Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
154. εἵως]ἕως, τοπικῶς· χρονικῶς δὲ “ἕως ὁ ταῦθ᾿ ὥρμαινε” (Il. 1. 193)· αἰτιωδῶς δὲ “εἵως Πηνελόπειαν ὀδυρομένην” (Od. 4. 800).
155. ἔσω κλισίην] εἰς κλισίην.
156. οὔτ᾿ αὐτὸς κτενέει] διὰ πάντων ἀσφαλῆ τὴν ἔξοδον αὐτῷ [*](Β+) κατασκευάζει.
157. οὔτε γάρ ἐστ᾿ ἄφρων] τάχιστα συνέλαβε πόθεν ἴασιν ἄνθρω- [*](B=) ποι ἐπὶ τὸ ἀδικεῖν. ἢ δι᾿ ἀσυνεσίαν—ὃ διὰ τοῦ “ἄφρων—ἢ ἀκόντως —ὃ διὰ τοῦ “ἄσκοπος” —ἢ ἑκουσίως—ὃ διὰ τοῦ “ἀλιτήμων” πα- ρέστησεν, ὅ δηλοῖ τὸν ἑκουσίως ἁμαρτάνοντα.
ἄσκοπος] μὴ προορῶν τὸ συμφέρον.
[*](B=)* ἀλιτήμων] ἀλιτάνευτος ἢ ἁμαρτάνων τοῦ δέοντος. §. ἠθικῶς δὲ [*](B=) ἀπολογεῖται ὑπὲρ Ἀχιλλέως δι᾿ ἃ εἶπεν Ἀπόλλων “ᾧ οὔτ᾿ ἂρ [*](B=) φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα” (40).
158. ἐνδυκέως] ἐπιμελῶς, ἢ διηνεκῶς καὶ ὁλοτελῶς.
[*](B=)[*](3. οἷον bis ‖ 4. οἷος ‖ 5. supplevi ex B ‖ 8. πολεμίων B ‖ 12. θερειτιάταται ‖ 20. δεῖ ὡς Π. ‖ 25. οὔτε textus: εὐδὲ ‖ διέλαβε B ‖ 32. ἐναίσιμοι textus Iliadis: ἔμπεδοι)πεφιδήσεται] μετ᾿ ὀλίγον μέλλων, ἀπὸ τοῦ φιδῶ.
160. ἷξεν δ᾿ ἐς Πριάμοιο] ὅμοιόν ἐστι τῷ ‘ἐς διδασκάλου.’ [*](B=)ἐνοπήν] θρῆνον θορυβώδη.
162. δάκρυσιν εἵματ᾿ ἔφυρον] ἄξιον ἡρωικῆς σεμνότητος τὸ πένθος.
163. ἐντυπὰς ἐν χλαίνῃ] τινὲς γράφουσιν “ᾗ χλαίνῃ·” καὶ ἄμεινον.
[*](B-)ἄλλως: ἐντυπάς] ἐντυπωδῶς, ὡς διὰ τῆς σκέπης ὁρᾶσθαι τὸν τύπον. ἔστι δὲ ποιότητος ἐπίρρημα. ὑπερβολὴν δὲ πένθους ἀξίαν οὐχ εὑρίσκων αὐτῷ περιθεῖναι ἐκάλυψεν αὐτόν, ὑπονοεῖν ἡμῖν κατα- λιμπάνων οἷον ἄρα ἦν αὐτῷ τὸ πένθος, ἄλλως τε καὶ ἄυπνος ἦν, ἀφ᾿ οὗ Ἕκτωρ ἐτεθνήκει· ἐντεῦθεν ὁ Σικυώνιος γραφεὺς μαθητευθεὶς τῆς ἐν Αὐλίδι Ἰφιγεν〈ε〉ίας γράφων τὴν σφαγὴν ἐκάλυψε τὸν Ἀγαμέμνονα.
164. κόπρος] Ἀρίσταρχος σποδός, τινὲς δὲ κόπρια. “αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον” (640). σημαίνει δὲ καὶ τὴν βούστασιν.
[*](A+ B=)τοῖο] τοῦ γέροντος. οἳ δὲ τοιούτου, θαυμαστικῶς.
