Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
110. τόδε κῦδος Ἀχιλλῆι προτιάπτω] προσάπτω· τινὲς δὲ “προϊ- [*](A+Β-) άπτω” προπέμπω δίδωμι· τὸ δὲ ἰάπτω βλάπτω.
[*](4. κωμικοῖς ‖ 5. ποθῆσαι B: πορθῆσαι ‖ 14. ἅχεα ‖ τὰ ante ἀν. ut B; omisi || 20. εἰς || 24. ἅ τε Plut. Quaest. Symp. I. 2, 4: ἀτερ ‖ ἕζεαι coni. Bergk || 26. νεωτέρας ‖ 27. ἀλλαχοῦ A pro ἀλλὰ καὶ ‖ 30, 31. suppl. W ex B; κατασκόπου φ. γν. ‖ 33. τὸ δὲ ῥάπτω)προτιάπτω] “προιάπτω” χωρὶς τοῦ τ· καὶ ἔστιν ὅμοιον τῷ ἰάλλω· τινὲς δὲ μετὰ τοῦ τ, καὶ ἐδάσυναν τὸ α.
[*](B-)111. μετόπισθε] λείπει ὁ καί, ἵν᾿ ᾖ ‘καὶ εἰς ὕστερον θέλων τὴν πρὸς σὲ φιλίαν τηρῆσαι ἕνεκα τῶν δεσμῶν’ (Il. 1. 401)· τινὲς δὲ διὰ τὴν μῖξιν· ὅπερ ἄτοπον.
[*](B=)114. φρεσὶ μαινομένῃσιν] μανίας γὰρ ἐγγὺς αἰκίζεσθαι τὰ ἀναί- σθητα.
116. ἐμέ τε δείσῃ 〈ἀπό θ᾿ Ἕκτορα λύσῃ〉] συνδέσμοις διέστειλε, δέον εἰπεῖν ‘δείσας λύσῃ.’
[*](B=)117. ἐφήσω] ἐντελουμένην πέμψω.
[*](B+)123. ἀδινὰ στενάχοντα] ἀθρόως, παρὰ τὸ ἄδην· ἀδιαπλείπτως.
[*](A+)124. καὶ ἐντύνοντο ἄριστον] νῦν ἅπαξ· καὶ ἐν Ὀδυσσείᾳ (16. 2) “ἐντύνοντο ἄριστον.”
[*](ΑB=)129. ἔδεαι κραδίην] καὶ Πυθαγόρας παραινεῖ καρδίαν μὴ ἐσθίειν, ὅ ἐστιν ἄλυπον καὶ ἀτάραχον διάγειν τὸν ἄνθρωπον.
οὔτε τι σίτου] διὰ τὸ “λισσόμενος δειπνῆσαι· ὃ δ᾿ ἠρνεῖτο στεναχίζων (Il. 19. 304).
[*](Α+)130—2. ἀγαθὸν δὲ γυναικί περ—μίσγεσθαι 〈—κραταιή〉] ἀθετεῖ- ται· ἀνοίκειον γὰρ ἥρωι καὶ θεᾷ. ἴσως διὰ τὸ ἄλλους ἀντ᾿ αὐτοῦ κτήσα- σθαι ἐκγόνους ἢ τάχα ὑποκλέπτουσα αὐτὸν τοῦ πένθους ταῦτά φησιν· συγκοιμᾶται οὖν Βρισηίδι μετὰ ταῦτα (676).
[*](A+B=)134. ἑὲ δ᾿ ἔξοχα πάντων] δασυντέον τὸ πρῶτον ε τῆς “ἑέ.” τῷ δὲ τόνῳ ὡς καλέ.
[*](B+)137. νεκροῖο δὲ δέξαι ἄποινα] ὑπὲρ τοῦ νεκροῦ, ὡσεὶ ἔλεγεν ‘καίτοι ἀχρήστου ὄντος.’
138. τὴν δ᾿ ἀπαμειβόμενος] τινὲς “τὴν δὲ μέγ᾿ ὀχθήσας,” ὡς δυσχεραίνων ἐπὶ τῇ ἀποδόσει.
[*](B=)139. τῇδ εἴη] “τῇδε” ἐνθάδε, ὡς “τῇδε γὰρ ἔβρισαν” (Il. 17. 512). “εἴη” δὲ ἀντὶ τοῦ ἴοι ἢ παραγένοιτο. ὁ δὲ Ζώπυρος ἀντὶ τοῦ ἔστω.
140. εἰ δή πρόφρονι] αὐτός φησιν “ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ᾿ ἔκλυον αὐτοῦ” (Il. 1. 218).
[*](1. ἰάλλω W: προϊάλλω A, ἄλῳ || 2. α A: ι ‖ 4. ἕνεκα scripsi: εἴνεκε ‖ 19. ἀνοίκειον W; -εως ‖ ἄλλους W: πολλοὺς ‖ 20. ὑποκλέπτουσα Bekker: -βλέπουσα ‖ 24. νεκροῦ scripsi, cf. BD: κοινοῦ ‖ 29. Ζώπυρος B: τοῦ Ζωπύρου)141. ἐν νηῶν ἀγύρει] ὡς τὸ “νεῶν ἐν ἀγῶνι” (Il. 15. 428 al.).
[*](Α=)144. Ἶρι ταχεῖα] ἀντὶ τοῦ ταχέως.
[*](AB=)148. οἶον] οἶδε γὰρ ἡνιοχεῖν ὁ Πρίαμος. §. “οἶον” δὲ γοαπτέον. οὐχ “οἶος.”
[*](A=)μηδέ τις ἄλλος] ὑπὲρ τοῦ λαθεῖν. ἅμα δὲ καὶ ἔλεον 〈ἡ μόνωσις〉 [*](B=) ἐργάζεται.
149. κῆρύξ τις τοι] μόνον ἀπελθεῖν μετὰ τοσούτων λύτρων ἀδύνα- [*](B=) τον διὰ γῆρας, ἐπάγεσθαι δέ τινα τῶν νέων εἰς πολέμιον στρατὸν ἀπίθανον. οὐ μόνον οὖν κῆρυξ ἕπεται, ὅπερ ἐστὶ πίστεως καὶ σπονδῶν σύμβολον, ἀλλὰ καὶ οὗτος γέρων.
γεραίτερος] ὡς δικαιότερος παλαιότερος, οὕτω γεραιότερος καὶ κατὰ συγκοπὴν “γεραίτερος,” ὡς “θερείταταί εἰσι κέλευθοι” (Arat. Ph. 148).
151. νεκρὸν— τὸν ἔκτανε] ὃν κτείνας ἐποίησεν, ὡς “ἕλκος—ὅ μιν [*](Α+) βάλε Πάνδαρος” (Il. 5. 795) ὃ βαλὼν ἐποίησεν.