.: Διώρθωσα ἐγὼ Ἀλέξανδρος ἐπίσκοπος Νικαίας τῆς κατὰ Βιθυνίαν μετὰ τοῦ οἰκείου ἀδελφοῦ Ἰακώβου τοῦ μητροπολίτου Λαρίσση⸤ς⸥. ~ ⸤Γ2⸥