Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
796. ἀλλά τοι ἡμιτάλαντον] ἀλλὰ καίτοι ἐπιχειρήταντι αὐτὸν ἀφελέσθαι τὸν ἆθλον πρώην οὐκ ἐμνησικάκησεν, ἀλλ᾿ ηὔξησε . . . διὰ τὴν παροιμίαν φησίν· παροιμιῶδες γὰρ τὸ “ἀθάνατοι τιμῶσι” (788). ἢ ὅτι ἄριστος ὢν ἥττηται, ὡς Εὔμηλος (536).
[*](A+)800. Σαρπήδοντος] ὡς Χαλκώδοντος τῷ τόνῳ.
[*](B+)802. ἄνδρε δύω] ἔοικε σκιαμαχία εἶναι· ὅτι γὰρ οὐκ εἰς θάνατον. φησὶ “καί σφιν δαῖτ᾿ ἀγαθὴν παραθήσομαι” (810). τὰ δὲ ἆθλα τῆς δόξης οὐ μεγάλα.
[*](Α= B-)805. ὀρεξάμενος] πατάξας, ἐκ τοῦ παρεπομένου· συμβαίνει γὰρ τοῖς πατάτσουσιν ἐκτείνεσθαι. ἢ ἀντὶ τοῦ ὀρέξαι.
[*](A-)806. ψαύσῃ δ᾿ ἐνδίνων] ἀθετεῖ τὸν στίχον Ἀρίσταρχος· οὐ γὰρ εἰς τ〈οῦτο〉 ὁ ἀγών. “ἐνδίνων” δὲ ἀκούει τῶν ἔνδον τοῦ χρωτός· τό τε “διά τ᾿ ἔντεα καὶ μέλαν αἷμα” μετῆκται ἀπὸ τῆς Δολων〈ε〉ίας (Il. 10. 460)· οἳ δὲ “εὐδίνων” τῶν ἐντὸς ὅπλων· Ἀριστοφάνης δὲ οὕτω γράφει “ὁππότερός κε πρόσθεν ἐπιγράψας χρόα καλὸν φθήῃ ἐπευξάμενος διά τ᾿ ἔντεα καὶ φόνον ἀνδρῶν.”
[*](ΑΒ+)ἐνδίνων] παρὰ τὸ ἔνδον ὡς ἔντερον.
810. δαῖτ᾿ ἀγαθήν] δεῖ γὰρ ἐπικυδέστερόν τι ἔχειν τὴν ὁπλο- μαχίαν.
815. θάμβος δ᾿ ἔχεν] ἐν βραχεῖ τὴν διάθεσιν τῶν θεατῶν παρέστησεν.
817. τρὶς δὲ σχεδὸν ὡρμήθησαν] ὠρέχθη〈σαν〉 ἀντὶ τοῦ ἐπάταξαν.
[*](3. ἐριδδήσεσθιαι textus ‖ 5. Ἀχιλλῆι alterum: corr. Nauck ‖ 8. Ἀχιλλεὺς || 11. ‘ἀλλὰ aut delendum aut in Ἀχιλλεῖ mutandum’ W ἐπιχειρήσαντα: corr. W 12. ηὔξ || lacunam indicavit W || 16. σκιομαχία ‖ 22. τὸ ἄγων: suppl. W || 25. ὅτι πότερος ‖ πρῶτος pro πρόσθεν Eust. ‖ 26. ἀνδρὸς Eust. ‖ 27. ἔντερον A: ἑανόν ‖ 32. suppl. Bekkeιr ‖ ἐπάταξαν Bekker: -εν)818. κατ᾿ ἀσπίδα] ἁπλοϊκώτερον· ὃ δὲ κακοτεχνῶν ἐπὶ τὸν [*](B-) αὐχένα (21). τινὲς δὲ τὴν ὁπλομαχίαν Διομήδη εὑρεῖν φασιν.
821. ἐπ᾿ αὐχένι κύρσε] κύρσων ἐτύγχανεν· διὸ δὴ καὶ “περι- [*](B-) δείσαντες Ἀχαιοὶ —ἐκέλευσαν” (822, 3). ἢ ὅτι οἱ κρείττους ἡττῶνται· ἢ ἐπεὶ κέκμηκε τῇ ἐπὶ νηυσὶ μάχῃ, Διομήδης δὲ ἀναπέπαυται.
823. παυσαμένους ἐκέλευσαν] ἀνδρῶν ἀγαθῶν σωτηρίαν ἐπί- [*](Β+) προσθεν τίθενται τῆς ἰδίας ἡδονῆς.
824, 5. αὐτὰρ Τυδείδῃ δῶκεν] ἀθετεῖ Ἀρίσταρχος, ἄτοπόν τε [*](Α-) φησὶν ἰώμενον τὴν ἔχθραν Διομήδους ἑτέραν αἴρειν πρὸς Αἴαντα στάσιν· ἄλλως τε εἶπεν “ὁππότερός κε φθῆσιν” (805)· ὃ δὲ οὐκ ἔτρωσεν. οἳ δέ, διαλυομένων αὐτῶν ἴδια Ἀχιλλέως γενέσθαι τὰ ὅπλα, ὥσπερ ἐπὶ τῆς πάλης· ἐπειδὴ οὖν ἐκεῖσε (736) ἐδωρήσατο Αἴαντι, νῦν Διομήδει.
ἄλλως: αὐτὰρ Τυδείδῃ δῶκεν] καὶ Ἀριστοφάνης προηθέτει [*](Α=) τοὺς β΄.
825. ἐυτμήτῳ τελαμῶνι] “ἐυδμήτῳ” εὖ κατασκευασθέντι· οὐκ [*](Β-) ἦσαν γὰρ δερμάτινοι παρὰ τοῖς παλαιοῖς.
826. θῆκεν σόλον] ὥσπερ τοῖς μονομαχοῦσιν ὅπλα, καὶ τοῖς δισκεύ- [*](B+) ουσι τὸν σόλον· διὸ οὐδὲ δευτερεῖα τίθησιν· οὐ γὰρ ἦν αὐτὸν διαιρεῖν· ἢ ὡς καταφρονητοῦ ἀσκήματος καὶ μὴ ἔχοντος ἐνάρετον ἐπίδειξιν.
σόλον] παρὰ τὸ ὅλον σεύεσθαι· ἔστι δὲ χαλκοῦς· ὁ γὰρ σίδηρος [*](B+) οὐ χωνεύεται· καὶ ὅταν εἴπῃ “ποιμὴν οὐδ᾿ ἀροτήρ” (835) σημαίνει, ὡς ἀλλάξει τοῦ χαλκοῦ τὸν σίδηρον. ὁ 〈δὲ〉 δίσκος λίθος ἦν κυκλο- τερής, μεσόθεν ὀπὴν ἔχων ἐξ ἧς ἐχάλων καλώδιον πρὸς τὸ μετεωρίζοντας ὀλίγον ῥίπτειν αὐτόν· καὶ ἐν Ὀδυσσείᾳ (8. 190) “βόμβησεν δὲ λίθος.
*αὐτοχόωνον] εἰκῇ κεχωνευμένον.
[*](B+)829. τὸν δ᾿ ἄγετ᾿ ἐν νήεσ〈τ〉.] τὰ ἐπὶ νεὼς φερόμενα ἄγεσθαί φησιν· φιλόκαλος δὲ Ἠετίων, ὃς ζῆλον τῶν κτημάτων 〈ἐν〉έβαλεν Ἀχιλλεῖ.
833. 〈πέντε〉 περιπλομένους ἐνιαυτούς] οὐ σταθμῷ τὸ βάρος [*](Β=) ἐνέφηνεν, ἀλλὰ χρήσει πολυχρονίῳ.
834. ἀτεμβόμενός γε σιδήρου ποιμήν] “ποιμήν” δεῖται σιδήρου [*](Β=) [*](8. Τυδείδης || 10. τε Bekker: δὲ ‖ 12. πάλης Bekker: πλάνης || 14. Τυδείδης ‖ 21. σεύεσθαι Orion Et. M.: ἔχεσθαι ‖ 23. ἀλλάξει B: -η ‖ supplevi ex B ‖ λίθος ἧν B: λίθινος ‖ 24. ἐχὶλων B: ἐστὶν ἄλλο ‖ 27. post κεχ. add. sec. εἴτε εἶναι παίγνιον ‖ 30. Ἀχιλλέα ‖ 33. τε )
ἄλλως: ἀτεμβόμενος] στερόμενος· εἰ δὲ μὴ καταδεχόμεθα τὸν σόλον χαλκοῦν εἶναι ἀλλὰ σιδηροῦν, ἔσται τὸ “αὐτοχόωνον” (826) καταχρηστικῶς τὸν εἰκῇ γεγονότα.
[*](B+)838. ἂν δ᾿ Αἴας] δῆλον οὖν, ὡς ἐπίσης τοῖς ἄλλοις διελύθη ὁ Αἴας. ἢ ἐνδεικνύμενος τὴν ἐν ἄλλοις ἄσκησιν, ἢ ἰάσασθαι θέλων τὰ φθάσαντα.
[*](B-)840. γέλασαν δ᾿ ἐπὶ πάντες Ἀχαιοί] τοῦτο θέλει εἰπεῖν, ὅτι καταγελάστως ἔρριψεν ἐπ᾿ ὀλίγον βαλών, ἢ εὐχερῶς τὴν χεῖρα σχηματίσας, ἢ μὴ διαστήσας τὼ πόδε.