Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
124. 〈ἴδμεν〉] οἴδαμεν ἦν ἀφαιρέσει τοῦ ο καὶ συγκοπῇ τοῦ ᾱ ἴδμεν· ὁ δεύτερος ἀόριστος 〈ἴδον〉, τὸ πρῶτον τῶν πληθυντικῶν ἴδομεν, καὶ κατὰ συγκοπὴν τοῦ 0 “ζδμεν”
125. 〈δέδασται〉] δαίω τὸ κόπτω καὶ τὸ μερίξω, ὁ μέλλων δαίσω καὶ ἐξ αὑτοῦ δέδαικα καὶ ἀποβολῆ τοῦ ῑ δέδακα, ὁ παθητικὸς παρα- κείμενος δέδασμαι “δέSασrαι”
129. λάπαθος βοτάνη καθαρτική· καὶ γίνεται ἐξ αὑτοῦ λαπάζω καὶ κατὰ πλεονασμὸν τοῦ ᾱ ἀλαπάζω
134. 〈σθαι〉] παρὰ τὸ ἕω τὸ καθέζομαι· τούτου τὺ παραγωγὸν ἕημι καὶ ὁ παθητικὸς ἕεμαι καὶ κράσει ἥμαι καὶ ἤσται καὶ “ἦσθα,”
136. ἔσται] λείπει καλόν· ἢ ὅπως ἴσον τῇ ἐμῇ ἀξίᾳ γένηται· ἢ μεθʼ ὑποστολῆς, εἷτα τὸ “ἔσται”
143. ἐπίτηδες] ἐπιτηδείως
144. καλλιπάρηον] διὰ τοῦ Δωρικίῶς
147. ἐκπαγλότατα] μεταθέσει τοῦ η εἰς ᾱ· παρὰ γὰρ τὸ πλήσσω· ἐπὶ μὲν ψυχικοῦ πάθους διὰ τοῦ ᾱ, ἐπί δὲ τοῦ σαωματικοῦ πλήγματος διὰ τοῦ η· ἐπλάγην γὰρ καὶ ἐξεπλάγην ἐπὶ τῆς ψυχῆς
150. ὑπόδρα ἰδών] δεινὸν ὑποβλεψάμενος A= ὑπόδρα] ἐπίρρημα. γίνεται δὲ ὥσπερ ἀπὸ τοῦ ἠρεμῶ ἡρέμα [*](6. sequitur schol. rec. eadem de re, at fere evanidum ‖ 7. supra μέγα v. 103] scriptum μένη ‖ 20. οἶδμεν ὁ δ. ‖ 27. ἔω ‖ 28. ἕημι ‖ ἔεμμαι ‖ 29. sd 135 ut videtur schol. extat in margine evanidum)
162. ῷ ἔπι] ἀναστραφέν A=
171. πλοῦτον] συνεξάκουε τὸν τῶν Τρώων
173. παρὰ τῷ ποιητῇ πέντε σημαίνει ὁ θυμός· τὴν ὀργήν, ὡς τὸ “θυμὸς δὲ μέγας —διοτρεφέων βασιλήων” (Il. 2. 196), τὴν ψυχήν, ὡς τὸ “μελιηδέα θυμὸν ἀπηύρα” (Il. 10. 495 al.), τὴν ἐπιθυμίαν, “ᾦ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὺνῇ” (Od. 5. 126), τὸν ἐπιλο- γισμόν, ὡς τὸ “ἕτερος δέ τε θυμὸς ἀνῆκεν” (Od. 9. 302), τὴν ὁμόνοιαν, ὡς τὸ “ἔνα θυμὸν ἔχοντε ” (Od. 3. 128) Α=
174. 〈μητιέτα〉] μητιέτης ἐστίν· ὁ δὲ τοιοῦτος σχηματισμὸς τῶν Βοιωτῶν καὶ Αἰολέων ἐστίν, ὡς τὸ “Ὀύεστα” (Il. 2. 07) ἀντὶ τοῦ Ουέστης καὶ “νεφεληγερέτα” ἀντὶ τοῦ νεφεληγερέτης· παρʼ ἡμῖν δὲ οὐδὲν ὄνομα ἀρσενικὸν ἐπὶ τῆς εὐθείας εἰς ᾱ λήγει A +
176. 〈ἐσσί〉] ἔω τὸ ὑπάρχω ἐσμί ἐμ〈μ〉ί 〈ἐμσί〉 -ἅπερ οὐx εῦρηται —καὶ τροπῇ τοῦ μ εἰς σ “ἐσσί”
178. θεός] ἡ εἱμαρμένη 182. ὡς ἐμέ] σπερ ἐμέ
187. ἷσον] ἰσήγορον 190. παρά] ἐπί
191. ἀναστήσειεν] ἀναστατώσειε, θορυβήσειεν
194. κολεοῖο] τῆς ξιφοθήκης τῆς τὸ κολοβοποιὸν φερούσης ξίφος. κόλον γὰρ τὸ κολοβόν
195. οὐρανὸν τὴν κεφαλήν φησι διὰ τὸ σφαιροειδές Ἀθηνᾶ ἐστιν ἡ τοῦ Διὸς σύνεσις, ἡ αὑτὴ οὖσα τῇ ἐν αὑτῷ προνοί· διὸ καὶ Προνοίας Ἀθηνᾶς ἵδρυται ναός. λέγεται δὲ γεννη- θῆναι ἐκ τῆς κεφαλῆς τοῦ Διός, ὡς τῶν ἀρχαίων ὑπολαβόνταων τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἡμῶν ἐνταῦθα εἰναι, ὡς καὶ ἕτεροι μετὰ ταῦτα ἐδόξασαν. ἀμήτωρ δέ ἐστιν ἡ Ἀθηνᾶ διὰ τὸ ἀλλοίαν εἰναι τὴν τῆς ἀρετῆς γένεσιν καὶ οὺχ οἵα τῶν ἐκ συνδυασμοῦ γενομένων. λέγεται δὲ ὡς τὴν Μῆτιν καταπιὼν ὁ Σεὺς ταύτην ἐγέννησενʼ μη- τιέτης γὰρ καὶ συνετὸς ὣν οὐδαμόθεν ἄλλοθεν ἢ ἐκ τῆς καθʼ αὑτὸν βουλῆς τὴν ἀρχὴν τοῦ φρονεῖν ἔσχεν. ἐτυμολογεῖται δὲ Ἀθηνᾶ ἢ ἀπὸ τοῦ ἀθρεῖν πάντα, ἤτοι Ἀθρηνᾶ τις οὖσα, ἢ Ἄθηλᾶ τις οὖσα διὰ τὸ καίπερ θήλεια οὖσα ἦκιστα θηλύτητος καὶ ἐκλύσεως μετέ- χειν· τοιοῦτοι γἀρ οἱ. φρόνιμοι, ἀθροῦντες ἤτοι προβλέποντες τὰ μέλλοντα καὶ ἥκιστα χαυνότητος μετέχοντες. παρθενεία δέ ἐστι [*](9. βασιλέων ‖ 12. δέ με codd. Od. ‖ 18. ἑσμί scripsi: εἰμί ‖ 20. post εἱμ. scrip- tum δήσεις ‖ 26. evanida in hoc scholio multa: supplementaa fere ex L. sumpta, quia certa coram codice videbantur, indicare nolui ‖ 31. οἴαν Cornuti codicum pars ‖ γενομένων etiam Cornutus)
196. ἄμφω] καὶ τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα