Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

197. κόμης ἕλε] ὅπου τὸ λογιστικόν, διδάσκει ξανθῆς δὲ κόμης] τουτέστιν ἐπελάβετο ἡ φρόνησις αὑτοῦ τοῦ ξανθοκόμου Ἀχιλλέως καὶ κατέπαυσεν αὑτόν. ὑπογράφει δὲ ἡμῦν τὸν Ἀχιλλέα ἐν τούτοις ψυχ τε καὶ σώματι, ψυχ μέν, ὅτι ἐυμοειδής, ἐκ τοῦ εἰπεῖν αὑτὸν ξαυθόκομον· οἱ γὰρ ξανθόκομοι ὀξύ- χολοι ὡς ὑπερωπτημένον ἔχοντες τὸ αἷμα καὶ τὴν χολήν, πρὸς ἦς ποιούμεναι αἱ τε κόμαι καὶ τὰ σώματα χρώζονται, καὶ 〈τὰ〉 τῶν ἐκ τῆς μελαίνης χολῆς ὁμοίως πρὺς τὸ μελάντερον· κἀκεῖνοι δὲ ἄγριοί εἰσι καὶ βαρύθυμοι. καὶ ψυχικνς μὲν οὕτιω χαρακτηρίζει· σωματικῶς δὲ ἐκ τοῦ λέγειν, ὅτι ἀπλῶς ξονθὸς καὶ πυρρός. τοιοῦτος γἀρ ἦν Ἀχιλλεύς, μακροσκελής τε καὶ ὀξὺς καὶ εὐμήκης λευκός τε καὶ ὑπεσπανισμένος τὸ γένειον

199. μετὰ δʼ ἔτραπετο] ἤτοι περιεστράφη A=

200. Ἀθηναίην] Ἰωνικῶς οἶ] τὰ αὐτῆς 〈φάανθεν〉] φαίνω, ἀόριστος ἐφάνθην, τὸ τρίτον πρόσωπον [*](7, 8. τὸ μέσον τῆς θεᾶς διὰ τὸ γ. τ. φρ. καὶ τὸ στῆθος ἔχουσα ἔω καὶ προβ., cf. Corn. 10. γλαύ] Corn. ‖ ὁμμμμάτων Corn.: ὀνομάτων ‖ 11. γὰρ Corn.: δὲ ‖ φυλ. τι Corn. ‖ 24-34. margo circumcisus: supplevi tacite ex L. 28. ὑπεροπτημμένον ‖ 29. suppl. ‖ ὡς καὶ τῶν ἰκ L. ‖ 36. τῆς αὐτῆς)

491
τῶρ πληθυντικῶν ἐφάνθησαν καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ ᾱ καὶ ἀφαιρέσει τοῦ ε “φάανθεν”

202. 〈αἰγιόχοιο〉] τὴν αἰγίδα ἀνατιθέασι τῷ Διὶ καὶ αἰγίοχος καλεῖται διἀ τὸ τὰς καταιγίδας ἄνιω ἡμῶν γίνεσθαι καὶ τὰς βροντὰς καὶ τοὺς κεραυνούς· αἰγίδες γὰρ ἀπὸ τοῦ ἀίσσειν τὸ ὄνομα ἔσχον (Cornut. Theol. c. 9 p. 9 L.)

207. τὸ σὸν μένος] τὴν σὴν ὀργήν

208. ἦκε] ἔπεμψε Δωρικῶς· ἐκεῖνοι γὰρ τὴν 〈ει〉 δίφθογγον ὡς ἐπὶ τὸ πλεῖστον η γράφουσιν, ὡς τὸ πλῆον μῆον

213. τόσσα] ἤτοι πολλά

216. 〈χρή〉] ἔστι χρῆι, τὸ δεύτερον χρῄς, τὸ τρίτον χρῃσί καὶ κατὰ ἀποκοπὴν τῆς σι συλλαβῆς χρή

219. ἧ] ⌈ἀντὶ τοῦ ἔφη, γενόμενον ἀπὸ τοῦ φημί, καὶ κατὰ ἀφαί- ρεσιν τοῦ φ ἠμί⌋· ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, τρίτον ἧ

220. ἀπίθησεν] ἀπὸ τοῦ πίθω πιθήσω

223. ἐξαῦτις] ἐκ δευτέρου A +

228. τὸ ἐν τῷ πολέμῳ ἢ λόχῳ εὑρεθῆναι θάνατός σοι φαίνεται A=

231. βασιλεύς] σύ ἐπεί] ὅτι οὐτιδανούς φησι τοὖς Ἕλληνας οὺχ ὡς ὑβρίζων αὑτούς, ἀλλὰ παροτρύνων κατʼ αὑτοῦ 232. Ἀτρείδη] ὦ

235. τομήν] ῥίζπν A + 236. ἕ] αὐτὸ τὸ σκῆπτρον ἔλεψεν] ἢ ἐλέπισεν, ὅ ἐστιν ἔγλυψεν 237. τὲ καί] ἤτοι μίν] αὐτό

239. 〈εἰρύαται〉] ῥύω τὸ φυλάττω, καὶ Ἀττικῶς ἐπενθέσει τοῦ ε ἐρύω, ὡς τὸ θέλω ἐθέλω· ὅθεν εἴρυον ὁ παρατατικὸς διὰ τῆς ει διφθόγγου πρὸς ἀντιδιαστολὴν τοῦ ἀρύσω ήρυον· κανονίζεται δὲ οὔταως· ἐρύω, ὁ μέλλων ἐρύσω, παρακείμενος εἴρυκα, ὁ παθητικὸς εἴρυμαι εἴρυσαι εἴρυται εἰρύμμεθα εἴρυσθε εἴρυνται καὶ Ἰωνικίῶς “εἰρύαται” ὁ] οὖτος A= 245. βάλε] διὰ τὴν ὀργήν A+

249. τροπικὴ ἡ λέξις, ἐκ μεταφορᾶς τοῦ ὕδατος

250. μερόπων] τῶν ἐχόντων τὴν φωνὴν με(ρι]ζομένην εἰς συλ- λαβάς, ἤτοι ἔναρθρον, καὶ πρὸς σύγκρισιν τῶν ἄλλων ζῥων A+

251. τράφεν] Ἴωνες καὶ ὑπερσυντελίκως

254. πόποι] φεῦ, παπαί A – 262. ἴδον] Ἰωνικὸν καὶ Ἀττικόν

271. κατʼ ἔμʼ αὐτόν] κατὰ τὴν ἐμὴν δύναμιν