[*](B-)165. καταμήσατο] ἄθρουν ἐπεσπάσατο, ὅθεν καὶ ἀμητός· καὶ “ἄφαρ δ᾿ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν” (Od. 5. 482). τὸ δὲ “ἀμητῆρ〈ες)” (Il. 111. 67) διὰ μακροῦ τοῦ α φησίν· καὶ “λει- μωνόθεν ἀμήσαντες” (451). “τέκνον, μὴ σύ γε μητρὸς ἀπ᾿ ἀνθε- ρεῶνας ἀμήσῃς” Εὐφορίων (fr. 51 M.).
[*](B-)168. κέατο] τινὲς κεκαυμένοι ἦσαν. ὅθεν τὸ “κέδρου—εὐκεάτοιο” (Od. 5. 60).
[*](B=)170. τυτθὸν φθεγξαμένη] πρὸς τὸ μὴ καταπλῆξαι τὸν γέροντα. ὃ δὲ ὅμως οὐδὲ τοῦτο ὑποφέρει· προπεπονθυῖα γὰρ ψυχὴ πᾶν τὸ μέλλον τοῦ παρόντος χεῖρον λογίζεται.
[*](B-)172. ὀσσομένη] προορωμένη· οἳ δὲ προαγγέλλουσα, παρὰ τὴν ὄσσαν, ἣν ἀεὶ ἐπὶ θείας φωνῆς λέγει.
[*](B=)173. ἀλλ᾿ ἀγαθὰ φρονέουσα] φρονῆσαί σε ποιήσουσα ἀγαθὰ ἦλθον.
[*](B=)Διὸς δέ τοι ἄγγελός εἰμι] ὑπὸ Διὸς ἥκω σοι ἄγγελος.
[*](A+)174. ὅς σευ ἄνευθεν ἐών] μᾶλλον ὧδε οἰκεῖος ἢ ἐκεῖ ὁ στίχος (Il. 2. 27, 64)
[*](5. ὅ χλαίνῃ Nauck: ἡ χλαίνη 16. βούστ, 18. ἀθρόως B ‖ 21, 22. ἀνθερεῶνας Meinete: -ος 23. κεκαυμένοι scripsi, cf. Et. M. s. v. κείω: κεκαμένοι B, κεκακωμένοι ‖ 30. ποιοῦσα B ‖ 33. οἰκεῖοι)189. ἅμαξαν—ὁπλίσαι] εὐτρεπίσαι· ἰσοδυναμοῦν καὶ τὸ ἐντῦναι [*](B=) παρὰ τὰ ἔντεα.
ἅμαξαν] τὴν ἀπήνην οὕτως εἶπεν· φησὶ γοῦν “ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην” (324).
190. πείρινθα] κατὰ μετάθεσιν, οἱονεὶ ῥίπινθα τὴν ἐκ ῥιπῶν πλα- [*](B-) κεῖσαν. ῥίπη δὲ λέγονται τὰ ἐκ τῆς οἰσύας πλέγματα.
ἄλλως: πείρινθα] τὸ τετράγωνον πλινθίον ἄνωθεν περιδούμενον [*](A-B=) ταῖς ἀμάξαις· οἳ δὲ ἐκ ῥιπῶν φασιν αὐτὸ πλέκεσθαι καὶ εἶναι τουτὶ ῥίπινθα, ὅπερ ὁ Ξενοφῶν κάνναθρον (Ag. 8. 7). κάννη γὰρ ἡ ψίαθος, ἵν᾿ ᾖ πλέγμα ψιαθῶδες συνέχειν τὸν φόρτον δυνάμενον.
192. γλήνεα] χρήματα κατὰ Ἠλείους· οἳ δὲ ἀξιοθέατα· γλήνη δὲ [*](Β-) παρὰ τὸ γλάμυρον, ὅ ἐστι δίυγρον· ὅθεν καὶ “Ἀρχέδημος ὁ Γλάμων” (Aristoph. Ran. 588)· καὶ παροιμία “ἐν τυφλῶν πόλει Γλάμυρος βα- σιλεύει·” ἢ ἀπὸ μέρους εἴρηκεν· γλήνας γὰρ κυρίως τὰ κοροκόσμια λέγουσιν.
κεχάνδει] οὕτως Ἀρίσταρχος· ἔνιοι γράφουσι κεκεύθει.”
[*](A+)193. ἐς δ᾿ ἄλοχον—ἐκαλέσ〈σ〉ατο] τὸ ἑξῆς ἐσεκαλέσατο.