Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

845. καλαύροπα] ῥέπω ῥέψω ῥέψ ῥόψ καὶ καλαῦροψ.

[*](B=)

ἄλλως: καλαύροπα] ῥάβδον καλὴν ῥοπὴν ἔχουσαν. βάλλουσι δὲ αὐτήν, ὅτε συνελθούσας βούλονται διακρῖναι τὰς βοῦς. ἔχει δὲ ἐν τῷ κάτω μέρτι δεσμόν, εἰς ὃν εἴρουσι τὴν χεῖρα. καὶ Ἀντίμαχος “πάντες δ᾿ ἐν χείρεσσι καλαύροπας οὐατοέσσας” (fr. 61 K.). τῶν δὲ ἅπαξ εἰρημένων ἡ λέξις.

[*](B=)

846. πέτεται διὰ βοῦς] διὰ βοῶν, ὡς “διά τ᾿ ἔντεα (806).

[*](Α+B=)

850. ἰόεντα σίδηρον] μέλανα, ὡς “ἰοειδέα πόντον” (Od. 11. 107). οἳ δὲ εἰς βελῶν ἐργασίαν ἐπιτήδειον, ἐξ οὗ τὸν καθαρόν· ἡ γὰρ εἰς λεπ- τὰ κατασκευὴ καθαροῦ δεῖται σιδήρου. §. ὡς τοῖς δισκεύουσι τὸν σόλον (826).

[*](A+B=)

851. πελέκεας] διστόμους πελέκεις, δίχα τῶν στελεῶν· οἳ δὲ ὄνομα σταθμοῦ ἑξάμνουν παρὰ τοῖς Βοιωτοῖς οὕτω λεγόμενον· οἳ δὲ κατά τινας τάλαντον σιδήρου, κατὰ δὲ ἐνίους ἑκατὸν μνᾶς· οἳ δὲ ἃ τιθέντες δι᾿ αὐτῶν ἐτόξευον. καὶ ἔστι χαρίεν· ὡς γὰρ τοῖς μονο- μάχοις ἆθλον τέθεικε πανοπλίαν καὶ τοῖς δισκεύουσιν αὐτὸν τὸν δίσκον, οὕτω τοῖς τοξεύουσι πελέκεας, οἷς εἰώθασι χρῆσθαι. δύο δὲ τίθησι διὰ τὸ μὴ εἶναι πολλοὺς ἀρίστους τοξότας τοῖς Ἀχαιοῖς.

[*](1. εἰς B: οἷς ‖ 6. ἐν aute τοῖς del. Bekker ‖ 11. πάντες ‖ 16. ὑμμέες ‖ 19. ὅτε B: ὅτι συνενωθείσας B ‖ 23. τέταται δ. ‖ 29. iteratur * ὄνομα σταθμοῦ)
443

ἡμιπέλεκ〈κ〉α] μονοστόμους πελέκεας.

[*](B=)

854. μηρίνθῳ] τῇ σπάρτῳ· παρὰ τὸ μὴ ῥύεσθαι. 〈δῆσεν ποδός〉· ὣς 〈ἄῤ〉 ἀνώγει] “ἧς γάρ” καὶ “ὣς γάρ” [*](A=) διχῶ.· ἔνιοι δὲ “δῆσεν ποδα.”

855. ὃς μέν κε βάλῃ] λείπει τὸ ‘τάδε λέγων.’ εἴωθε δὲ μεταβαίνειν [*](Α~B=) ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν. §. ἔστι δὲ δυσχερέστερον [*](Β-) τὸ τῆς περιστερᾶς· τοῦ ἑνὸς γὰρ δέδεται ποδὸς καὶ πτερυσσομένη δυσχερής ἐστι πρὸς τὴν βολήν. ἔδει δὲ μὴ προειπεῖν τὸ τῆς μηρίνθου ἀλλ᾿ ὕστερον ὡς ἐναγώνιον συμβεβηκὸς εἰπεῖν.

858. ἥσσων γὰρ δὴ κεῖνος] τοῦτο μεταξὺ κείμενον ἦθος ἔχει. ὃ δ᾿ οἴσεται] β΄ μέρη λόγου τὸ “ὃ δέ,” ἵν᾿ ᾖ ‘οἴσεται δέ’ [*](Α+) ὡς “ἣ δὲ χιτῶν’ ἐνδῦσα” (II. 5. 736, 8. 387) ἐνδῦσα δέ.

859. βίη Τεύκροιο] καὶ πῶς φησιν “οἶος δή με Φιλοκτήτης [*](B=) ἀπεκαίνυτο τόξῳ” (Od. 8. 219): καυχᾶται δέ, ὡς καὶ τὸ “δουρὶ δ᾿ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ” (ib. 229).

861. κλήρους δ᾿ ἐν κυνέῃ] ἴσως γὰρ ὁ πρῶτος φθάσας βαλεῖ τὴν [*](B=) ὄρνιν καὶ νικήσει.

862. Τεῦκρος δὲ πρῶτος] ἔδει πρότερος.

863. ἐπικρατέως] ἰσχυρῶς ὥστε κρατῆσαι.

[*](B=)

οὐδ᾿ ἠπείλησεν] 〈οὐδ᾿ 〉 ηὔξατο.

[*](A+B=)

865. μέγηρε γάρ Ἀπόλλων] ἐπὶ εὐσέβειαν τοῦτο προτρέπει.

[*](B=)

868. ἣ. μὲν ἔπειτ᾿ ἤιξε πρὸς οὐρανόν] ἄνωθεν καὶ κάτωθεν ἐκίνησε τὴν ἐνέργειαν.

870. σπερχόμενος] ἐπειγόμενος ἀπέσπασε τῆς χειρὸς τοῦ Τεύκρου [*](A+B-) τὸ τόξον· ἑνὶ γὰρ ἠγωνίζοντο τόξῳ ὡς ἑνὶ δίσκῳ. ὀιστὸν γὰρ ἐξ ὅτου ἐκεῖνος ἴθυνεν ἐπὶ τὸν σκοπὸν καὶ οὗτος εἶχεν· οὕτως Ἀρίσταρχος’ ἡ δὲ Μασσαλιωτικὴ οὕτω “σπερχόμενος δ᾿ ἄρα Μηριόνης ἐπεθήκατ᾿ ὀιστὸν τόξῳ· ἐν γὰρ χερσὶν ἔχεν πάλαι, ὡς ἴθυνεν·” Ἄντίμαχος δὲ “σπερχόμενος δ᾿ ἄρα Μηριόνης ἐξείρυσε Τεύκρου τόξον· χερσὶ δ᾿ ὀιστὸν ἔχε〈ν〉 πάλαι, ὡς ἴθυνεν.”

871. ὀιστὸν ἔχεν] ἐν ὅσῳ ἐκεῖνος ἐτόξευεν, καὶ οὗτος κατεῖχε τὸν ὀιστόν.

876. ἀντικρὺ〈ς〉 δὲ διῆλθεν] τὰ πάντα θεματικῶς εἶπεν.

[*](1. πελέκεις B ‖ 2. μήρινθα ‖ 4. διχῶς ἔνιοι W: δίκη ἔνι ἔνιοι ‖ 8. τὸ W: πρὸ ‖ 11. ἵν᾿ ᾖ W: ἐν ᾖ || 15. οἷον 25. ἐξ ὅτου B: ἐξότε ‖ 27. σπερχόμενος A Eust.: ἐπερχόμενος ‖ 27, 28. ἐπεθήκατο ἐστὸν A || 28. χερσὶν Eust, πᾶσιν A: χείρεσσιν ‖ 29. Eust. ut T, ἐξείλετο τόξον χερσίν A )
444
[*](B=)

877. πρόσθεν Μηριόναο 〈πάγη ποδός〉] τὸ εὔστοχον ἐδήλωσε τῆς βολῆς διὰ τοῦ ‘πρόσθε τοῦ βαλόντος ἠνέχθη τὸ βέλος’

[*](A=)

879. πτερὰ —λίασθεν] οὕτως Ἀρίσταρχος· ἡ Μασσαλιωτικὴ “λιάσθη.”

λιάσθη] ἀπέκλινεν, ὡς “ὃ δὲ νόσφι λιασθείς” (Il. 11. 80).

[*](A+B=)

880. ὠκὺς δ᾿ ἐκ μελέων θυμὸς πτάτο] “ὠκύς” ἀντὶ τοῦ ταχέως. [*](Β=)§. ἐπειδὴ ἐν τῇ ποιήσει πολλὰ κεχάρισται Τεύκρῳ, νῦν τοῦτο πορίζεται Μηριόνῃ.

[*](ΑΒ-)

885. λέβητα —ἀνθεμόεντα] ἀναθεματιαῖον ἢ ποικίλον, ἀπὸ τῶν ἐντετορευμένων ἀνθῶν, ἅπερ ἄνθεμα καλοῦσιν· καὶ Πίνδαρος “ἄνθεμα δὲ χρυσοῦ” (Ol. 2. 72).